- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:153.1-154.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德文本中关于用所不具有的手击打、用所不具有的眼睛观看以及拥有未曾接受之小石子等诡辩题的脉络,并剖析和批判了前人针对结论或前提的无效反驳,进而指出真正的解答方案。
" Ὅμοιοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρί." Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ἆρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα.1 ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν’· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρωτῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὅδε δὲ μὴ ἔχων μίαν χεῖρα ἀλλὰ δύο ἔτυψε τῇ μιᾷ· ἔτυψε λοιπὸν ᾗ οὐκ ἔχει χειρί· οὐδὲ γὰρ εἶχεν ἐκείνην μόνην. οἱ μὲν οὖν εὐθὺς ἐνίστανται πρὸς τὸ συμπέρασμα μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν. ἄλλοι δὲ ἐνίστανται πρὸς τὴν πρότασιν καὶ ἀληθῆ ταύτην εἶναί φασιν. ἔστω γοῦν, φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός,2 ὃ βούλονται οἱ σοφισταὶ συνάγειν ὡς ἄτοπον καὶ ἀδύνατον. εἰ γοῦν ἀληθές, οὐδὲ λύσιμον ἔσται· ἀλλὰ μὴν λύσει ὑποπίπτει· ἐροῦμεν γὰρ πρὸς τὸν σοφιστὴν ὅτι ὁ ἀποκρινόμενος δέδωκε τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, οὐχὶ τῆς μὴ οὔσης ὅλως ἀλλὰ τῆς λαιᾶς· τύπτειν γὰρ ἔφησε μετὰ τῆς δεξιᾶς, ἣν οὐκ ἔχει λαιάν, ἢ τῆς τοῦ Σωκράτους χειρός.
“所有诸如此类的论证也是相似的:‘是否用他并不具有的手……’;”文句的承接顺序如下:“一个人是否能用他所不具有的手击打?或者是否能用他所不具有的眼睛观看?或者是否可能具有他所没有接受的东西?”而中间的那些话则是某些人在解决诡辩题时提出的解决方案,亚里士多德并不赞同这些方案。这些诡辩题是在具有两只手、两只眼睛以及多于一枚小石子的人身上这样推导出来的:“一个人是否能用他所不具有的手击打?”“不能。”“但这个人并不是仅仅具有一只手而是具有两只,却用一只手击打;因此他是用他所不具有的手击打;因为在并不是仅仅具有一只手的情况下,他用仅仅一只手击打。”解决方案是他并不是用他所不具有的手击打,而是以他所不具有的方式击打;因为在并不是仅仅具有一只手的情况下,他用仅仅一只手击打。又如:“一个人是否能用他所不具有的眼睛观看?”“不能。”“但这个人并不是仅仅具有一只眼睛,却用一只眼睛看。”这并不是虚假的;因为有可能一只眼睛有眼疾而看不见,而另一只健全的眼睛却能看见。又如:“一个人是否可能具有他所没有接受的东西?”“不能。” “但这个人从这个人那里仅仅接受了一枚小石子(因为在这一个人给出一枚时,他也接受了一枚),接受了一枚之后却不具有一枚;因为与它在一起他还具有其他的;因此他具有他所没有接受的东西。”解决方案是他确实具有他所接受的东西,但除此之外他也具有其他的。因此有些人通过说他也具有一只眼睛和一只手来解决;因为既然他用一只手击打并用一只眼睛看,对于诸如观看和击打这样的活动而言,他也具有一只眼睛和一只手;因为他在活动中使用的东西,对于他现在所进行的活动而言,他也具有这些东西。而他说“拥有较多者也〔具有〕任何其他东西”,则是针对拥有多于一枚小石子的人说的。但他们说,从接受中他也具有一枚小石子;因为从这个人那里接受了一枚,他也由这个人处具有了一枚。而在“有些人还说,他接受了他所具有的”这句话中,所说的意思是:接受了一枚,由于接受他也具有了一枚。而“这个人只给出一枚小石子”这句话,是用来确立“但这个人从这个人那里只接受了一枚小石子,却不具有一枚”;因为他们说,如果这个人只给出一枚,接受的人也就只拿了一枚。至于“而那些立即推翻提问的人”这一句,意思是这样的:在解决上述诡辩题的人中,有些人反对结论,有些人则反对前提。例如诡辩家们问:“一个人有可能用他所不具有的手击打吗?”“没有。” “但这个人不是具有一只手而是具有两只,却用一只击打了;那么他是用他所不具有的手击打了;因为他并不只是具有那一手。”因此,有些人立即反对结论,说他具有一只,即活动着的那一只。另一些人则反对前提,并断言它是真的。他说:“无论如何,既然不击打是虚假的,那么假设用他所不具有的手击打是真的吧”——这正是诡辩家们想要推论为荒谬和不可能的事情。无论如何,如果是真的,它甚至将是不可解决的;然而它确实可以得到解决;因为我们将对诡辩家说,应答者承认了用他所不具有的手击打,但这并不是指完全不存在的手,而是指左手;因为他说用他并未作为左手而具有的右手,或者用苏格拉底的手击打。
- 1.131τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα
主动词 εἶπε 的主语依上下文指亚里士多德,前面的短语 τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων 带有中性单数定冠词 τό,直接引用了亚里士多德文句作为直接宾语。介词短语 διὰ τὸν ... ἔχοντα 表示理由或论述对象(“针对……而言”)。
- 1.131ἔστω γοῦν, φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός
第三人称单数命令语气 ἔστω 的实质主语是带冠词不定式短语 τὸ τύπτειν ... χειρός,述语为形容词 ἀληθές。φησίν 为插入语,因果从句 ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν(省略了系动词 ἐστί)嵌在其中,构成假定性让步的论证结构。
