- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:151.17-152.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《诡辩篇驳斥》第22章(178a29–37),探讨了关于失去先前具有之物(十枚羊拐骨的例子)和给出不具有之物(“仅仅一枚”及“迅速地”的例子)的诡辩题。亚历山大指出前者是将性质与数量相混淆的言辞形式谬误,并通过指出“仅仅”和“迅速地”表示给予的方式而非所给予之物本身,对后者作出了反驳与消解。
" Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει." Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει, ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σοφίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ πέντε ἢ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεώς ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν· ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἁπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σοφιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;’, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν1 ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν.
“与它们相似的还有这些论证:如果一个人后来不具有先前所具有的……” 该诡辩题的推进方式如下:“如果一个人不具有先前所具有的,他是否失去了它?”“是的。”“然而拥有十枚羊拐骨并失去了一枚的人,不再具有十枚;而如果他不具有十枚,先前却具有这十枚,因此他失去了这十枚;这乃是荒谬的;因为断言失去了一枚羊拐骨的人失去了十枚是荒谬的。”该诡辩题就是如此。但有些人试图解决它,说断言他失去了十枚并不是荒谬的;因为失去了一枚——九枚羊拐骨正是与它一起构成十枚——之后,他就不再具有十枚。有些人就是这样认为自己解决了问题。但这显然是不妥当的;因为这样的解决是针对人的,而不是针对事实的。亚里士多德紧接着诡辩题,通过说“或者他先前〔具有却〕并不具有的等等”,向我们清楚地陈述了针对事实的真正解决方案,实质上是说:一个人先前具有而后来不具有的事物,他固然必然失去了,但并不是无论他不具有多少分量,或者他不具有多少数目,就必然失去那么多的数量;因为并不是说,如果他先前具有十枚而现在不具有十枚,就必然失去十枚,而是失去了若干枚,比如三枚或五枚,或者十的其他部分,而不是十枚。这个诡辩题同样是由于言辞的形式产生的,这一点从下述情况中显而易见:数是数量,而“十”则是性质,正如“仅仅三个”以及简而言之各种形式也是如此。如果他询问了关于性质的事情,却推论出数量(因为先前具有十的人现在不具有十;因为他具有九;因为即使他不具有十,也并不必然失去了十个单位),因此询问了性质却推论出数量;所以这个诡辩题也是由于言辞的形式产生的。从以下这点来看这也是显而易见的:因为询问了关于十(它是性质,因为形式是本质的性质),他推论出“多少”,也就是询问了性质却推论出数量。因为他说,如果诡辩家不是按照诡辩题提出的方式询问,而是这样询问:“如果一个人后来并不具有先前具有的那么多数量,他是否失去了那么多的数量?例如,如果一个人先前具有十枚而后来不具有十枚,他是否失去了十枚?”,那么绝没有人会同意,而是会说“要么那么多,要么其中的某些”,也就是说,他会说他并没有失去十枚,而是失去了那么多,比如碰巧是三枚,或者是十的各个部分中的某一个。
"Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον." Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει. ἡ λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον2 δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τόδε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ὃ ἔχει’.
“以及一个人可能给出他并不具有的东西;因为他并不是仅仅具有一枚羊拐骨。” 该诡辩题如下:“一个人是否能给出他并不具有的东西?”“不能。”“但这个人并不是仅仅具有一枚羊拐骨,却给出了一枚;因此他给出了他并不具有的东西;因为在不具有一枚的情况下他给出了一枚;可见一个人可能给出他并不具有的东西。”解决方案是他并没有给出他所不具有的东西;因为具有许多枚,他也具有一枚。因此他并不是给出了他所不具有的东西(因为他具有那一枚),而是以他所不具有的方式给出了;因为在并不是仅仅具有一枚的情况下,他给出了仅仅一枚。因为正如“仅仅”既不表示某个特定的东西(例如实体),也不表示性质(因为它并不表示这些中的任何一个),而是如人们所说表示一种无关联的关联,例如指某物是自身单独存在而不是与其他东西在一起,同样,“不只是”也表明与他物同在。他在阐明所引入的诡辩题时,又引入了另一个如下的例子:“一个人是否能给出他所不具有的东西?”“不能。”“一个人在并不迅速地具有某物时,能否迅速地给出它?”“能。”“那么一个人便能给出他所不具有的东西。”因此他在解决这个诡辩题时说:“因为‘迅速地’并不是给出这个,而是这样给出”,这等同于说:“因为‘迅速地’表明给出的方式,即他是如何给出的,而不是表明他所不具有或具有的东西。”
- 1.129ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν
在 οὐδεὶς ἂν ἔδωκεν(“没有人会同意”)之后,ἀλλʼ ἤ 与否定词相应,表示“除了……之外”或“而是……”。正如后文的解释 τουτέστιν ἀλλʼ εἶπεν ἄν 所补充的,此处承前省略了带有 ἄν 的直陈式过去时动词(εἶπεν ἄν),意思是“而是[会说]‘要么是那么多数目,要么是其中的某些’”。
- 1.130ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον.
在对偶结构 οὐ δέδωκεν ὃ οὐκ εἶχεν ... ἀλλʼ ὡς οὐκ εἶχε 中,前者中的 ὃ 是宾格关系代词(作直接宾语,“他所不具有的东西”),而后者中的 ὡς 则是方式副词/连词(“以他所不具有的方式”),其后省略了动词 δέδωκεν。这一对偶将给出所欠缺的“客体”与以自己未曾拥有的“方式/状态”给出作了清晰的区分。
