← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§158.19-159.20

第三人诡辩及其基于普遍词项的解决

本节注解了亚里士多德《辩谬篇》第22章178b36关于“第三人”诡辩及其解决方案。解释了普遍词项所表示的是性质(“如此之类”)而非个别实体(“这个”),将普遍者与个别者区分提出并不会产生第三人,除非错误地承认它也是个别实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.135

" Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν." Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ’ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὅτι ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι1 τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν (τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἂν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται’. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀνθρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀποδεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον,2 δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν ἀλλὰ τὸ οὐσίαν καὶ τόδε τι λέγειν αὐτόν’. τῷ δὲ τόδε τι ἔθος αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐκτιθέμενον 〈μὴ〉 ὅπερ τόδε τι εἶναι λέγει3 ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό’. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν οὐσία ἀλλὰ ποιόν τι.

“以及在它自身之外存在某个第三人。” 诡辩家们所说的并引入第三人的论证如下:例如他们声称,当我们说“一个人在散步”时,我们既不是在说人的理念在散步(因为那是静止不动的),也不是在说个别者中的某一个;因为我们怎么会说一个我们不认识的人呢?因为人正在散步是我们所知道的,但是就个别者中的哪一个而言我们在谈论,我们却不知道;因此我们说在这些之外还有某种别的、第三人正在散步;因此将存在一个我们把散步述谓于其上的第三人。解决方案是:“人”以及一切普遍者所表示的不是“这个”,而是“如此之类”;因为它是诸个别者的相似形象。既然如此,那在诸个别者之中被观照、并在它们之中具有存在的东西本身,又怎会是某种实体、并且是独立于它们之外的某种相异者呢?因此第三人并不存在。而“在科里斯库斯和懂音乐的科里斯库斯的情形中亦同样如此”这一句,是被用来确立不存在第三人的,并且是这样被引申出来的,犹如他在说:“因为正如懂音乐的科里斯库斯虽然不同于科里斯库斯,却并不自存,也不具有自身独立的存在(因为‘以至于不能把它单独列出’所表示的就是这个意思),因为他不是‘某个这个’和实体,而是‘如此之类’和性质;同样,散步的人即使不同于苏格拉底、柏拉图和各个个别者,正如懂音乐的科里斯库斯不同于科里斯库斯一样,也不会自存。”但为了防止有人或许猜想,第三人的存在是由于我们在说“一个人在散步”时证明了他不同于部分者——苏格拉底、柏拉图及其他各个个别者——而被暗中引入的,他说“但单独列出并不造成第三人”,通过这些话实际上表达了:“不是列举出各个个别的人并说他不同于那些人造成了第三人,而是承认并同意他是某个‘这个’——也就是称他为实体和‘某个这个’ ——才造成了第三人。”而对于他来说,习惯于把“某个这个”用于不可分的个别实体。并且他还通过随后添加的“因为作为卡利亚斯所是的东西和作为人所是的东西,将不会是‘某个这个’”来确立这一事实,即被述谓者和普遍者并不是实体;显而易见,因为即使卡利亚斯是“某个这个”,人也并不因此就会是“某个这个”。而“即使有人说被单独列出的东西〈不〉是某个‘这个’”与下述表述是相同的:“因为即使被单独列出者和普遍者不是‘某个这个’和实体,而是性质,但它毕竟不同于诸个别者,尽管是在它们之中存在,而不是自身独立[存在]。”因此他说,不可承认存在某个别的第三人;因为在一切事物上被共同述谓者不是实体,而是某种性质。

语法注3 条
  1. 1.135οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι

    由 ὅπερ 引导的从句充当名词性从句,构成主语或表语结构。在亚里士多德的语境中,意指“卡利亚斯所是的东西”与“人所是的东西”并不会以同样方式成为“某个这个”(个别实体)。注解者通过紧随其后的 δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται(显而易见,因为即使卡利亚斯是个别实体,人也并不因此就会是个别实体)补足并澄清了其逻辑联系。

  2. 1.135οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον

    主语为带冠词的不定式 τὸ ἐκτίθεσθαι,主要动词为 ποιεῖ,宾语为 τὸν τρίτον ἄνθρωπον。注解者将此句解释为一个对比结构:造成第三人的不是“列举各个个别者并将普遍者作为相异者单独列出”,而是“承认普遍者为‘某个这个’(个别实体)”(τὸ διδόναι... εἶναι ὅπερ τόδε τι)。

  3. 1.135οὐδ’ εἴ τις τὸ ἐκτιθέμενον 〈μὴ〉 ὅπερ τόδε τι εἶναι λέγει

    抄本中脱落了否定词 μὴ,故由校订者在尖括号内补出。根据注解者随后的释义 εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον... τόδε τι(“因为即使被单独列出的东西不是‘某个这个’”),在条件从句中补充否定词 μὴ 确保了句法与义理的一致性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:158.19-159.20