- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:149.1-150.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德177b35–178a4,阐明由于声调引起的错误推论的罕见性及其具体例证,随后分析基于言辞形式的反驳之应对,特别是能动与受动相混淆的推论结构。
" Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν." Ὅπερ καὶ κατ’ ἀρχὰς εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι παρὰ τὴν προσῳδίαν οὐ πάνυ ῥᾳδίως παραλογισμοὶ γίνοιντ’ ἂν οὔτε ἐν τοῖς γεγραμμένοις λόγοις οὔτε ἐν τοῖς λεγομένοις. πλὴν ἐκεῖ ἔλεγεν ὡς “ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον”, ἐν δὲ τοῖς ἐγγράφοις * * * * οὐδαμῶς, πλὴν εἰ καὶ δοίημέν τινας γίνεσθαι, ὀλίγοι τινὲς εὑρεθήσονται. οἷός ἐστιν ὁ λέγων· ἆρ’ ἔστι τὸ οὗ καταλύεις1 οἰκία; ναί· οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; ναί· ἡ οἰκία ἄρα ἀπόφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ οὗ καταλύεις περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος.
“没有由于声调而产生的论辩。” 正如他开篇所说的那样,他在此处也同样说:无论在书写的论辩中还是在口说的论辩中,由于声调而产生的错误推论都不大容易出现。只是在那里他说,“在不用文字的辩证讨论中,要构成一个论辩是不容易的”,而在有文字记录的论辩中[……]绝不;不过即使我们承认有些能够产生,也只能找到极少数。例如这样说的〔错误推论〕:“你寄宿的地方是一所房子吗?”“是的。”“那么‘你不寄宿’不是‘你寄宿’的否定吗?”“是的。”“因此这所房子是一个否定。”该诡辩题是由于声调而来的,因为在第一个前提中,“你寄宿的地方”是带着曲折调被承认的,而在第二个前提中则不是这样被领会的。
"Δῆλον δὲ καὶ ἐν τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτά." Ἐνταῦθα καὶ περὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένων ἐλέγχων φησί. δῆλον οὖν, φησί, πῶς ἀπαντητέον πρὸς τούτους, εἴπερ ὥρισται ἡμῖν ὅτι δέκα τὰ ἀνωτάτω γένη. ὁ μὲν οὖν ἀποκρινόμενος ἐρωτηθεὶς εἰ ὁ Σωκράτης, ὅς ἐστιν οὐσία, πρὸς τί ἐστιν, ἀνανεύει (τοῦτο γὰρ δηλοῖ τὸ μὴ ὑπάρχειν τι τούτων, τουτέστι τῶν ἐννέα γενῶν, ὅσα τί ἐστι καὶ οὐσίαν σημαίνει)· ὁ δὲ ἐρωτῶν δείκνυσι τὴν οὐσίαν ἢ ποσὸν ἢ πρός τι ἢ ἄλλο τι νομιζόμενον οὐσίᾳ εἶναι. οἷον ἐρωτᾷ εἰ ὁ Σωκράτης πατήρ· ὁ δὲ ἐρωτώμενος ὁμολογεῖ τοῦτο οὐχὶ πρός τι καὶ συμβεβηκὸς τὸν Σωκράτην νομίζων ἀλλ’ ὡς υἱὸν ἔχοντα· ὁ δὲ συνάγει εὐθὺς τῷ τὸν Σωκράτην πατέρα εἶναι,2 τοῦτον δὲ πρός τι, τὸ δὲ 〈πρός τι〉 συμβεβηκὸς καὶ αὐτὸν εἶναι συμβεβηκός. ἔστι δὲ ἡ παραγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ὁ Σωκράτης πατήρ; ναί· ἆρά γε ὁ πατὴρ τῶν πρός τι; ναί· ὁ Σωκράτης ἄρα τῶν πρός τι· ὁ Σωκράτης ἄρα συμβεβηκός. ἃ δὲ ἐφεξῆς τίθησι παραδείγματα οὐκ εἰσὶ τοῦ συνάγοντος ἐλέγχου καὶ δεικνύντος οὐσίαν συμβεβηκὸς ἢ τὸ ἀνάπαλιν, ἀλλὰ τοῦ τὸ πάθος ὑπὸ τὸ ποιεῖν ἀνάγοντος. ἠρώτων γὰρ οἱ σοφισταὶ εἰ τὸ αὐτό ἐστι ποιεῖν τε καὶ πεποιηκέναι· τοῦ δὲ ἀποκρινομένου ἀρνουμένου (οὐδὲ γάρ ἐστιν ἀληθῶς ταὐτὸ τὸ ποιεῖν τῷ πεποιηκέναι· τὸ μὲν γὰρ πεποιηκέναι ἐπὶ τῶν ἤδη γεγονότων λέγεται, τὸ δὲ ἐπὶ τοῦ νῦν ἐνεργοῦντος) προσηρώτων καὶ αὖθις εἰ τὸ αὐτὸ ἐνδέχεται ὁρᾶν καὶ ἑωρακέναι, ὃ καὶ ἀληθὲς καταφαίνεται· ὃ γὰρ εἶδον πρότερον, καὶ νῦν τὸ αὐτὸ ὁρᾶν οὐδὲν ἀπεικός. ἀλλὰ μὴν τῇ προφορᾷ τῆς λέξεως ταὐτὸ δοκοῦσιν εἶναι τὸ ποιεῖν τῷ ὁρᾶν καὶ τὸ πεποιηκέναι τῷ ἑωρακέναι, καὶ ἢ οὐκ ἐνδέχεται τὸ αὐτὸ ὁρᾶν καὶ ἑωρακέναι, ἢ εἰ ἐνδέχεται ταῦτα, ἐνδέχοιτο ἂν καὶ τὰ ἄλλα. καὶ πάλιν ἐρωτῶσιν εἰ τὸ πάσχειν ποιεῖν ἐστιν· μὴ ὁμολογήσαντος τοῦ ἀποκρινομένου φασὶν ὅτι, ἐπειδὴ ὁμοίως λέγεται τὸ τέμνεσθαι καὶ καίεσθαι καὶ αἰσθάνεσθαι, ἀνάγοιντο ἂν ὑπὸ τὸ πάσχειν· ἀλλὰ καὶ τὸ τέμνειν καὶ λέγειν καὶ τρέχειν ὁμοίως ἐκφερόμενά εἰσι· καὶ λοιπὸν ἀναχθείησαν ὑπὸ τὸ ποιεῖν· ἀλλὰ τὸ ὁρᾶν πάθος ἐστὶ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς εἴ τις μὴ συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχωρεῖν3 ὁρᾶν καὶ ἑωρακέναι τὸ αὐτό, καὶ ἁπλῶς εἰπεῖν ταῦτα πάντα ὁμολογήσας οὐκ ἐλήλεγκται ὅσον ἐπὶ τούτῳ, εἰ μὴ ἐνεργείᾳ ἐρωτηθείη, τί οἴεται περὶ τοῦ ὁρᾶν, εἰ ὑπὸ τὸ πάσχειν ἀνάγεται. καίτοι ὁ ἀκροατὴς ἀμαθὴς ὢν οἴεται δοῦναι τὸν ἀποκρινόμενον τοῦτο, ὅτε δηλαδὴ ὡμολόγησε ταὐτὸ εἶναι τὸ λέγειν, τρέχειν, ὁρᾶν καὶ τέμνειν, ὡμολόγησε δὲ καὶ ὅτι τὸ τέμνειν ποιεῖν ἐστι.
“在由于非同一的事物被以同样方式述说而产生的论辩中,也是显而易见的。” 在此他也谈到了由言辞的形式而产生的反驳。他说,因此很明显应当如何回应这些反驳,既然我们已经规定最高的属有十个。于是,回答者在被问及作为实体的苏格拉底是否是关系时,予以否定(因为“这些即九个属中的任何一个都不属于凡表示是什么和实体的事物”这句话正是表明这一点);而提问者则表明其实体要么是数量,要么是关系,要么是被认为属于实体的其他某种东西。例如,他询问苏格拉底是否是父亲;被问者同意了这一点,并非把苏格拉底当作关系和偶性,而是当作拥有儿子的人;然而提问者随即借助苏格拉底是父亲、父亲是关系、而关系是偶性这一点,得出结论说苏格拉底本身也是偶性。这个诡辩题的误导如下:“苏格拉底是父亲吗?”“是的。”“父亲属于关系之列吗?”“是的。”“因此苏格拉底属于关系之列。”“因此苏格拉底是偶性。” 然而他接下来提出的例子,并不是得出结论并表明实体是偶性或反之的论驳,而是把受动归入能动之下的例子。因为诡辩家们曾询问做与做过是否是同一的;在回答者否认时(因为在真实意义上做与做过并不是同一的;因为做过是针对已经发生的事情说的,而做是针对现正活动的事情说的),他们又进一步追问是否可能看见并且已经看见了同一事物,而这显得确实是真的;因为在现在看到以前看过的同一事物,绝非不合情理。然而在言辞的发音上,做似乎与看见是同一的,做过似乎与已经看见是同一的;要么不可能看见并且已经看见同一事物,要么如果这些是可能的,其他那些也会是可能的。接着他们再次提问受动是否就是做;在回答者不同意时,他们说,既然被切割、被焚烧和感觉是同样被述说的,它们就会被归入受动之下;但是切割、说和跑也是同样被表达的;因此它们就会被归入做之下;然而看见是一种受动,且被归入受动之下。因此亚里士多德说,如果有人虽然不同意同时做与做过,却说可能看见并且已经看见同一事物,并且简而言之同意了所有这些,就此而言他也并未被反驳,除非实际地询问他对看见有何看法,它是否被归入受动之下。尽管无知的听众以为回答者已经承认了这一点,也就是当他显然同意了说、跑、看见和切割是同一的,并且同意了切割是做的时候。
- 1.127τὸ οὗ καταλύεις
这是由定冠词 τό 统辖关系副词从句 οὗ καταλύεις(“你寄宿之处”)构成的名词性短语。它与紧随其后的 οὐ καταλύεις(否定词 οὐ +动词“你不住”)在发音上极为相近,仅凭粗气符与曲折调的差异造成歧义,诡辩正是通过在两前提间偷换声调而构成的。
- 1.128συνάγει εὐθὺς τῷ τὸν Σωκράτην πατέρα εἶναι
动词 συνάγει(“推导/得出结论”)由带与格冠词 τῷ 的三个并列对格不定式短语(τὸν Σωκράτην πατέρα εἶναι, τοῦτον δὲ πρός τι 以及 τὸ δὲ 〈πρός τι〉 συμβεβηκός)作表示手段与根据的工具与格修饰,由此最终推导出结论 καὶ αὐτὸν εἶναι συμβεβηκός(“他自身也是偶性”)。
- 1.128ὡς εἴ τις μὴ συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχωρεῖν
在间接引语结构(φησὶν ... ὡς)中,条件从句由将来时希求法(συγχωρήσοι)与现在时希求法(φαίη)构成。归结从句采用现在完成时直陈式(οὐκ ἐλήλεγκται),表明即便对方同意了这些前提,只要未被直接问及“看”的范畴归属,在逻辑上就并未构成真正的反驳。
