← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§154.10-155.11

真正解法与指明谬误的直接原因

注解者阐释了亚里士多德关于“若为真正解法,承认相反命题后当不可解”的论述,指出针对事物本身的真正解决必须揭示导致虚假的直接原因,而非随意指认论证中的附带缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131#2

τὸ δὲ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν1 ἴσον ἐστὶ τῷ ‘εἰ γὰρ αἱ ἀληθεῖς καὶ τοῦ πράγματος αὗται ἦσαν λύσεις, εἴ τις δοίη τὸ ἀντικείμενον, οὐκ ἂν λυθεῖεν τὰ σοφίσματα’· τὰ γὰρ ἀντικείμενα τοῖς κειμένοις ἀληθῆ ἔσται, ὥστε καὶ τὰ διὰ τῶν κειμένων συναγόμενα. πῶς δὲ ἡ αὐτὴ λύσις ἔσται τῶν ἀντικειμένων; εἰ γὰρ εἴποι τις ‘ἆρα ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν;’, ὁ δὲ ἀποκρινόμενος εἴποι ναί, εἶτα ἐπάξει ὁ ἐρωτῶν ‘ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης οὐκ ἔχει τὴν τοῦ Σωκράτους χεῖρα καὶ τύπτει· ὁ Ἀλκιβιάδης ἄρα τύπτει τῇ τοῦ Σωκράτους χειρὶ ἣν οὐκ ἔχει’, τοῦτο πῶς ἂν λυθείη διὰ τῆς παρ’ ἐκείνων λύσεως; εἰ οὖν αὕτη, φησίν, ἡ λύσις τοῦ πράγματος ἦν καὶ οὐ πρὸς τὸν ἄνθρωπον, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν· τὸ γὰρ ἀντικείμενον τῷ δοθέντι, εἰ παρὰ τοῦτο ἦν τὸ ψεῦδος, ἀληθὲς ἐξ ἀνάγκης ἔσται· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν·2 ἀλλὰ μὴν καὶ τοῦ ἀντικειμένου δοθέντος λύσις γίνεται· οὐκ ἄρα παρὰ τοῦτο τὸ ψεῦδος ἢ μᾶλλον ὁ ἔλεγχος γίνεται. ὅτι δὲ καὶ τοῦ ἀντικειμένου δοθέντος, τοῦ δύνασθαι τύπτειν ᾗ μὴ ἔχει χειρί, λύσις γίνεται, φανερόν· φήσαντες γὰρ ὅτι παρὰ τὸ μὴ τὰ αὐτὰ ὡσαύτως λέγεσθαι λύσομεν· δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ ἐπὶ τοῦ ‘ᾗ μὴ ἔχει’ συνάγεις.3 ἀλλὰ κἂν εἴποιμεν ὅτι τῇ δεξιᾷ τύπτει, ἣν οὐκ ἔχει λαιάν, καὶ οὕτω λύσομεν· ἡ γὰρ δεξιὰ χεὶρ οὐκ ἔστι λαιά. ὥστε ὁ δοὺς τύπτειν ᾗ μὴ ἔχει χειρὶ οὐ τῇ ἀλλοτρίᾳ τύπτειν, ἣν ὅλως οὐκ ἔχει, δέδωκεν, ἀλλὰ ἐκείνῃ τύπτειν ἔφησεν ἣν ὡδὶ μὲν ἔχει, ὡδὶ δὲ οὐκ ἔχει· ὅλως μὲν γὰρ ἔχει· τὸ γὰρ μέρος αὐτοῦ ἔχει· ὡδὶ δὲ οὐκ ἔχει· λαιὰν γὰρ τὴν δεξιὰν οὐκ ἔχει. λύσομεν οὖν οὕτω τὸ σόφισμα. λυθήσεται γὰρ καὶ ἄλλως· τύπτοι γὰρ ἄν τίς τινα καὶ τῇ μὴ ἑαυτοῦ χειρί, ὥσπερ εἴ τις τὴν τοῦ πατρὸς χεῖρα κρατῶν τύπτει τὸν πατέρα αὐτοῦ μετ’ αὐτῆς τῆς πατρικῆς χειρός. πλείους οὖν αἱ κακίαι τοῦ λόγου. πλὴν οὐχὶ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης γράφει· τοῦτο δὲ ψεῦδος. ἐνταῦθα οὐ διὰ τὸ τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. τὰ δὲ εἰρημένα σοφίσματα παρὰ μόνα τὰ ἐσχάτως ῥηθέντα ἔχει τὴν μοχθηρίαν· τὰ δὲ ἐσχάτως ῥηθέντα ἦσαν τὸ ‘ὅδε δὲ οὐκ ἔχει μίαν μόνην χεῖρα, τύπτει δὲ τῇ μιᾷ’ καὶ τὸ ‘ὅδε μὲν οὐκ ἔχει ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα μόνον’ καὶ τὸ ‘ὅδε μὲν ἔχων δέκα ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκ ἔχει δέκα’ καὶ τὰ λοιπά. ὁ οὖν ταῦτα ἐμφανίσας λύει, ἀλλ’ οὐχὶ ὁ λέγων ὅτι τὸ δύνασθαι πολλαχῶς καὶ ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν καὶ τὰ τούτοις ὅμοια.

而“因为如果这是解决方案,那么在承认了相反命题的情况下就不可能解决了”这句话,等同于:“因为如果这些是真实的且针对事物本身的解决方案,那么如果有人承认了相反命题,这些诡辩题就不会得到解决”;因为与所设定之前提相反的命题将是真的,因此通过所设前提推导出的结论也将是真的。但是对于相反的命题,怎能有同样的解决方案呢?因为如果有人说“一个人是否能用他所不具有的手击打?”,而应答者说“能”,随后提问者将推论道:“然而阿尔西比亚德并没有苏格拉底的手却击打了;因此阿尔西比亚德是用他所没有的苏格拉底的手击打”,这又怎能通过他们提出的解决方案来解决呢?因此他说,如果这一解决方案是针对事物本身的而不是针对个人的,那么在承认了相反命题的情况下就不可能解决了;因为如果虚假是由于这个造成的,那么与所承认的前提相反的命题必然是真的;因为导致虚假的那一虚假前提的相反命题是真的;然而即使承认了相反命题,也仍然可以解决;因此并不是由于这个才产生虚假,或者更确切地说,产生论驳。并且很显然,即使承认了相反命题——即能用不具有的手击打——也能得到解决;因为通过说明这是由于同样的词没有以同样的方式被表述,我们将解决它;因为在那个人承认不是用他不具有的手击打、而是以他不具有的方式击打时,你却针对“用不具有的手”进行了推论。但是即使我们说他是用并没有作为左手具有的右手击打,我们也将这样解决它;因为右手不是左手。因此承认用不具有的手击打的人,并没有承认是用完全不具有的属于他人的手击打,而是说他是用以这种方式具有、却以那种方式不具有的那只手击打;因为总体而言他具有它(因为他具有他自己的一部分),但以这种方式他却不具有它(因为他并没有把右手作为左手具有)。因此我们将这样解决该诡辩题。因为它也可以用另一种方式解决;因为一个人也可以用不属于自己的手击打某人,就像有人抓住父亲的手,用那只父亲自己的手击打他的父亲一样。所以这个论证的缺陷有多种。然而揭示随意的缺陷并不是针对事物本身的解决,而必须是揭示导致虚假的那一缺陷,正如在这个例子中:“苏格拉底坐着,坐着的人在写字,因此苏格拉底在写字”;但这是虚假的。在这里,虚假并不是因为苏格拉底坐着——即使碰巧苏格拉底坐着是虚假的——而是因为坐着的人在写字。不过这是这样一类情况。而上述诡辩题仅仅由于最后陈述的那些话而具有缺陷;而最后陈述的话是“但这个人不是仅仅具有一只手,却用一只击打”,以及“但这个人不是仅仅具有一枚羊拐骨,却只给出了一枚”,以及“但这个人具有十枚羊拐骨,丢失了一枚之后却不具有十枚”,诸如此类。因此,正是揭示了这些的人解决了诡辩题,而不是说“可能”有多重含义、或者可能具有未曾接受之物以及诸如此类的话的人。

语法注3 条
  1. 1.131δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν

    宾格分词 δόντα 用作非人称短语 οὐχ οἷόν τε ἦν 所支配的不定词 λύειν 的逻辑主语(指泛指的人),具有条件从句的含义(“若有人承认了相反的前提”)。

  2. 1.131τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν

    短语 παρ’ ὃ τὸ ψεῦδος 中,介词 παρά 接宾格表原因(“因之……”),引导关系分句修饰先行词 τῷ ψεύδει(“因其而导致虚假的虚假前提”)。全句的主语为 τὸ ἀντικείμενον,谓语为 ἀληθές ἐστιν。

  3. 1.131δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ ἐπὶ τοῦ ‘ᾗ μὴ ἔχει’ συνάγεις

    短语 δόντος ... ἐκείνου 为属格绝对结构,设定让步或对比的背景(“在那个人承认了……”),并以不定词短语 τύπτειν ... 作为其补充成分。主句为 σὺ ... συνάγεις(“你却……推论”),用以指出诡辩家偷换概念的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:154.10-155.11