← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§157.9-158.18

混淆数量与性质的表达形式诡辩之解决

针对《辩谬篇》第22章中因表达形式的相似而产生的诡辩(被书写陈述的真假、快速学习慢的东西、饮杯、以及通过学习或发现而获得的知识),注疏家阐明了亚里士多德的解决方案,即揭示诡辩家在数量与性质(或方式)之间偷换概念的推论谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.133

" Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων. ἆρ’ ὃ γέγραπται, γέγραφέ τις;" Τοιοῦτόν ἐστι τὸ σόφισμα· ἆρα ὅπερ ἐγράφη, τοῦτό τις ἔγραψε; ναί· γέγραπται δὲ ὁ λόγος ὅτι νῦν σὺ κάθησαι, ὅστις ἐστὶ καὶ ψευδὴς διὰ τὸ κινεῖσθαί σε ἢ καὶ ἵστασθαι· ἦν δὲ καὶ ἀληθὴς οὗτος ὁ λόγος, ὅτε ἐγράφη· ὁ αὐτὸς ἄρα λόγος ἐστὶ καὶ ἀληθὴς καὶ ψευδής. πρὸς τοῦτο γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;’ καὶ ἐμοῦ συγκατανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε)·1 ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;’, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνάγονται, ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας· τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ἆρ’ ὃ μανθάνει ὁ μανθάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ἆρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ‘ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχύ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ἆρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες2 (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως ἢ ἄλλως πως’ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.

“此外,下列论辩也属于这些论辩:‘某人写下的是否就是已被写下的东西?’” 该诡辩如下:“某人写下的,难道就是被写下的那个东西吗?”“是的。”“但‘现在你坐着’这一陈述已被写下,而由于你走动甚至站立,它也是假的;但这一陈述在被写下的时候也是真的;因此同一陈述既是真也是假。”对于这个诡辩,亚里士多德提出了如下的解决方案:诡辩家啊,你关于数量提出了问题,却关于性质得出了结论;因为在问了“某人写下的是否就是已被写下的东西?”之后,在我同意了你的问题并就陈述——它属于数量——表示赞同之后,你却关于性质得出了结论(亚里士多德通过“因为陈述或判断为假或为真,并不表示‘这个’,而是表示‘如此之类’”在实质上表达了这一意思);因为当你提出“某人写下的是否就是已被写下的东西?”这个问题时,你仅仅是就数量发问的——因为正如我们所学过的,你是就归在数量之下的陈述、音节或词语发问的——,但当你推导出所得出的结论时,你却是就性质推导的;因为假与真属于性质。而“学习者所学习的是否即是他学到的东西”也是这样一个诡辩,并且在提问中是这样进行的:“某人所学习的,难道就是他所学习的那个东西吗?”“是的。”“但某人快速地学习慢的东西;因此慢的东西将成为快的。”对此亚里士多德回答说,诡辩家们关于“如何”发问,却关于“何种样”得出结论,即关于数量提出了问题,却关于性质得出了结论;因为他们把“是否他所学的东西”及其他提问归在方式之下(因为他们表明的是“他以何种方式学习,他就以何种方式学习,是快速地还是以某种其他方式”,而不是指事物本身),却关于性质得出了提问的结论。

§1.134

"Οὐδ’ ὅταν τὴν κύλικα πίνῃ, ὃ πίνει ἀλλ’ ἐξ οὗ. ἔτι ἆρ’ ὅ τις οἶδεν." Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά.3 ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου.

“同样,当饮杯时,也不是所饮之物,而是从中〔所饮〕之物。再如‘某人知道其所知的是否...’” 该诡辩如下:“某人所喝的是否就是他喝的东西?”或者这样:“某人喝了的是否就是他喝了的东西?”“是的。”“但他喝了一杯;因此他喝了那个杯子。”解决方案是:他喝的并不是杯子,而是他所喝的或正在喝的东西来自杯子。“某人知道其所知的事物,是通过学习还是通过发现而知道的?”也是如此。“是的。”“但此人学了其中之一,发现了另一,但这两者他既没有都学,也没有都发现;因此他并不知道[这两者]。”因为如果他知道他所学的东西或他所发现的东西,而这两者他并没有都学(因为他学了其中之一,而不是两者),也没有把两者都发现(因为他发现了其中之一),那么如果他既没有发现也没有学习这两者,他就并不知道[这两者];然而他实际上知道。他通过“或者一者是整体,另一者不是整体”这句话给出了对该诡辩的解决。他的意思是,一者是全体,即何种样和性质,而另一者不是性质而是数量;因为那些一者为这、另一者为那的事物是数量。因此,他关于“何物”发问,得出的却是“多少”。此外,“或者一者是整体,另一者不是整体”也可以用另一种方式来表述,即:在某种学问上可以谈论全体,例如说“这既是我发现的,也是我从别人那里学来的”,但在某些学问上不是全体,而要么仅仅是发现,要么仅仅是从别人那里学来。

语法注3 条
  1. 1.133διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε

    介词 διὰ 支配由中性单数属格定冠词 τοῦ 所名物化的亚里士多德原句引用(178b27–29:τὸ γὰρ ψευδῆ ... τοιόνδε)。整个介词短语修饰前面的 δυνάμει λέγων ὁ Ἀριστοτέλης,意为“亚里士多德通过……这句话在实质上表达了这一意思”。

  2. 1.133τὸ γὰρ ἐρωτηθῆναι ἆρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες

    此处出现带有定冠词的不定词短语 τὸ ... ἐρωτηθῆναι(被提问,发问)作为分词 ποιήσαντες 的宾格宾语,形成稍显不规则的句式。其含义是“把提出‘是否所学之物’等问题置于方式之下”,并最终导向主节谓语 συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν。

  3. 1.134τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά

    该句由主语 τὰ ... ὧν τὸ μὲν τό, τὸ δὲ τό(“其中一者为这、另一者为那的事物”)与谓词 ποσά(“数量”)构成,省略了系动词 εἰσί。属格关系代词 ὧν 表示整体,修饰其分词/分项 τὸ μέν 和 τὸ δέ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:157.9-158.18