- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:145.26-146.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者考察了亚里士多德所引用的因结合而产生的诡辩题事例——即欧梯德谟关于战船的论辩以及“好人与拙劣鞋匠”的事例——阐明它们是具有双重性的结论,因而在重音上应作为推论连词而非疑问小词来读,并剖析了其中的逻辑谬误构造。
" Καὶ ὁ Εὐθυδήμου λόγος, ἆρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις." Οὐχ ἕν τι μόνον παράδειγμα τίθησι τοῦ παρὰ σύνθεσιν καὶ διαίρεσιν παραλογισμοῦ ἀλλὰ διάφορα, ὥσπερ δὴ καὶ αὐτὸς ἐπεσημειώσατο εἰπὼν τοὺς τιθεμένους πάντας λόγους παρὰ σύνθεσιν εἶναι ἢ διαίρεσιν. οἷός ἐστι καὶ ὁ Εὐθυδήμου λόγος συμπεραινόμενος οὕτως· ἆρ’ οἶδας νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν· τοῦτο γὰρ τὸ συμπέρασμα τοῦ σοφίσματός ἐστι παρὰ τὴν σύνθεσιν ἔχον τὸ διττόν, καὶ δεῖ τὸ ἄρα οἶδας ὀξύνειν ἀλλὰ μὴ περισπᾶν.1 τὸν δὲ λόγον ἠρώτα ὁ Εὐθύδημος ἐν Πειραιεῖ τυγχάνων, ὅτε αἱ τῶν Ἀθηναίων τριήρεις εἰς Σικελίαν ἦλθον. ἔστι δὲ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη· ἆρά γε σὺ νῦν ἐν Πειραιεῖ εἶ; ναί· ἆρ’ οἶδας ἐν Σικελίᾳ τριήρεις οὔσας; ναί· ἆρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· οὐ γάρ, εἰ ἐν Πειραιεῖ εἰμι νῦν, καὶ εἰ οἶδα ὅτι ἐν Σικελίᾳ εἰσὶν αἱ τριήρεις, ἀνάγκη νῦν ἐμὲ ἐν Σικελίᾳ εἶναι ἐν Πειραιεῖ ὄντα καὶ τὰς ἐν Σικελίᾳ τριήρεις ἐν Πειραιεῖ εἶναι. τοῦτο γὰρ συνῆγεν ὁ Εὐθύδημος, τὸ τὸν ὄντα ἐν Πειραιεῖ νῦν τὸν αὐτὸν ἐν Σικελίᾳ εἶναι2 καὶ τὰς οὔσας ἐν Σικελίᾳ νῦν τριήρεις τὰς αὐτὰς ἐν Πειραιεῖ νῦν εἶναι. καὶ πάλιν ἆρ’ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι. καὶ τοῦτο ὀξύνειν δεῖ· συμπέρασμα γάρ ἐστι τοῦ σοφίσματος ἔχον τὸ διττὸν παρὰ τὴν σύνθεσιν· ἢ γὰρ ὅτι ἀγαθὸς μέν ἐστι καὶ σπουδαῖος, φαῦλος δὲ σκυτεὺς καὶ ἄτεχνος, ἢ ὅτι ἀγαθὸς μὲν σκυτεὺς καὶ ἐπίδοξος κατὰ τὴν τέχνην, φαῦλος δὲ καὶ μοχθηρὸς ἄνθρωπος. ἐφ’ οὗ καὶ συνεπεράνατο τὸ σόφισμα οὑτωσί πως ἀγόμενον· ἆρά γε ὁ Σίμων ἀγαθός ἐστι; ναί· ἆρά γε ὁ Σίμων σκυτεύς μοχθηρός ἐστι; ναί· ὁ Σίμων ἄρα ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός ἐστιν. ἐδήλωσε δὲ τὰ δύο ἐρωτήματα διὰ τοῦ εἴη δ’ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός, διὰ μὲν τοῦ εἴη ἄν τις ἀγαθὸς ὢν τὸ ‘ἆρά γε ὁ Σίμων ἀγαθός;’, διὰ δὲ τοῦ σκυτεὺς μοχθηρός τὸ ‘ἆρά γε ὁ Σίμων σκυτεὺς μοχθηρός;’. τοῦτο δὲ ἔλυσε δυνάμει καὶ ἐν τῷ Περὶ ἑρμηνείας λέγων ‘οὐ γὰρ ὅσα χωρὶς λέγεται, καὶ ἅμα δύναται λέγεσθαι’· “οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός”.
“以及欧梯德谟的论辩:‘你知道现在在比雷埃夫斯的那些三列桨座战船吗……?’” 他给出的因结合与分拆而产生的谬推事例不仅是一个,而是若干个,正如他自己也曾指出的那样,他说提出的所有论辩都是因结合或分拆而产生的。欧梯德谟得出如下结论的论辩亦属于此类:“因此,你在西西里,现在知道在比雷埃夫斯的那些三列桨座战船”;因为这个诡辩题的结论因结合而具有双重性,且必须给“因此知道”加锐音符而不是抑扬符。欧梯德谟是在雅典人的战船前往西西里时,自己恰好身在比雷埃夫斯提出这个论辩的。该诡辩题的推演过程如下:“你现在在比雷埃夫斯吗?”“是的。”“你知道在西西里有战船吗?”“是的。”“因此,你在西西里,现在知道在比雷埃夫斯的那些战船。”这个诡辩题是因结合而产生的;因为并非如果我现在在比雷埃夫斯,且我知道战船在西西里,就必然得出:身在比雷埃夫斯的我现在在西西里,并且在西西里的战船现在在比雷埃夫斯。因为欧梯德谟所推导出的正是这一点,即现在在比雷埃夫斯的人作为同一个人身处西西里,而现在在西西里的战船作为同样的战船现在身处比雷埃夫斯。 再如:“因此,一个善良的人可能是拙劣的鞋匠。”这也必须加锐音符;因为它是诡辩题的结论,因结合而具有双重性:或者是指他是一个善良优秀的人,却是一个拙劣无能的鞋匠;或者是指他是一个在技艺上享有声誉的优秀鞋匠,却是一个卑劣拙劣的人。关于这一点,诡辩题也大致是这样推演并得出结论的:“西蒙是善良的吗?”“是的。” “西蒙是拙劣的鞋匠吗?”“是的。”“西蒙因此是一个善良的人,却是一个拙劣的鞋匠。”他通过“一个善良的人可能是拙劣的鞋匠”道出了这两个提问:通过“一个善良的人可能是”道出了“西蒙是善良的吗?”,通过“拙劣的鞋匠”道出了“西蒙是拙劣的鞋匠吗?”。他在《解释篇》中也实际上解决了这个问题,他说:“因为并非凡是分别述说的,都能合并述说”;“因为并非如果他是鞋匠且是优秀的,他也就是优秀的鞋匠”。
- 1.124δεῖ τὸ ἄρα οἶδας ὀξύνειν ἀλλὰ μὴ περισπᾶν
此处指明句首的词应当读作表推论的连词 ἄρα(加锐音符),而非疑问小词 ἆρα(加抑扬符)。正如前文指出该句为诡辩题的“结论”(συμπέρασμα)一样,这一重音指示旨在确认该命题是一个推论断言而非疑问句。
- 1.124τοῦτο γὰρ συνῆγεν ὁ Εὐθύδημος, τὸ τὸν ὄντα ἐν Πειραιεῖ νῦν τὸν αὐτὸν ἐν Σικελίᾳ εἶναι
指示代词 τοῦτο 由其后由冠词 τό 引导、充当同位语的两个宾格不定式从句(τὸν ... εἶναι καὶ τὰς ... εἶναι)来说明具体内容。谓语宾格 τὸν αὐτόν 与主语宾格 τὸν ὄντα ἐν Πειραιεῖ νῦν 保持格一致,表明“身在比雷埃夫斯者同一身处西西里”这一荒谬推论。
