- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:159.21-160.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《诡辩篇驳斥》第21章(179a14),阐明针对依赖于重音、同名异义及言辞形式的诡辩,如何通过提出相应的对立要素(钝音/抑扬音对锐音、另一涵义、方式对实体、单数对复数)来予以反驳和破解。
" Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν." Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθολικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρὰ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὗ καταπύθεται ὄμβρῳ”· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει.1 ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντικείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον,2 ἀλλ’ ὃ δηλοῖ τὸ ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ ναί, εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον’, ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν· εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον’, εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμπεραινόμενος λέγει ἆρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει,3 ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει. διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε〈ν ἢ εὗρεν〉· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ὁ ἐρωτῶν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’.
“再者,如果是因为锐音符。” 在说明了在诡辩中解决方案应当始终根据对立面来进行——例如如果他是通过结合来欺骗的,你通过区分便会摆脱这一欺骗,反之亦然——之后,他又普遍地在依赖于言辞的其他诸情形中教导应当如何作出解决方案,并声称如果欺骗是因为锐音符,则钝音符就是解决方案。例如“在雨中腐烂之处”这一句;如果他是通过放置锐音符来欺骗的,你应当以抑扬音符来解决;因为他在所有地方都把抑扬音符称为钝音符。同样,在同名异义的情形中,如果诡辩家进行欺骗,你应当通过说出对立的名称来抵制该诡辩。例如我是什么意思呢?如果他从同名异义中推论出无生命之物是有生命的,就必须通过否定来解决,指出自己并不是认可了表示无生命之物的这个,而是认可了表明有生命之物的那一个。因为如果他发问:“施教者是有生命的吗?”,而你回答“是”,随后他又说:“但书籍施教,因此书籍是有生命的”,那么就应当说:“我并没有说无生命者施教,而是说教师[施教]。”在相反的情形中也同样应当这样做;因为如果他发问:“施教者是有生命的吗?”,而你回答“不是”,随后他又说:“但柏拉图施教,因此施教者是有生命的”,你就说:“我是针对书籍说‘施教’的。”而在依赖于言辞形式的情形中,如我们前面所说,亦同样应当这样做。例如诡辩家在下结论时说:“一个人是否能给出他所没有的东西?”;而你在针对他解决该诡辩时,当说:“并不是没有的东西,而是以他没有的方式”;因为正如在前面所说,“没有的东西”与“以没有的方式”是对立的。而通过“但不是他所知晓的那些事物”所表达的,实际上是应当这样来解决:即对于他所知晓的那个东西[单数]他是学得或发现的,但并不是他学得〈或发现了〉他所知晓的那些事物[复数];因为所问的也是这个;因为发问者并没有说“一个人是否学得或发现了诸个他所知晓的事物”,而是用单数说“一个人是否学得或发现了某个他所知晓的事物”。
- 1.136βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει
述词位置的“钝音符(βαρεῖαν προσῳδίαν)”与宾语“抑扬音符(τὴν περισπωμένην)”。注解者明确指出,按照古代语法学划分(抑扬音由锐音与钝音复合而成),亚里士多德文本中的“钝音符”在此亦涵盖抑扬音符。
- 1.136λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον
动词性形容词 λυτέον 带有表示泛指主体(“我们/解决者”)的宾格复数分词 ἀποφήσαντας 与 εἰπόντας。否定词 μή 直接修饰不定式 δεδωκέναι,构成限定性否定:“并未认可表示无生命之物的这个”。
- 1.136οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει
关系代词从句 ὃ μὴ ἔχει(“他所没有的东西”,指客体/实体)与关系副词从句 ὡς οὐκ ἔχει(“以他没有的方式”,指样式/性质)之间的范畴对立。前者使用 μή 表泛指或假设性否定,而后者使用 οὐκ 否定事实状态。
