← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§156.14-157.8

基于承认相反前提与断然表述的真正解决

由于亚里士多德在《辨谬篇》178b18处的论述较为晦涩,注释者详细阐明了“承认相反命题”的逻辑结构,解释了假前提与归结之间的关系,讨论了文本异文,并指明了在承认“断然表述”的条件下真正解决方案的实质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.132#2

ἀλλὰ ῥητέον ἔτι περὶ τοῦ αὐτοῦ διὰ τὸ ἀσαφῶς εἰρῆσθαι. εἰ παρὰ ταῦτα ἦν τὸ σόφισμα, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν.1 εἰ γὰρ παρὰ ταῦτα ἦν, ψευδῆ ἂν ἦσαν· δι’ ἃ γὰρ τὸ ψεῦδος, ἐκεῖνα ψευδῆ· ὥστε τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ εἶναι ἀναγκαῖον· τὰ γὰρ ἀντικείμενα τοῖς ψευδέσι πάντως ἀληθῆ· ἀλλὰ μὴν τὸ ἐξ ἀληθῶν ἀληθὲς καὶ ἄλυτον· νῦν δὲ τὸ ἐκ τῶν ἀντικειμένων ψεῦδος καὶ λύσιμον· οὐκ ἄρα παρὰ ταῦτα τὸ ψεῦδος, οὐδὲ ταῦτά ἐστιν αἴτια τοῦ σοφίσματος. οὐχ οἷόν τε ἦν, φησί, λύειν, εἰ παρὰ ταῦτα ἦν τὸ ψεῦδος, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τίνα τὰ ἄλλα, ἐπήγαγε λέγων οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ οὔ. δι’ ἀμφοτέρων δὲ τὸ αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρεθέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτως καὶ ἐπὶ τῶν προκειμένων, εἰ παρὰ τὰ τεθέντα 〈τὰ〉 σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τυγχάνειν, τεθέντων τῶν ἀντικειμένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαίνοντα καὶ ἄλυτα·2 νῦν δὲ καὶ ψευδῆ καὶ εὔλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δ’ ὃ οὔ ἴσον τῷ ‘οἷον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς, ὅπερ ‘ὃ’ εἶπεν, ἄλυτον ἂν ἦν’. ταῦτα εἰπὼν ἐπάγει ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λεγομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι, εἰ μὲν ἁπλῶς δῷ λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται καὶ ἐλέγχει, εἰ δὲ μὴ δῷ, οὐ συμπεραίνεται’. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἂν εἴη λύσις, καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον’.3 τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις πάντων διδομένων ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς εἰρημένοις ἐλέγχοις καὶ σοφίσμασι πάντων συγχωρουμένων αὐτοῖς, τοῦ τύπτειν ᾗ μὴ ἔχει χειρί, τοῦ ὁρᾶν ᾧ μὴ ἔχει ὀφθαλμῷ, οὐ συμπεραίνονται οὐδ’ ἔλεγχον οὗτοι συλλογίζονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν’.

然而,由于表述得不够清楚,关于同一问题还必须进一步说明。如果诡辩是由于这些而产生的,那么在承认了相反命题的情况下就不可能解决了。因为如果它是由于这些产生的,它们就本该是虚假的;因为虚假所由以产生的原因,那些前提本身就是虚假的;因此,与它们对立的前提必然是真的;因为与虚假之物对立的无论如何都是真的;然而由真前提得出的结论是真的且不可解决的;但事实上,由对立前提得出的结论是虚假且可解决的;因此虚假不是因这些而产生的,这些也不是诡辩的原因。他说,如果虚假是由于这些而产生的,那就不可能解决,正如在其他情况下一样。至于其他情况是什么,他接着说:“例如,如果存在某方面是,又存在某方面不是”。还流传着另一种异文作:“例如,如果在一方面是,在另一方面不是”。但两者表明的都是同一回事。所说的话实际上具有这样的含义:正如在对立命题为真的其他情况下,去除了虚假前提而设定了真实前提时,所产生的归结是真的且不可解决的,在当前讨论的诸事例中也是同样,如果因为所设定的前提碰巧是虚假的,诡辩是由于这些前提而产生的,那么在设定了对立且真实的前提时,所产生的归结也将是真的且不可解决的;但事实上,它们既是虚假的,也是容易解决的;因此,这并不是由于最初设定的前提(这些人也试图去解决这些前提),而是由于最后添加进来的前提。因此,“例如,如果存在某方面是,又存在某方面不是”等同于“例如,如果一方面是真,另一方面是假,在设定了真实之物——即他所说的‘某物’——之后,它本该是不可解决的”。说了这些之后,他接着补充道:“解决方案是,如果承认它是被断然表述的,它就得出结论”,其实际含义是:“由他们所表述的解决方案是拙劣且不可取的,而真正的解决方案是:如果承认它是被断然表述的,即承认那些并非以同样方式表述的事物是以同样方式表述的,它就得出结论并构成论驳;如果不承认,它就得不出结论”。但如果得不出结论,它就不可能是解决方案;并且应当暗中补充理解:“他们拙劣地解决时所引出的那个〔不可能是解决方案〕,而我自己所说的将是解决方案”。而“但在所述事例中,即使一切都被承认”这一句等同于:“但在所述的论驳和诡辩中,即使向他们让步承认了一切,如用没有的手打击,用没有的眼睛观看,他们也没有得出结论,也没有推导出论驳,因此这些人也没有给出妥当的解决”。

语法注3 条
  1. 1.132δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν

    与无人称表达 οὐχ οἷόν τε ἦν(不可能……)搭配的不定词 λύειν 的逻辑主语由宾格分词 δόντα(在某人承认了……的情况下)表示。此处作不定词短语的主语使用宾格,而非与人称相关的与格 δόντι。

  2. 1.132καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαίνοντα καὶ ἄλυτα

    关联连词 καί ... καί(既……且……)连接表语形容词 ἀληθῆ 和 ἄλυτα,前置的 ἄν 构成反事实条件句或虚拟推论的后半句。主语是后置的中性复数主格 τὰ συμβαίνοντα。

  3. 1.132καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον’

    中性单数宾格冠词 τό 将接下来的整个引句名词化,作为接在无人称动词 δεῖ 后的不定词 προσυπακούειν(隐含补充理解)的直接宾语。在句法上,它表明了对前句 οὐκ ἂν εἴη λύσις 所需补充理解的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:156.14-157.8