- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:147.17-148.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《辨谬篇》第20章(177b20–22),考察涉及时间副词“现在”的结合与分离谬误,以及关于潜能与现实同时性的结合谬误(齐特拉琴乐手之例),批判了试图用可能与必然的混淆来消解该谬误的注家,并确立了依结合消解的正确性。
" Ἆρα ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι σὺ γέγονας;" Τὸ σόφισμα τοιοῦτον· ἆρα γέγονας σύ; ναί· τί δέ, ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας; ναί· γέγονας ἄρα νῦν. ἄλλο γὰρ σημαίνει διαιρούμενον τὸ νῦν ἀπὸ τοῦ εἰπεῖν καὶ ἄλλο συντιθέμενον.1 εἰ δέ τις ἐρωτᾷ τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν· οἷον ἆρα νῦν γέγονεν ἔκλειψις;
“现在说你已经出生,是真的吗?” 该诡辩题如下:“你已经出生了吗?”“是的。”“那么,现在说你已经出生,是真的吗?”“是的。”“因此你是在现在出生的。”因为“现在”一词与“说”相分离,还是与它相结合,意味着不同的事情。但如果有人就现正发生的一场日食提出这个论辩,那就会是由于分离引起的;例如“日食是在现在发生的吗?”
"Ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν;" Καὶ τοῦτο παράδειγμά ἐστι τοῦ παρὰ σύνθεσιν παραλογισμοῦ. ἠρωτᾶτο δὲ οὕτως παρὰ τῶν σοφιστῶν· ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; ναί· οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν;2 ναί· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων. θεὶς δὲ αὐτὸς τὸ σόφισμα καὶ τὴν ἀληθῆ προσθεὶς τοῦ σοφίσματος λύσιν, ὅτι οὐ δύναμιν ἔχει τοῦ ἅμα μὴ κιθαρίζειν καὶ κιθαρίζειν, ἀλλ’ ὅτι τοῦ μετὰ ταῦτα κιθαρίσαι, καὶ ὅτι παρὰ τὴν σύνθεσίν ἐστιν ἡ παραγωγὴ καὶ τὸ σόφισμα, ἐπιμέμφεται τοὺς οὐχ οὕτω λύοντας μηδὲ λέγοντας ὅτι παρὰ τὴν σύνθεσιν ὁ παραλογισμός, ἀλλ’ ἐπ’ ἄλλα φερομένους καὶ λέγοντας 〈ὡς〉 μὴ ὃ δύναται ποιεῖν, πάντως, τουτέστι καὶ ἐξ ἀνάγκης δύναται. εἰ γὰρ ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τότε ἔδει λέγειν ‘μὴ κιθαρίζων κιθαρίσαις ἄν, ἐπειδὴ δύνασαι κιθαρίζειν, τὸ δὲ δυνατὸν ἀναγκαῖον, πᾶν δὲ ἀναγκαῖον ὄν· πᾶν γὰρ ἀναγκαῖον ὄν, ὥσπερ καὶ πᾶν ἀδύνατον μὴ ὄν. εἰ οὖν ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τὸ δὲ ἀναγκαῖον ὄν, ἐπειδὴ δέδωκε κιθαρίζειν δύνασθαι, δέδωκε καὶ ὅτι κιθαρίζει μὴ κιθαρίζων. ἐπειδὴ δὲ οὐκ ἔστι ταὐτόν, οὐδὲ τὸ κιθαρίζειν δέδωκεν· οὐ γάρ, φασί, δέδωκε καὶ ἐξ ἀνάγκης ποιεῖν, ἤτοι κιθαρίζειν, εἰπὼν ὅτι δύναται ποιεῖν καὶ κιθαρίζειν· οὐ γὰρ ταὐτόν ἐστι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν, φησίν, ὅτι οὐ καλῶς λύουσιν· εἰ γὰρ ὁ παραλογισμὸς ἦν ἐκ τοῦ τὸ δυνατὸν λαβεῖν ὡς ταὐτὸν ὂν τῷ ἀναγκαίῳ, ἔδει τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν,3 τουτέστιν ἔδει πάντων τῶν ὁμοίων τῷ λόγῳ τούτῳ λόγων, ἤτοι τῶν παρὰ τὴν σύνθεσιν, ὡς ἡμεῖς λέγομεν, ἀπατώντων ἀλλὰ μὴ παρὰ τὸ δυνατὸν καὶ ἀναγκαῖον, ὡς ἐκεῖνοι λέγουσιν, ἔδει οὖν πάντων τούτων τὴν αὐτὴν εἶναι λύσιν. οὔτε δὲ ἐπ’ ἐκείνων ἁρμόσοι ἂν ἡ λύσις αὕτη οὔτε ἐπὶ τούτου, εἰ οὕτω πως ἐρωτηθείη· ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις. ἐνταῦθα αἱ μὲν Ἀριστοτέλους λύσεις ἁρμόσουσιν, ἡ δὲ ἐκείνων οὐδαμῶς. οὐδὲν δὲ κωλύει τῆς λέξεως πάλιν μνησθέντας λέγειν. οὐ γὰρ πάντως, φασὶ μὴ καλῶς λύοντες, ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοῦ δυνατοῦ δέδωκε τῷ δύνασθαι κιθαρίζειν ἤδη καὶ τὸ μὴ κιθαρίζειν, δύνασθαι δὲ κιθαρίζειν· ἀλλὰ τὸ μὲν ὡς δύναται κιθαρίζειν, κιθαρίσει’ δηλοῖ ὅτι δύναμιν ἔχει μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσαι· τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν’ δηλοῖ καὶ τὸ ὅτε οὐ κιθαρίζει, ὅτι ἤδη κιθαρίζει, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει, ὅτε οὐ κιθαρίζει, τότε κιθαρίζειν ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν· εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον ‘ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις’, εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, ἡ δὲ τῶν ἄλλων λόγων οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα, δῆλον· οὐκ ἔδει γὰρ συμπεράνασθαι ὅτι οὐ κιθαρίζων ἄρα κιθαρίζεις, ἀλλ’ ὅτι οὐ κιθαρίζων ἄρα συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν· τοῦτο δὲ οὐκ ἀδύνατον. α
“照你能做的方式以及你能做的事,你能这样并且做这些事吗?” 这也是一个由于结合而产生的错误推论的例子。诡辩家们曾这样提问:“照你能做的方式以及你能做的事,你能这样并且做这些事吗?”“是的。”“那么在没有弹奏齐特拉琴时,你拥有弹奏齐特拉琴的能力吗?”“是的。”“因此,在没有弹奏齐特拉琴时,你也能弹奏齐特拉琴。”他自己提出了这个诡辩题,并补充了该诡辩题的真正消解,即他并非拥有同时不弹齐特拉琴又弹奏齐特拉琴的能力,而是拥有在此之后弹奏齐特拉琴的能力,而且这种误导和诡辩是由于结合而来的;在此之后,他指责了那些不这样消解、也不说该错误推论是由于结合而来,而是转向其他事物并声称人能做的事并非完全地、即并非必然地能做的人。 因为他们说,如果可能与必然是同一的,那么当时就应当说:“在不弹齐特拉琴时你能弹齐特拉琴,既然你能弹齐特拉琴,而可能的就是必然的,且一切必然的事物都是存在者”;因为一切必然的事物都是存在者,正如一切不可能的事物都是非存在者一样。因此他们说,如果可能与必然是同一的,而必然的就是存在者,那么既然他承认了能够弹齐特拉琴,他也承认了在不弹齐特拉琴时弹着齐特拉琴。但既然二者并非同一,他也就没有承认弹奏齐特拉琴;因为他们说,他并没有因说过能够做并且能够弹齐特拉琴,就承认了也必然去做、即弹奏齐特拉琴;因为可能与必然不是同一的;因为“照其能做的方式去做与完全照其能做的方式去做并不是同一的”这句话正是表明这一点的。 “然而显而易见,”他说,“他们并没有很好地消解”;因为如果该错误推论是由于把可能当作与必然是同一的而产生的,那么出于同一原因的诸论辩就应当有相同的消解,也就是说,一切与这一论辩相似的论辩——即正如我们所说,是由于结合而产生欺骗,而非如他们所说是由于可能与必然的论辩——所有这些都应当有相同的消解。然而这种消解既不适用于那些论辩,也不适用于这个论辩,如果它是被大致这样提问的话:“照你赞同和假定的方式以及你赞同和假定的事,你会这样并且做这些事吗?在不弹齐特拉琴时,你赞同和假定弹奏齐特拉琴吗?”“是的。”“因此在不弹齐特拉琴时,你弹着齐特拉琴。”在此,亚里士多德的消解将是适用的,而他们的消解则绝不适用。 而且再次提及原文措辞来加以说明也毫无妨碍。因为那些没有妥善消解的人说,绝非已承认他将照他能做的方式去做,也就是说,他并没有在可能的每一种含义上,随着能够弹齐特拉琴就立刻承认了不弹齐特拉琴却能够弹齐特拉琴;然而“照他能弹齐特拉琴的方式,他将弹奏”表明他现在虽不弹齐特拉琴,却拥有在此之后弹奏的能力;而“完全能够弹齐特拉琴”则表明当他不弹齐特拉琴时,他也立刻弹着齐特拉琴,而这是假的,即声称当他不弹齐特拉琴时,他拥有在那时弹齐特拉琴的能力,以致同时处于弹齐特拉琴和不弹齐特拉琴的状态。 因此亚里士多德说他们没有妥善消解;因为如果有人这样提问该论辩:“照你赞同和假定的方式以及你赞同和假定的事,你会这样并且做这些事吗?在不弹齐特拉琴时,你赞同和假定弹奏齐特拉琴吗?”“是的。”“因此在不弹齐特拉琴时,你弹着齐特拉琴”——如果有人这样提问该论辩,那么亚里士多德那说明诡辩题是由于结合而来的消解将是适用的,而基于其他论据的消解则绝不适用。而诡辩题是由于结合而来的,这是显而易见的;因为不应当得出结论说“因此在不弹齐特拉琴时你弹着齐特拉琴”,而应当得出“因此在不弹齐特拉琴时你赞同并假定弹奏齐特拉琴”;而这并非不可能。
- 1.125διαιρούμενον τὸ νῦν ἀπὸ τοῦ εἰπεῖν καὶ ἄλλο συντιθέμενον
指副词 νῦν 的统语归属歧义:是与不定式 εἰπεῖν 结合(结合:“现在说”),还是与从句 ὅτι γέγονας 结合(分离:“在现在出生”)。分词 διαιρούμενον 与 συντιθέμενον 为被动分词,作主语 τὸ νῦν 的表语性成分。
- 1.126οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν;
分词 οὐ κιθαρίζων 修饰主语,表伴随状况或时间条件(“在未弹齐特拉琴时”)。诡辩题中该分词被非法地与不定式 κιθαρίζειν 结合而非与主要动词 ἔχεις 结合,从而导出了“在不弹时弹奏的能力”这种荒谬的共时性。
- 1.126τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν
宾格加不定式结构,作无人称动词 ἔδει 的真实主语从句。παρὰ ταὐτόν 是介词短语,意为“基于同一原因(谬误根源)”。这体现了亚里士多德逻辑学的一般原则:基于同一谬误来源的论辩必须具有相同的消解方式。
