- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:14.7-15.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《辨谬篇》第1章(165a17–24),阐明了谬误产生的原因以及智者术被从事的目的(重表象与谋利甚于真实的智慧),并界定了在知识性辩证中提问者与回答者各自的真正职分。
" Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν." Ποίαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας, καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλογισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν.
“正是出于这个原因。” 出于什么原因?出自名称的原因,显然是出自同名异义的原因,以及其余十二种模式中将要被谈到的原因。正如已经指出的,在推论和反驳中存在着表象的与真实的两者,前者是智者式的,后者则是知识性的。
"Ἐπεὶ δ’ ἐστί τισι μᾶλλον πρὸ ἔργου." Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ σοφιστική, προτίθεται εἰπεῖν καὶ δι’ ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως.1 οὐ μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον ἦν τοῖς σοφισταῖς· ἡ γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία οὐκ οὖσα δέ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας. δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρόδικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνήθροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλάτωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφιστικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν δοκήσει μόνον εἶναι σοφὸν τῇ δ’ ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν χρημάτων ἕνεκεν ἀγωνιζόμενον ἀπὸ φαινομένης σοφίας. ὅτι δ’ ἡ σοφιστικὴ φαινομένη ἐστὶ σοφία καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαινομένη ἐστὶν ὕπαρξις, ἡ δὲ φαινομένη ὕπαρξις οὐ κυρίως ἐστὶν ὕπαρξις, κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου2 ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ τὸ ἔργον τοῦ σοφοῦ (φαινομένου) φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ ἀπὸ φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως δοκεῖν μᾶλλον ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν. ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων καὶ πράττων ἀπ’ ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον’, φησὶν ὁ Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε’, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώς’.
“而既然对某些人来说更有益。” 在指明了智者式的欺骗是由于这个原因及其他原因产生之后,他也打算指明它是为了何种原因而被从事的。因此他说,某些人宁愿显得有智慧而不愿真有智慧,因为这对他们而言来得省力、容易且毫不费汗水,所以他们也极看重显得在履行智者的职分,而不愿真正地去履行它。因为不仅在最近的时代,显得有智慧而实非如此受到汲汲追求,而且在古代,这样一件事也是智者们极力追求的;因为智者术是显现的智慧而非真实的智慧,而智者则是从显现的智慧中谋利的人。希庇阿斯之流、普罗泰戈拉之流、高尔吉亚之流和普罗狄柯之流清楚地表明了这一点,凡是想要了解他们的智慧以及他们由此聚敛的财富的人,都可以去研读柏拉图与他们同名的那些对话录。而至为智慧的苏格拉底在柏拉图的《高尔吉亚》中,以知识性的论说和谦抑的精神反驳极其狂妄的波罗斯的傲慢与卡利克勒斯的无知,全然证实并说:智者术只是貌似的智慧而非真实的智慧,智者只是貌似的智者而在真理中却是不智者与谋利者,即为了金钱而凭借显现的智慧进行论辩的人。智者术是显现的智慧而非本真的智慧,这一点从它依凭貌似存在也是显而易见的;因为依凭貌似之物并不是本真的。因为如果貌似是显现的存在,而显现的存在并不是本真的存在,那么通过大项的重言[重复修饰],貌似便不是本真的存在。由于这个原因,智者术是显现的智慧,智者是显现的智者,而(显现的)智者的职分也是显现的而非真实的。既然他们从显现的智慧中谋利,那么〔他们〕显得在履行智者的职分而不是去履行它,就完全是必然的推论。因为真正有智慧的人履行智者的职分,而不只是显得在履行;苏格拉底到处坚称自己一无所知、不做任何智慧之事,尽管他的一切言行都出于极高的知识,这便表明了这一点。而智者们则相反;因为他们坚称自己无所不知:“因为直到今天,”普罗泰戈拉说,“还没有人向我提出过任何新鲜的问题”,这无异于说:“所有人向我提问的,恰恰都是我碰巧知道的那些事情”。
"Ἔστι δ’ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον.3" Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που διαψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοῦ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.
“而一一对应地说,有一项职分。” 在指明了智者们的智慧是怎样的(即是显现的智慧),以及他们的职分是怎样的(即显得在履行智者的职分)之后,他现在也补充了真正智者的职分。因为为了不让人说“懂得怎样以及以何种方式善于提问、同样也善于回答,我们才能不被那些企图施展诡辩的人所俘获?”,他说,在以知识的方式提问和回答的人当中,提问者的职分是在提问时不言虚假,并在回答者于某处回答不当且虚假时指明他在言说虚假;而回答者的职分则是在提问者于某处犯错时予以指明。指明言说虚假者(这是回答者的职分),存在于能够承担论辩之中;因为知道事物是多义地被说还是单义地被说的人,绝不会允许把以多义被说的事物当作单义来提问的人欺骗自己并施展诡辩。而不言虚假存在于获取[前提]之中,这属于提问者;因为能够善于提问的人绝不会去询问一个从中会导致自己说出相反之话的前提;因为作为一个善于提问的人,作为懂得如何无误地提问的人,他指明相反的结果之所以发生不是由于他自己,而是由于回答者。
- 1.6διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως
习语“διὰ πολλοῦ τίθημι”(高度重视、看得极重)带有冠词不定式短语“τὸ ... δοκεῖν μᾶλλον ποιεῖν”(宁愿显得在履行……)作为宾语。此处的“παρὸ”即“παρ’ ὅ”(比起、而不愿),与前面的“μᾶλλον”相呼应,引出比较的基准(本真地去履行)。
- 1.6κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου
三段论中的逻辑术语,意为“通过大项的重言(重复加置)”。指在前提“貌似是显现的存在”与“显现的存在不是本真的存在”中,大词“不是本真的存在”通过显现的存在而被直接述谓于貌似之上的逻辑过程。
- 1.7Ἔστι δ’ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον
引自亚里士多德原文(165a24)。“ὡς ... εἰπεῖν”是作限制性修饰的不定式(所谓、可以说),连同“ἓν πρὸς ἓν”(一一对应地)一起,表明提问者与回答者各自有一项相互对应的职分。
