- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:146.21-147.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《诡辩篇驳斥》第20章(177b12起),亚历山大补充了对“优秀鞋匠”诡辩题的消解,指出关于“恶的知识”的诡辩题存在双重错误——即在第二格中使用两个肯定前提的形式错误和偷换结论的错误,并对文中难解语句提出了两种解释可能。
τὸ δὲ ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός λύσις ἐστὶ τοῦ σοφίσματος, ὡς εἰ ἔλεγεν ‘ἢ ἀγαθὸς μὲν ἔσται ἄνθρωπος, μοχθηρὸς δὲ σκυτεύς, ἀλλ’ οὐχὶ μοχθηρὸς μὲν ἄνθρωπος, σκυτεὺς δὲ ἀγαθός’. δύναται τὸ σόφισμα καὶ τοιοῦτον εἶναι· ἆρά γε ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι, τουτέστιν ἆρα ἐνδέχεται τινα ἀγαθὸν μὲν εἶναι σκυτέα ἄνθρωπον δὲ μοχθηρόν; ναί· ἔστι δέ τις ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· εἶτα ὥσπερ συμπέρασμα ἐπιφέρειν1 τὸ ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός, τουτέστιν ὥστε ἔσται ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· ἔκειτο δὲ ἔμπαλιν. ἐν δὲ τῷ ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα κατὰ δύο ἡμάρτηται ὁ λόγος, καθ’ ἓν μέν, ὅτι ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογίζεται, καθ’ ἕτερον δέ, ὅτι οὐδὲ συνάγει ὅπερ φαίνεται ἐκ τῶν κειμένων συμβαίνειν, ἀλλ’ ἄλλο τι. δῆλον δὲ τοῦτο ἐντεῦθεν· ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; ναί· εἶτα ἐπῆγεν τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· καὶ ὁρᾷς ὅτι αἱ δύο καταφατικαὶ μέσον ὅρον ἔχουσι τὸ μάθημα. ὅμως, εἰ καὶ ἀσυλλόγιστος ἡ συζυγία, οὐχ ὅπερ ἐκεῖνοι ἐπιφέρουσι, διὰ τούτων συμβαίνει, τὸ σπουδαῖον ἄρα μάθημα τὸ κακόν. οὐ δὴ τοῦτο συμβαίνει, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, ὅπερ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ ἀλλ’ ἔστι κακῶν σπουδαία ἡ ἐπιστήμη, ὡς εἰ ἔλεγεν ‘οὐ συνάγεται ἐκ τῶν κειμένων τὸ σπουδαῖον μάθημα τὸ κακόν, ἀλλ’ ὅτι τοῦ κακοῦ ἢ τῶν κακῶν σπουδαία ἡ ἐπιστήμη’. τὸ δὲ ἀλλὰ μὴν καὶ κακὸν καὶ [σπουδαῖον] μάθημα τὸ κακὸν δύναται καὶ ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον νοεῖσθαι2 ἐπιτεινόντων τὸ ἄτοπον, ὡσανεὶ λεγόντων ‘σπουδαῖον ἄρα μάθημα τὸ κακόν, ἀλλὰ μὴν καὶ κακόν, ὅπερ ἄτοπον’, τὸ δὲ καὶ μάθημα τὸ κακὸν ὡς κατασκευαστικὸν ὑπ’ αὐτῶν λέγεσθαι τοῦ καὶ τὸ κακὸν μάθημα εἶναι καὶ μὴ μόνον τὰ καλὰ εἶναι μαθήματα ἀλλὰ καὶ τὰ κακά. δύναται μὲν οὖν καὶ οὕτως ὡς εἴπομεν νοεῖσθαι. δύναται καὶ ὡς λύσιν τις τοῦτο τοῦ σοφίσματος ἐπινοεῖν, δυνάμει λέγοντος τοῦ Ἀριστοτέλους ‘πρῶτον μὲν οὐκ ἔστι μάθημα τὸ κακόν· εἰ δὲ καὶ θήσει τις μάθημα εἶναι καὶ τὸ κακόν, κακὸν ἔσται μάθημα’. οὐ γὰρ τὸ σπουδαῖον εἶναι συνάγεται διὰ τῶν ἠρωτημένων, ἀλλὰ τὸ τῶν κακῶν σπουδαίαν εἶναι τὴν ἐπιστήμην· τοῦτο δὲ οὐδέν ἐστιν ἄτοπον· ἐνδέχεται γάρ τινα φαῦλον ὄντα καὶ κακὸν ἀριθμητικὸν εἶναι, σπουδαίας οὔσης ἐπιστήμης τῆς τοῦδε.
而“因此一个优秀的鞋匠将是拙劣的”这一句是对该诡辩题的消解,如同他在说:“或者他将是一个好人,却是一个拙劣的鞋匠,而不是既是一个卑劣的人,又是一个优秀的鞋匠。”该诡辩题也可以是这样的:“身为优秀的鞋匠可能是卑劣的吗”,也就是说,某人可能是一个优秀的鞋匠,却是一个卑劣的人吗?“是的。”“但某人是一个好人,却是一个差劲的鞋匠”;然后作为结论推导出“因此一个优秀的鞋匠将是拙劣的”,也就是说,因此他将是一个好人,却是一个差劲的鞋匠;然而先前假定的却是相反的。 而在“凡其知识是优秀的,其所学之物也是优秀的吗”中,该论辩在两个方面犯了错误:其一,在于它在第二格中由两个肯定前提进行推论;其二,在于它甚至没有推导出表面上从假定前提必然得出的东西,而是推导出了别的东西。这一点由以下步骤显而易见:“凡其知识是优秀的,其所学之物也是优秀的吗?”“是的。”然后他接着提出:“但恶之所学是优秀的。”你看,这两个肯定前提以“所学之物”为中项。然而,即便这一组合无法构成三段论,他们所推出的结论也不是通过这些前提得出的,即“因此恶是优秀的所学之物”。这确实并没有得出,得出的反而是“关于恶的知识是优秀的”,这一点他自己也通过“然而关于诸恶的知识是优秀的”表明了,如同他在说:“从假定的前提中推导出的并不是‘恶是优秀的所学之物’,而是关于恶或关于诸恶的知识是优秀的”。 而“然而恶既是恶,也是[优秀的]所学之物”这句,也可以被理解为是由加重其荒谬性的诡辩家们所说的,如同他们在说:“因此恶是优秀的所学之物,然而它又是恶,这是荒谬的”;而“恶也是所学之物”这一句,则可理解为他们为了确立“恶也是所学之物,且不仅美善之物是所学之物,恶也是所学之物”而说的。因此,正如我们所说,它可以这样被理解。也可以有人将此设想为对诡辩题的消解,即亚里士多德在事实上说:“首先,恶不是所学之物;但即便有人设定恶也是所学之物,它也将是恶的所学之物”。因为通过所提问的内容推导出来的并不是它是优秀的,而是关于诸恶的知识是优秀的;而这绝非荒谬,因为完全可能某人是一个卑鄙且恶劣的人,却精通算术,而此人的知识是优秀的。
- 1.124εἶτα ὥσπερ συμπέρασμα ἐπιφέρειν
不定式 ἐπιφέρειν 受前文 δύναται τὸ σόφισμα καὶ τοιοῦτον εἶναι(该诡辩题也可以是这样的)中的谓语动词 δύναται 支配,与前面的不定式 εἶναι 构成并列,用于描述辩证问答的推演过程(“提问……然后作为结论推导……”)。
- 1.124τὸ δὲ ἀλλὰ μὴν καὶ κακὸν καὶ [σπουδαῖον] μάθημα τὸ κακὸν δύναται καὶ ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον νοεῖσθαι
名词化短语 τὸ δὲ ... τὸ κακόν 整体作为被动不定式 νοεῖσθαι(被理解)的主语(宾格主语或主格引语)。随后的 τὸ δὲ καὶ μάθημα τὸ κακὸν ὡς κατασκευαστικὸν ὑπ’ αὐτῶν λέγεσθαι 同样属于这一框架,不定式 λέγεσθαι 附属于前文的 νοεῖσθαι 或 δύναται。
