← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§155.12-156.14

具有未曾接受之物这一诡辩的解决

针对亚里士多德《诡辩篇驳斥》第22章(178b18)关于“承认相反命题”的论点,亚历山大论述了论敌对“具有未曾接受之物”这一诡辩题的解答(区分数量)是不充分的,真正的解决方案在于指出“接受之物”与“接受的方式”之间的范畴差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.132#1

" Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον1 οὐχ οἷόν τε ἦν λύειν." Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει’ (ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει’ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει’ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ‘ἔχει ἃ οὐκ ἔλαβεν’. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἣν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ 〈οὐκ〉 ἔλαβε’ τῷ ‘ὡς οὐκ ἔλαβε’· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει’ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ἔχει’, ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει’, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει’, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει’. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν’ ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’,2 τοῦ δὲ ‘ὡς ἔλαβε’ τὸ ‘ὡς οὐκ ἔλαβε’, λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει’ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε’, τὴν ἀπόφασιν τοῦ ‘ὡς ἔλαβε’, τὸ ‘ὃ ἔλαβε’ καὶ τὸ ‘ὡς ἔλαβεν’ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν· εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν ἔχει’ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε’ γέγονεν ὁ παραλογισμός, δῆλον ὡς ἡ λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύτως λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ‘εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε καὶ οὐχ ὅπερ ἐγώ (ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ ‘〈ὃ〉 ἔλαβε’ τῷ ‘ὡς ἔλαβεν’), εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦτο γέγονεν ὁ παραλογισμός, δόντος τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι (τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ ‘〈ὃ〉 ἔλαβεν’ τῷ ‘ὡς ἔλαβεν’ ἀντίκειται τῷ μὴ ταὐτὸν εἶναι), δόντος οὖν τὸ ἀντικείμενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον· νῦν δὲ δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ ‘〈ὃ〉 ἔλαβε’ τῷ ‘ὡς ἔλαβε’ μᾶλλον τὸ συμβαῖνον ἐστι ψεῦδος’.

“因为如果这是解决方案,那么在承认了相反命题的情况下就不可能解决了。” 他说,如果这确实是对“一个人具有他未曾接受之物”(因为他在从某人那里接受了一枚石子后具有许多石子)的解决方案,那么如果对此的解决方案是具有一枚(因为他也从那人那里接受了一枚),那么在承认了相反命题的情况下就不可能解决了。因为如果在肯定命题“他具有他所接受之物”被承认时,通过它推导出的结论是虚假且可解决的,那么在设定了否定命题“他具有他未曾接受之物”时所产生的归结显然将是真的且不可解决的;然而即使设定了这一命题,所产生的归结也是虚假的,因为这一解决方案也能够在经由当下的矛盾对立而产生的归结上被表述;但同一且单一的解决方案不可能对两者都是真的。而即使设定了矛盾对立命题,所产生的归结也是虚假的,这在下述论述中是显而易见的:一个人是否具有他所接受之物?不。随后应当说:然而这个人从他那里接受了一枚石子并具有它;因此他具有他所接受之物,而不是具有他未曾接受之物;然而他还具有其他石子,那些并不是从他那里接受的,针对这些石子,“他具有他未曾接受之物”将是真的。因此,所陈述的解决方案不是针对事物本身的,而是针对说话者的。而解决方案是亚里士多德所说的那种,即指出“他未曾接受之物”与“以他未曾接受的方式”不是同一回事;因为正是采纳了这一点才产生了谬误推理;因为在应答者承认了“他具有他所接受之物”时,提问者并没有推导出作为“他具有他所接受之物”之矛盾对立面的“他具有他未曾接受之物”,而是推导出了“他以他未曾接受的方式具有”,而这反过来是“他以他所接受的方式具有”的矛盾对立面。因此,既然“他所接受之物”的否定是“他未曾接受之物”,而“以他所接受的方式”的否定是“以他未曾接受的方式”,那么提问者在采纳了“他具有他所接受之物”之后,却推导出了“以他未曾接受的方式”这一“以他所接受的方式”的否定,将“他所接受之物”与“以他所接受的方式”作为同一事物采纳,并以此推导出了谬误推理;但如果谬误推理是由于把“他具有他所接受之物”当成与“以他所接受的方式”同一而产生的,那么显然,对它的解决方案就是不要把既非以同样方式表述、亦非以同样方式存在的事物以同样方式采纳。或者他借由“因为如果这是解决方案,那么在承认了相反命题的情况下就不可能解决了”可能会说:“因为如果是你们所说的那样,而不是我所说的那样(因为我主张‘他所接受之物’与‘以他所接受的方式’不是同一回事),那么如果我所说的是虚假的,并且谬误推理不是因这个产生的,那么在承认了相反命题即二者同一之后(因为说‘他所接受之物’与‘以他所接受的方式’是同一的,与它们不是同一的是相反对的)——因此在承认了相反命题之后,所产生的归结本该是真的;但事实上,在承认了‘他所接受之物’与‘以他所接受的方式’是同一的之后,所产生的归结反而更是虚假的。”

语法注2 条
  1. 1.132δόντα τὸ ἀντικείμενον

    宾格分词 δόντα 作为非人称句式 οὐχ οἷόν τε ἦν 所支配的不定词 λύειν 的逻辑主语,充当表示条件或情境的状语分词(“在[答辩者等]承认了相反命题的情况下”)。虽然在前文的转述(§1.131#2)中曾用祈愿语气条件句(εἴ τις δοίη)或属格独立结构(δοθέντος)来改写,但在引文原文的句式中则采用了宾格与不定词的结构。

  2. 1.132ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν’ ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’ ... λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει’ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε’

    主句的主干结构为 λαβὼν δὲ ... συνήγαγε。在由 ἐπεὶ ... ἐστι 引导的原因从句之后,主句使用了连接词 δὲ(即主句的 apodotic δὲ),基于前面的前提将视点转向提问者的推导过程。此外,句末的分词 εἰληφὼς καὶ συναγαγών 叠置修饰主要动词 συνήγαγε,说明了谬误推理得以成立的方式与手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:155.12-156.14