← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§150.16-151.16

涉及能动与受动及个体与普遍的言辞形式谬误

作为对亚里士多德178a4的注解,阐明了因言辞形式而产生的谬误结构,驳斥并解决了混淆能动与受动(做与看见)、个体与普遍(“我/你”与“人”)以及关于运动所在之处的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.128#2

πλὴν ἐρεῖ ὁ ἀποκρινόμενος κατὰ τὴν λέξιν ταὐτὰ ὁμολογῆσαι ταῦτα. οὐκ ἐλήλεγκται οὖν, φησίν, ὁ οὕτως ἀποκρινόμενος. εἰ δ’ οἴεται τὸ ὁρᾶν ποιεῖν εἶναι, ἐλήλεγκται· ἔτι γὰρ προσδεῖται ὁ ἀποκρινόμενος ἐρωτηθῆναι1 εἰ τὸ ὁρᾶν ὑπολαμβάνει ποιεῖν, εἰ καὶ παρὰ τῶν ἀκουόντων ὑπολαμβάνεται συγχωρῆσαι τοῦτο, ὅτε ἠρωτᾶτο εἰ τὸ τέμνειν ποιεῖν ἔδωκε καὶ τὸ τετμηκέναι πεποιηκέναι καί τινα τοιαῦτα ὅμοια· ὁ γὰρ ἀκούων αὐτίκα προστίθησι ταὐτὸν εἶναι τὸ ὁρᾶν τῷ ποιεῖν. τὸ δὲ οὐκ ἔστιν ὁμοίως λεγόμενον τῷ ποιεῖν· φαίνεται δὲ διὰ τὴν προφοράν. φησὶ δὲ καὶ ὅτι ὃ συμβαίνει ἐν ταῖς ὁμωνυμίαις, τὸ αὐτὸ καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως· ὡς γὰρ ἐπ’ ἐκείνων οὐχ ὃ κατέφησεν ὁ ἀποκρινόμενος πρᾶγμα, ἀποφάσκει ὁ σοφιστής, ἀλλὰ ὄνομα μὲν ταὐτόν, πρᾶγμα δὲ οὔ, οὕτω καὶ ἐνταῦθα ὁ σοφιστὴς τὸ ὁρᾶν καὶ τὸ τέμνειν καὶ τὸ τρέχειν ὡς ὅμοια τῇ προφορᾷ λαμβάνων ἀπατᾷ λέγων καὶ τὸ ὁρᾶν ποιεῖν, ὅπερ οὐκ ἔστιν ἔλεγχος ἀληθής. ἀλλὰ δεῖ τὸν ἐλέγξαι ἀληθῶς μέλλοντα ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τούτων ποιῆσαι καὶ ἐρωτῆσαι εἰ τὸ ὁρᾶν ποιεῖν ἐστιν. ἀναληπτέον δὲ αὖθις τὸ ‘ἆρα ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;’. τὸ σόφισμα τοιοῦτον· ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; οὔ· ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι· ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι. παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμβαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τὸ τοιόνδε σόφισμα· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι·2 τὸ γὰρ τόδε τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς ἐν Κατηγορίαις εἴρηται· “δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν”· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τὸ τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τὸ σχῆμα τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν”, ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίσταντο οἱ σοφισταὶ λέγοντες ‘οὐ λέγομεν ὁρᾷ, ὁρᾶται, ὅρασις καὶ ἀκούει, ἀκούεται, ἄκουσις; ἀλλὰ μὴν ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι’. παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ ποιεῖν.

只是回答者会说,自己只是按照字面表达同意了这些是同一的。他说,因此这样回答的人并未被反驳。但如果他认为看见就是做,他就被反驳了;因为回答者还需要被进一步追问他是否认为看见就是做,即使在听众看来,当他在被问及并承认切割是做、切过是做过以及某些诸如此类类似的事情时,他已经承认了这一点;因为听众立即便附加上看见与做是同一的。但它并不是以与做同样的方式被述说的;只是由于发音而显得如此。他又说,在同音异义中发生的事情,在由于言辞形式而产生的误推中也同样发生;因为正如在那些情况下,诡辩家否定的并不是回答者所肯定的事物本身,而是名称相同但事物不同,在这里也是如此,诡辩家把看见、切割和奔跑当作在发音上相似的东西,借由说看见也是做来进行欺骗,而这并不是真正的反驳。相反,想要进行真正反驳的人,必须如同在同音异义的事物上那样在这些事物上也这样做,并追问看见是否就是做。 此外,还必须再次检视这个问题:“是否可能同时做并且做过同一事物?”这个诡辩题如下:“是否可能同时做并且做过同一事物?”“不。”“然而确实可能同时看见并且已经看见;因此也可能做并且做过。”这个诡辩题是由于言辞的形式产生的;因为看见是受动,而做是活动;但发生在相异事物上的情况,并不必然也发生在其余事物上。 如下的诡辩题也是如此:“我是什么,你就不是什么;但我是一个人;因此你不是一个人。”在这里也是,“我”和“你”是对个体说的,而“人”并不对任何个别的事物说。因此,这个错误推论是由于把非某个别之物当作某个别之物来使用而产生的;因为“这个”是对个体实体说的,正如在《范畴篇》中所说的那样;他在那里说:“因为每个实体似乎都表示这个”;但对于普遍者来说,“这个”绝不相宜,即使名称的形式看起来相似。 根据这些,那个断言运动不在被运动之物中的诡辩题也得到了解决;因为正如在《物理学》第三卷中所证明的,如果“运动是可运动之物作为可运动之物的现实”,那么显然它就在被运动之物中。但诡辩家们对此提出反对,说:“我们难道不说:看、被看、视觉,以及听、被听、听觉吗?然而视觉在看者之中,听觉在听者之中;因此运动也在使运动者之中。”这个错误推论是由于言辞的形式产生的;因为看以及一般的感知是受动而不是做。

语法注2 条
  1. 1.128ἔτι γὰρ προσδεῖται ὁ ἀποκρινόμενος ἐρωτηθῆναι

    动词 προσδέομαι 采用人称结构,由主语 ὁ ἀποκρινόμενος 支配被动态不定式 ἐρωτηθῆναι。此处并非非人称结构(如 προσδεῖ),而是作为人称句理解,意为“回答者还需要被进一步追问”。

  2. 1.128διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι

    介词 διά 支配带有定冠词的中性不定式 τὸ ... χρήσασθαι。否定词 οὐ 直接否定不定代词与格 τινί,构成实质词组(“非某个别之物”),作动词 χρήσασθαι 的与格宾语;而 ὡς τινί 则充当表语性补足语,整个结构意为“由于把非某个别之物当作某个别之物来使用”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:150.16-151.16