← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§142.13-144.1

分拆与结合谬误的化解

注解者阐释了亚里士多德《诡辩篇驳斥》第20章(177a33)关于化解因分拆与结合而产生的谬误。他论述了同一表述在分拆或结合时如何改变含义,并通过剖析“用眼睛看见挨打”的诡辩题以及利用轻重气音(oros与horos)的类比,阐明了结合与分拆之间的相互关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123#1

" Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον." Εἰπὼν πῶς δεῖ ἀποκρίνεσθαι ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχοις καὶ διδάξας ἀρκούντως περὶ αὐτῶν, νῦν καὶ περὶ τῶν παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν τὸν λόγον ποιεῖται καὶ πῶς λυτέον αὐτοὺς σαφηνίζει. ἂν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει1 διαιρούμενος καὶ ἕτερον συντιθέμενος, συμπεραινομένου τοῦ συλλογιζομένου αὐτὸς ἀεὶ τὸ ἐναντίον λέγε. παρὰ δὲ τὴν σύνθεσιν αὐτοὺς ἢ τὴν διαίρεσιν εἶπε, διότι τὸ αὐτὸ ἀπὸ τοῦδε διαιρούμενον συντίθεται τῷδε καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε. οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ οὖν βαδίζειν διαιρεθὲν ἀπὸ τοῦ ‘δύναται’ συνετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέγων ‘ὁ Σωκράτης ἄρα βαδίζει’. ἐπεὶ οὖν τοῦ αὐτοῦ, οἷον τοῦ βαδίζειν, ἅμα καὶ διαίρεσις καὶ σύνθεσις γίνεται, ἀλλὰ ἀπ’ ἄλλου μὲν διαίρεσις, οἷον ἀπὸ τοῦ ‘δύναται’, ἄλλῳ δὲ σύνθεσις, οἷον τῷ Σωκράτει, διὰ τοῦτο εἶπεν εἰσὶ δὲ παρὰ σύνθεσιν ἢ διαίρεσιν· οὐδὲν γὰρ διαφέρει οὕτως ἢ οὕτως λεγόμενον. διὸ καὶ ὁ Γαληνὸς τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ὡς ἕνα τρόπον ἔλαβεν εἰπὼν “παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν”. ὅτι δὲ καὶ τὸ παρὸν σόφισμα τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’ παρὰ τὴν σύνθεσίν ἐστι, δῆλον ἔσται, εἴπερ τὸ ὅλον ἐκθήσομεν σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ᾧ εἶδες τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο; ναί· εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον· τῷ ἄρα ὀφθαλμῷ ἐτύπτετο καὶ οὐ μάστιγι, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες τοῦτον τυπτόμενον’. γέγονε δὲ ὁ παραλογισμὸς ἐκ τοῦ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες, προσθεῖναι δὲ τῷ ὀφθαλμῷ· οὐ γὰρ ‘τῷ ὀφθαλμῷ οὗτος ἐτύπτετο’ ἔδει εἰπεῖν, ἀλλὰ ‘τῷ ὀφθαλμῷ οὗτος ὡρᾶτο τυπτόμενος’ ἢ ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον’. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως, ὅπερ αὐτὸς διὰ τοῦ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἐδήλωσεν, ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν,2 τὸ δὲ ἀπὸ τῆς συνθέσεως διττόν, παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα. διαιρεθὲν γὰρ τὸ ‘ἐτύπτετο’ ἢ τὸ ‘τυπτόμενον’ ἀπὸ τοῦ ὀφθαλμοῦ, μετὰ τοῦ ‘εἶδες’ ἢ τοῦ ‘ὡρᾶτο’ συντεθέν, εἶτα τὸ συναμφότερον, τὸ ‘εἶδες τυπτόμενον’, συντεθὲν τῷ ὀφθαλμῷ ἀληθὲς συλλογίζεται ὁ λέγων ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον.’ ὥστε δῆλον ὅτι τὸ παρὰ τὴν σύνθεσιν τρόπον τινὰ παρὰ τὴν διαίρεσίν ἐστι καὶ τὸ παρὰ τὴν διαίρεσιν παρὰ τὴν σύνθεσιν. λέγει δὲ τὸ σόφισμα ἔχειν τι τῶν ἀπὸ τῆς ἀμφιβολίας· τὸ γὰρ τούτῳ ἐτύπτετο οὗτος διττόν· δύναται γάρ τις τὸ τούτῳ καὶ ἐπὶ τῆς μάστιγος, δύναται καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ νοεῖν. πλὴν παρὰ τὴν σύνθεσίν ἐστι· διαιρεθεὶς γὰρ ὁ λόγος οὐκ ἔστι διττός· τὸ γὰρ ἐπαχθὲν τὸ ‘εἶδες δὲ σὺ τοῦτον τυπτόμενον’ καὶ συντεθὲν πεποίηκε διττὸν εἶναι καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· ἐπεὶ εἰ καθ’ αὑτὸ ἐλέχθη, οὐκ ἂν ἦν διττόν. καὶ ὅτι ἡ σύνθεσις ἡ τοῦ ὑστέρου μετὰ τοῦ προτέρου πεποίηκε τὸ διττόν, σαφηνίζων ἐπήγαγεν εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος, δυνάμει λέγων ὅτι ὥσπερ οὐδὲ τὸ ὄρος καὶ ὅρος σημαίνει ἕτερον τῇ αὐτῇ προσῳδίᾳ λεχθέν (τοῦτο γάρ ἐστι τὸ πλῆρες τῆς λέξεως), ὅταν δὲ καὶ αὐτὰ καὶ αἱ διάφοροι προσῳδίαι συντεθῶσι, τότε γίνεται διττὸς ὁ λόγος, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· τῇ γὰρ συνθέσει γέγονε καὶ οὗτος διττός. ἐὰν γάρ τις γράψειεν ἢ εἴπῃ ‘ἆρά γε τὸ ὄρος ὄρος ἐστί;’, διττὸν τὸ ἐρώτημα· δύναται γάρ τις καὶ οὕτως ἀκούειν ‘ἆρά γε τὰ ὄρη ὁρισμοὶ καὶ λόγοι εἰσί;’· δύναται καὶ οὕτως ‘ἆρά γε τὰ ὄρη πέτραι μετὰ δένδρων καί τινων τοιούτων εἰσίν;’. ἀλλ’ ἐὰν ἐρωτηθῇ ἢ γραφῇ χωρὶς τῆς ψιλῆς καὶ δασείας τῶν προσῳδιῶν, διττὸς γίνεται· τὰ γὰρ ἄνευ προσῳδιῶν ἐπὶ τοῖς τοιούτοις γραφόμενα τὰ αὐτά ἐστι τοῖς ἐρωτωμένοις· τῶν δὲ προσῳδιῶν γραφεισῶν οὐκέτι διττὸς ὁ λόγος γίνεται.

“关于因分拆与结合而产生的[谬误]应当如何化解,也是显而易见的。” 在说明了在因同名和含混而产生的反驳中应当如何回答,并就此作了充分教导之后,他现在也论及因结合与分拆而产生的谬推,并阐明应当如何化解它们。因为他说,如果同一个表述在被分拆时表示一件事,在被结合时表示另一件事,那么在推论者得出结论时,你自己总要说出相反的话。而他之所以说它们是因结合或分拆而产生的,是因为同一事物在从这一个中被分拆出来的同时被结合到那一个中,在被结合到那一个中的同时也从这一个中被分拆出来。例如:苏格拉底坐着;坐着的人能够行走;因此苏格拉底在行走。在此,“行走”从“能够”中被分拆出来,并与苏格拉底结合在一起,于是产生了那条声称“因此苏格拉底在行走”的谬推。因此,既然对同一事物(例如行走)同时发生着分拆与结合,但从一者(例如“能够”)而言是分拆,对另一者(例如苏格拉底)而言是结合,因此他说“存在因结合或分拆而产生的[谬误]”;因为无论这样说还是那样说,都没有什么区别。因此盖伦也将因结合与分拆而产生的谬误视为单一的形式,他说:“因结合与分拆而产生的[谬误],是指当这造成了所指内容的差异之时。” 此外,如果我们摆出完整的诡辩题,就会清楚地看到,当前这个诡辩题——“你看见他挨打所用的那个东西,也就是他挨打所用的东西吗?”——也是因结合而产生的。它是这样的:“你看见他挨打所用的那个东西,也就是他挨打所用的东西吗?”“是的。”“而你是用眼睛看见他挨打的。”“因此他是挨了眼睛的打,而不是挨了鞭子的打。”这是虚假的;因为真实的情况是“因此你是用眼睛看见他挨打的”。而谬推的产生,是由于将“他挨打”从“你看见”中分拆出来,并追加到了“用眼睛”之上;因为不应当说“他是挨了眼睛的打”,而应当说“他是被眼睛看见挨打的”,或者说“你是用眼睛看见他挨打的”。而且,既然来自分拆的表述——正如他自己通过“因为因分拆而产生者并非双重”所表明的那样——既然来自分拆的表述并非双重的,而来自结合的表述是双重的,所以这个诡辩题是因结合而产生的。因为将“挨了打”或“挨打”从“眼睛”中分拆出来,与“你看见”或“被看见”结合在一起,接着将两者的结合体即“看见挨打”与“眼睛”结合起来,说“你是用眼睛看见他挨打的”的人推论出了真理。所以显然,因结合而产生的在某种方式上也就是因分拆而产生的,因分拆而产生的也就是因结合而产生的。但他指出,这个诡辩题带有一些来自含混的成分;因为“他是挨了这个的打”是双重的;因为人们既可以就鞭子来理解“挨了这个”,也可以就眼睛来理解它。然而它乃是因结合而产生的;因为表述若被分拆开来就不是双重的;追加上的“而你是看见他挨打的”在结合之后,使得“你看见他挨打所用的那个东西,也就是他挨打所用的东西吗?”也成为了双重的;因为如果它被单独说出,就不会是双重的。为了阐明后者与前者的结合产生了双重性,他接着追加道:“除非oros与horos也不如此”,这实际上是在说:正如oros与horos以相同的高低声调说出时并不表示不同的事情(因为这是字句的完整形式),但当它们自身与不同的声调结合在一起时,表述便成为了双重的,在当前的情况中也是如此;因为通过结合,这也成为了双重的。因为如果有人写下或说出“oros是oros吗?”,这个提问是双重的;因为人们既可以听成“山是定义与规定表述吗?”,也可以听成“山是带有树木及类似之物的岩石吗?”。但如果是没有带上顺气与粗气声调而被提问或写下,它就变成了双重的;因为在这些词中不带声调而写下的东西与被提问的东西完全相同;而一旦写出了声调,表述便不再是双重的了。

语法注2 条
  1. 1.123ἂν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει

    条件连词 ἂν(即 ἐάν)后接的是现在时直陈式 σημαίνει 而非虚拟式。这反映了后古典期希腊语中直陈式在条件从句中取代虚拟式的句法特征,在语义上等同于一般条件句(ἐὰν σημαίνῃ)。

  2. 1.123καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως ... ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν

    在以 καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως 开始引导原因从句后,插入的关系从句(ὅπερ αὐτὸς ... ἐδήλωσεν)打断了句子,导致后文用 ἐπεὶ οὖν 重新接续并补足了同一个原因从句(复显性 ἐπεί / 破格句)。整个长句的主句为 παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:142.13-144.1