← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§144.1-145.25

分拆与结合的双重性及具体谬误的解法

注疏者考察了亚里士多德“因分拆而产生者并非双重”一句的用意,论证其意在说明该谬误属于结合而非含混,并通过书写与发音记号的区别(如klema与klima)以及“用眼睛看见挨打”这一诡辩题的精确方案予以解析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123#2

τὸ δὲ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὐχ ὡς κατασκευαστικόν, οἶμαι, ἐπῆκται τοῦ μὴ εἶναι τὸ παρὸν σόφισμα παρὰ τὴν ἀμφιβολίαν· ὁ γὰρ κυριώτατος τρόπος ὁ ἐκ τῆς ἀμφιβολίας μᾶλλον ἦν ἐν ᾧ τῶν ὀνομάτων οὐδέν ἐστι διττόν, ἀλλ’ ἐν αὐτῷ τῷ λόγῳ, ὡς ἐπὶ τοῦ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, ὁ δὲ λόγος. οὐ δὴ οὖν ὡς κατασκευαστικὸν ἐπῆκται· δοκεῖ γὰρ λέγειν ὅτι, εἰ διαιρεθέντος τοῦ λόγου ἦσαν τὰ μέρη αὐτοῦ διττά, τότε ἦν ἂν τῶν ἀμφιβόλων, ὡς τῶν ἀμφιβόλων πάντων ἐχόντων τὰ μέρη διττά, ὅπερ ψεῦδος. τεσσάρων γὰρ ὄντων τρόπων,1 ὡς καὶ πρὸ ὀλίγου εἰρήκειμεν, ἐξ ὧν τὰ δύο εἴδη συνίστανται, τό τε ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, πρώτου μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὅς ἐστι κοινὸς ἀμφοῖν ἐπίσης, δευτέρου δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, ὅστις καὶ οὗτος κοινός ἐστι, τρίτου ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δέ ἐστιν ἁπλοῦν, ὅς ἐστιν ἴδιος τοῦ κατὰ ἀμφιβολίαν μόνου, τετάρτου δὲ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος, ἡνίκα τὸ μὲν συντεθὲν ἓν σημαίνῃ, κεχωρισμένον δὲ πολλαχῶς λέγεται, ὃς ὡς ἐπίπαν τὸν πρῶτον τρόπον ποιεῖ, ἐπ’ ἔλαττον δὲ καὶ τὸν δεύτερον, τεσσάρων οὖν ὄντων τρόπων καὶ κυριωτάτου ὄντος 〈τοῦ〉 παρὰ τὴν ἀμφιβολίαν, ὅταν τῶν ὀνομάτων οὐδὲν ἔχῃ τὸ διττόν, οὐκ οἶμαι τὸ οὐδὲ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὕτως ἐπενεχθῆναι ὡς λέγον ὅτι, ἂν διαιρεθὲν εἶχε τὸ διττόν, ἦν ἂν παρὰ τὴν ἀμφιβολίαν, ἐπεὶ δὲ οὐκ ἔστι διττόν, οὐκ ἔστι παρὰ τὴν ἀμφιβολίαν, ἀλλ’ ἔστιν ὃ λέγει ‘ἐπειδὴ συντεθεὶς ἔχει τὸ διττόν, διαιρεθεὶς δὲ οὐκ ἔχει, παρὰ τὴν σύνθεσίν ἐστι σόφισμα’. ὁμοίως καὶ τὸ ‘ἆρα οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;’ παρὰ τὴν σύνθεσίν ἐστιν· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν τριήρων ἀπὸ τοῦ Πειραιέως καὶ ἄλλο συντιθεμένων· διαιρουμένων μὲν γὰρ δηλοῖ ὅτι ἐν Πειραιεῖ ὢν νῦν οἶδας τριήρεις ἐν Σικελίᾳ οὔσας, συντιθεμένων δὲ τῷ Πειραιεῖ ὅτι οἶδας ἐν Πειραιεῖ τριήρεις οὔσας σὺ ὢν ἐν Σικελίᾳ νῦν. ἐν δὲ τῷ ἀλλ’ ἐν μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα λείποι ἂν τὸ ‘οὐκ ἔστι διττόν’.2 ἔστι δὲ ὃ λέγει τοιοῦτον· ἐν τοῖς γεγραμμένοις οὐκ ἔστι διττὸν τὸ αὐτὸ ὄνομα ἢ τὰ αὐτὰ ὀνόματα, ὅταν ἐκ τῶν αὐτῶν ᾖ γεγραμμένα στοιχείων καὶ ὡσαύτως, τουτέστι διὰ τῶν αὐτῶν τόνων καὶ πνευμάτων, ἵν’ ἢ ἀμφότερα δασύνηται ἢ ἀμφότερα ψιλῶνται, καὶ ἢ ἀμφότερα διὰ διχρόνων ἢ ἀμφότερα διὰ μακρῶν· τὸ γὰρ ἦχος καὶ ἦχος οὐ διττόν· ὅταν δὲ μὴ διὰ τῶν αὐτῶν ᾖ γεγραμμένα ἀλλὰ δι’ ἄλλων καὶ ἄλλων, διττόν, ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα· τὸ μὲν γὰρ διὰ τοῦ η σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ι τὸ τμῆμα τῆς γῆς, οἷον εἰ τύχοι τὸ διὰ Ῥόδου κλίμα ἢ τὸ διὰ Βορυσθένους. παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν·3 ἐπειδὴ γὰρ τὰ φθεγγόμενα καὶ δηλούμενα διὰ τῶν τοιούτων ὀνομάτων, λέγω δὴ τοῦ κλήματος καὶ κλίματος, οὐ τὰ αὐτά ἐστι, παρεσημειώσαντο πρὸς δήλωσιν τῶν δηλουμένων τὸ μὲν γράφεσθαι διὰ τοῦ διχρόνου, τὸ δὲ διὰ τοῦ φύσει μακροῦ. ἐν δὲ τῇ λέξει τῇ τὰ δὲ φθεγγόμενα οὐ τὰ αὐτά ἦν ἂν σαφέστερον, εἰ ἀντὶ τοῦ ‘δέ’ ἦν ὁ ‘γάρ’ σύνδεσμος γεγραμμένος· ὡς αἰτίαν γὰρ τοῦ διὰ τί τὰ παράσημα ποιοῦνται τὸ τὰ φθεγγόμενα οὐ τὰ αὐτά ἐπήγαγε. τὸ δὲ ὥστε οὐ διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἴσον ἐστὶ τῷ ‘ὥστε οὐ διττὸν οὐδὲ παρὰ τὴν ἀμφιβολίαν ῥηθείη ἂν τὸ σόφισμα, ἐπειδὴ διῃρημένα ἀπ’ ἀλλήλων οὐκ ἔχουσι τὸ διττὸν καὶ τὸ ἀμφίβολον’. ἔστιν οὖν τὸ παρὰ τὴν διαίρεσιν ταὐτὸν τῷ ‘ἀπὸ τῆς διαιρέσεως’· τοῦ γὰρ συνθέτου τὸ μέρος διαιρεθὲν οὐ διττόν. διὰ δὲ τοῦ οὐ γὰρ ταὐτὸ ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον τὴν λύσιν λέγει τοῦ σοφίσματος τοῦ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’. ὃ δὲ λέγει ἐστίν· οὐ ταὐτόν ἐστιν εἰπεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον ἰδεῖν τῷ ἰδεῖν τυπτόμενον ὥσπερ μάστιξι τοῖς ὀφθαλμοῖς. εἶδον μὲν γὰρ τυπτόμενον τοῖς ὀφθαλμοῖς· οὐ γὰρ τοῖς ὠσὶν ἢ τῇ ῥινὶ βλέπομεν ἀλλὰ τοῖς ὀφθαλμοῖς· τύπτομεν δὲ ἢ τυπτόμεθα οὐ τοῖς ὀφθαλμοῖς ἀλλὰ τῇ ῥάβδῳ· οὐ γάρ ἐστιν ὁ ὀφθαλμὸς ῥάβδος, ἵνα τις τῷ ὀφθαλμῷ τύπτηται.

“因为因分拆而产生者并非双重”这句话,依我之见,并不是作为确证当前诡辩题不属于含混而被追加的;因为由含混而产生的最根本的形式,毋宁是其中名词没有任何一个是双重的,而双重性存在于表述本身之中的形式,正如在“但愿我击倒野猪[或野猪击倒我]”中那样;因为在这里名词没有任何一个是双重的,而是表述本身是双重的。因此,这断非作为确证而被追加的;因为他这样说似乎意在表明,如果表述在被分拆时其各个部分是双重的,那么它当时就会属于含混之列,仿佛所有的含混都具有双重的部分一样,而这是虚假的。因为正如我们不久前所说,构成同名与含混这两种形态的模式共有四种:第一种是当表述或名词表示多件事情时,这对于二者同样是共通的;第二种是当我们习惯于这样说时,这本身也是共通的;第三种是当结合起来的表述表示多件事情,而分拆开来的表述是单一的时,这仅为因含混而产生的形态所特有;第四种是与此相反的情形,即结合起来的表述表示一件事,而分拆开来的表述却有多种说法,这通常构成第一种模式,而在较小程度上也构成第二种模式;——因此,既然存在四种模式,且因含混而产生的最根本模式是在名词没有任何一个具有双重性之时,那么我认为,“因为因分拆而产生者也并非双重”这句话并不是作为表明“如果被分拆时具有双重性,它就会属于含混,但既然它不是双重的,它就不属于含混”而被提出的;相反,他的意思乃是:“既然在结合时具有双重性,而在分拆时则不具有,所以这个诡辩题是因结合而产生的”。 同样,“你在西西里,现在知道在比雷埃夫斯的那些三列桨座战船吗?”也是因结合而产生的;因为战船从比雷埃夫斯中被分拆出来与结合到其中,所表示的意思是不同的:因为在分拆时它表示,你现在身在比雷埃夫斯,知道在西西里的那些战船;而结合到比雷埃夫斯时它表示,你现在身在西西里,知道在比雷埃夫斯的那些战船。 而在“但在书写的事物中,同一名词”这一句中,大概缺少了“不是双重的”。而他的意思乃是如此:在书写的事物中,当同一名词或相同的多个名词是由相同的字母且以相同的方式书写时,也就是说通过相同的声调和气息符号书写时——以使二者要么都是粗气,要么都是顺气,且要么都带有双时值元音,要么都带有长元音——,它们就不是双重的;因为“echos(声音)”与“echos(声音)”不是双重的;但是当它们不是通过相同的字母而是通过不同的字母书写时,就是双重的,正如在klema与klima的事例中那样;因为带有eta的那一个表示葡萄树枝,而带有iota的那一个则表示地球的区段,例如恰好所说的穿过罗得岛的纬度带或穿过鲍里斯提涅斯河的纬度带。因为他把字母,或许也把声调,或者毋宁说把二者都称为“记号”;因为通过诸如此类的名词——我指的是klema与klima——所发声并指称的事物既然不是相同的,他们为了表明所指称的事物便追加了记号,将一者用双时值元音书写,另一者用本性为长的元音书写。 而在“但发声的事物不是相同的”这一语句中,如果写下的不是连词“但”而是“因为”,意思本会更加清晰;因为他追加“发声的事物不是相同的”,乃是作为他们为何制作这些记号的原因。 而“因此因分拆而产生者不是双重的”,等同于:“因此这个诡辩题不能被称为是双重的,也不能被称为是因含混而产生的,因为彼此分拆开来时,它们并不具有双重性与含混性”。因此,“因分拆而产生者”与“来自分拆者”是同一回事;因为复合体的一部分在被分拆开时并不是双重的。 通过“因为用眼睛看见挨打与声称用眼睛看见挨打不是同一回事”,他道出了“你看见他挨打所用的那个东西,也就是他挨打所用的东西吗?”这一诡辩题的解决方案。而他的意思是:说用眼睛看见挨打,与如同用鞭子那样用眼睛看见挨打不是同一回事。因为我是用眼睛看见挨打的——因为我们不是用耳朵或鼻子看,而是用眼睛看——;但我们打人或被打不是用眼睛,而是用棍棒;因为眼睛并不是棍棒,以至于让人能够用眼睛挨打。

语法注3 条
  1. 1.123τεσσάρων γὰρ ὄντων τρόπων

    在此属格独立结构引出了对四种模式的长篇列举,随后通过 τεσσάρων οὖν ὄντων τρόπων 进行复取(epanalepsis),最终连接到主句 οὐκ οἶμαι... ἐπενεχθῆναι 上。

  2. 1.123λείποι ἂν τὸ ‘οὐκ ἔστι διττόν’

    注疏者使用潜能祈愿语气 λείποι ἂν,为亚里士多德高度紧缩(或传抄脱落)的原文在句法上补充了缺失的谓词“不是双重的”(οὐκ ἔστι διττόν)。

  3. 1.123παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν

    由 εἴρηκεν 支配的双重宾格结构:παράσημα 为宾语补足语(谓词性宾格),而 τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα 为直接宾语,意为“他将字母,或许也把声调,或者说把二者都称为记号”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:144.1-145.25