- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:141.1-142.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《诡辩篇驳斥》第24章(177a18–20),解释了当提问中存在双重歧义时为何不应径直作单纯否定(说“不”)而应作出区分,并论述了在前提中遗漏歧义时如何在结论阶段通过补充限定来避免被反驳。
" Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη." Ἐν ὅσοις δέ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὖν οὐκ ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοῦ ‘ἆρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίστασθαι ἃ λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν, τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος,1 τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποιεῖ.
“但在所有〔它〕处于提问之中的情况下,则并非必然。” 他说,在所有双重性处于提问之中的情况下,没有必要预先予以否定,也就是说,当它在一方面为真而在另一方面为假时,不应当径直否定并说“不”。因此在这些情况下,没有必要预先予以否定;因为你这样否定就会是虚假的。但当它完全为假时,就必须予以否定;例如:“埃阿斯曾与忒耳西忒斯单挑吗?”“不。”因为在此处预先予以否定是必然的;因为两个埃阿斯中没有一个曾与忒耳西忒斯单挑。但在“懂得说某事的人也同时知道他说的那件事吗?”这一情况下,否定并不是必然的;因为就知晓者而言,予以否定是虚假的;因为知晓者同时知道他懂得说的事情。因此,在这些情况下[否定]不是必然的。但在结论的情形下,说“不”则是必然的;例如,“因此他并不同时知道他懂得说的事情”;应当说“不”;因为认为以这种方式懂得的人(例如知晓者)并不同时知道他们懂得说的事情,是虚假的。在说了不必对双重之物预先予以否定之后,他接着通过“因为论证并不是针对这点的,而是为了这点的”给出了其原因,这就是说,论证并不是针对这个提问的,而是为了这点,即结论;因为提问是为了结论而设立的。而且由于提问是为了结论,而在提问中产生的结果尚不明朗(因为我们不知道他是针对知晓者还是针对孩童来得出论证的结论),所以没有必要预先予以否定,而是应当说“也许如此”,或者说“在某种方式上是,但在某种方式上不是”,这正是他自己所做的。
"Ἐν ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον." Εἰπὼν πῶς οὐ δεῖ ἀποκρίνεσθαι δι’ ὧν ἔλεγεν ὅτι ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφῆσαι, νῦν διδάσκει καὶ πῶς δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι. καὶ φησὶν ὅτι, ὅταν ἐν τῇ ἀρχῇ, τουτέστιν ἐν τῇ προτάσει, ἢ ὄνομά τι ἔχῃ τὸ διττὸν ἢ ὁ λόγος, δεῖ εὐθὺς ἅμα τῇ ἐρωτήσει μὴ συγχωρεῖν αὐτὴν καὶ κατανεύειν, ἀλλὰ λέγειν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ. καὶ ἐπάγει πρὸς σαφηνισμὸν τούτου τὸ σιγῶντα λέγειν· ὡς γὰρ ἐπὶ τούτου, φησίν, ὅταν ἐρωτηθῶμεν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’, λέγομεν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, οὕτω ποιητέον καὶ ἐν πᾶσι τοῖς ἄλλοις. ἐὰν δέ, φησί, πολλάκις συμβαίνῃ ἐπιλαθόμενόν τινα τοῦ ὅτι διττός ἐστιν ὁ λόγος δοῦναι τὸ ἐρωτώμενον, φησὶν ὡς ἔστι πάλιν διορθώσασθαι· ἐπὶ τῷ συμπεράσματι (τέλος γάρ φησιν, ὡς πολλάκις εἴπομεν, τὸ συμπέρασμα)· ἐν γὰρ τῷ συμπεράσματι, ὁπηνίκα τοῦτο συνάγεται παρὰ τοῦ ἐρωτῶντος, προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι2 τὸν συλλογιζόμενον συλλογίσασθαι. ἐπάγει δὲ καὶ τούτου παράδειγμα, ὃ τοιοῦτόν ἐστιν· ἠρώτησεν ὁ σοφιστὴς ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐκ ἔφησεν ὁ ἀποκρινόμενος ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ἀλλὰ ὅλως ἀπέφησε· συνεπεράνατο δ’ ἐκεῖνος ὅτι ἄρ’ ἔστι σιγῶντα λέγειν. πῶς γοῦν ἀποδράσει πάλιν τὸν ἔλεγχον ὁ ἀποκρινόμενος; ὁπηνίκα ἐκεῖνος ἐξάγει τὸ συμπέρασμα λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν’, προστιθεὶς αὐτὸς ‘οὔ· ὁ γὰρ Σωκράτης ὅδε σιγῶν οὐ λέγει’. ὡσαύτως ποιητέον καὶ ἐν τοῖς ἔχουσι τὸ διττὸν ἐν ταῖς προτάσεσιν, εἰ μὴ φθάσοι ὁ ἀποκρινόμενος τότε τοῦτο προδιαστείλασθαι. τὰ δὲ ἑξῆς σαφῆ εἰσι καὶ τοῖς ῥηθεῖσι παραπλήσια.
“因此在开端处,双重的名词与表述”通过他说在所有双重性处于提问之中的情况下不必预先予以否定的那些话,说明了不应当如何回答之后,他现在也教导应当如何作出回答。并且他说,当在开端处,即在前提中,名词或表述具有双重性时,不应当在提问的同时立即予以顺从并点头应允,而应当说“在某种方式上是,但在某种方式上不是”。为了阐明这一点,他引出了“说静默之事”;因为他说,正如在这个例子中,当我们被问及“说静默之事是可能的吗?”时,我们回答说“在某种方式上是,但在某种方式上不是”,在所有其他情形中也同样应当这样做。但他又说,如果屡屡发生某人忘记了表述具有双重性而认同了所提的问题,他说这是可以再次予以纠正的;即在结论处(因为正如我们多次说过的,他把结论称为终结);因为在结论处,每当提问者推导得出这个结论时,向提问追加某些内容就会阻碍推论者作出推论。他也为此引出了一个例子,情况是这样的:诡辩者提问说“说静默之事是可能的吗?”回答者没有说“在某种方式上是,但在某种方式上不是”,而是完全予以否定;而前者便得出结论说“因此说静默之事是可能的”。那么回答者究竟如何再次避开这个反驳呢?当前者引出结论说“说静默之事是可能的吗?”时,回答者自己追加道:“不;因为这里的苏格拉底处于静默中并不说话。”在前提中包含双重性的情况下,如果回答者当时没能及时预先作出区分,也同样应当这样做。随后的内容是清晰的,且与已述之言相似。
- 1.121οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος
引自亚里士多德正文(177a19)。关于介词短语 πρὸς τοῦτο 与 διὰ τοῦτο 中代词 τοῦτο 的指代对象,注解者将 πρὸς τοῦτο 补充解释为针对“这一提问”(πρὸς τοῦτο τὸ ἐρώτημα),而将 διὰ τοῦτο 补充为 ἤτοι τὸ συμπέρασμα,解释为“为了这点,即结论”,从而阐明了论证的真正针对目标在于结论而非提问本身的句法与逻辑关联。
- 1.122προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι
中性复数主语(προστεθέντα τινά,“某些被追加的事物”)与第三人称复数动词(ἀπείρξουσι)搭配的句式。在希腊语文法中,中性复数主语通常搭配单数动词(雅典式句法),而此处由于强调各个具体的补充限制成分的复数性,故采用了复数动词。
