- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:140.1-140.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大将亚里士多德所说的“处于终结处”解释为“处于结论中”,并结合《前分析篇》第二卷关于从对立命题进行推论的讨论,以“盲人看”为例解释了:当结论存在两可歧义时,若不追加设定矛盾,推论者是否构成了反驳便是不明晰的。
" Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς." Τὸ λεγόμενον δῆλον ἔσται, εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν1 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα πρὸς τῷ τέλει· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὂν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τι” καὶ τὰ λοιπά. τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι’· τοῦτο γὰρ εἶπε τέλος. ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ὁρᾶται τὸ πολλαχῶς λεγόμενον, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἰρημένων ἐπήγαγεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος, ὡς εἰ ἔλεγεν ‘εἴρηται γὰρ καὶ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν’· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν ἐλέγχων. ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε πολλαχῶς), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὔπω δῆλον εἰ ἐλέγχει· τούτου γὰρ ἐστι δηλωτικὸν τὸ οὐ γίνεται ἔλεγχος. οἷον ἆρ’ ἔστι τυφλὸν ὁρᾶν; οὔ· τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν. τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ, ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν. ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν οὕτως· ἔστιν ἄρα τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν· ἢ οὕτως· ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ. ἐπειδὴ γὰρ ἀμφίβολόν ἐστι διὰ τὸ πολλὰ δηλοῦν τί τούτων συνεπεράνατο, εἰ μὴ προσλάβῃ τὴν ἀντίφασιν, ἄδηλός ἐστιν εἰ2 εἰς θάτερον τῶν σημαινομένων βλέπων συνεπεράνατο ἀλλὰ μὴ εἰς θάτερον. ἐν γὰρ τῷ ‘ἔστιν ἄρα σιγῶντα λέγειν’ ἄδηλον εἰ ἐλέγχει· ἂν δὲ προσλάβῃ τὴν ἀντίφασιν, λέγων ‘ἔστιν ἄρα σιγῶντα λέγειν καὶ μὴ λέγειν’, δῆλος γίνεται. οὕτω γὰρ εἶπε τὸν ἔλεγχον γίνεσθαι ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν· ὃ καὶ αἰνιττόμενος εἶπεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος.
“因此在所有多义之物处于终结处的〔反驳〕中”所说的话若是我们回想他在《前分析篇》第二卷中所论及的内容便会是清楚的,他在该卷中探讨了从对立命题进行推论。而他在那里接近末尾处所说的话正是这些:“但必须认识到,不能以这样一种方式从单个推论中得出相反的结论,以至于结论成了不是善的东西是善的,或者别的什么”,等等。既然那些话在那里是这样说的,显然“因此在所有〔它〕处于终结处的〔反驳〕中”就等同于“因此在所有〔它〕处于结论之中的〔反驳〕中”;因为他把结论称为终结。因此,在所有于终结处可见多义之说(也就是矛盾)的〔反驳〕中,必须知道,包含矛盾的前提已被设定;因为若不在前提中追加设定矛盾,由单个推论推导出相反者的反驳便不能生成。随后,宛如提醒我们注意在《前分析篇》第二卷中所说之言,他紧接着说道“因为若无矛盾便没有反驳”,这正如他在说“因为在那部著作中也曾说过,若不追加设定矛盾,表明善不是善的反驳便不可能生成”;因为《前分析篇》第二卷包含了《诡辩篇驳斥》的原则。或者更确切地说,所说之意乃是:在所有结论中存在两可歧义的〔反驳〕中(因为他把歧义称为多义),若不追加设定矛盾,他是否在进行反驳尚不分明;因为“反驳不生成”正是表明了这一点。例如:“盲人看是可能的吗?”“不。”“那么又怎样,当你看到一个盲人时,你看到的不是盲人吗?”“因此盲人看是可能的。”这是两可的;因为这要么意指盲人在看,要么意指看得见的人在看盲人。因此,若要使反驳显明,就必须这样追加设定矛盾:“因此盲人看且不看是可能的”;或者这样:“因此盲人看而且不看。”因为既然由于指示多种事物而使他在这些事物中究竟得出了哪一个结论成为两可的,若他不追加设定矛盾,那么关于他是否着眼于所意谓的其中一者而不是另一者而得出结论,便是不清楚的。因为在“因此静默者说话是可能的”中,他是否在进行反驳是不清楚的;但若他追加设定矛盾,说“因此静默者说话且不说是可能的”,他[的意图]就变得清楚了。因为他在《前分析篇》第二卷中正是说过反驳是这样生成的;对此加以暗示,他便说了“因为若无矛盾便没有反驳”。
- 1.120ὧν εἶπεν
关系代词的吸引(attractio relativi)。先行词 τούτων 被省略,而作为 εἶπεν 的宾语本应为宾格(ἅ)的关系代词受被省略的属格先行词吸引而变为属格 ὧν。
- 1.120ἄδηλός ἐστιν εἰ
用以替代无人称句(ἄδηλόν ἐστιν εἰ...)的人称结构。主语在上下文中是进行推论者(ὁ συλλογιζόμενος),意为“关于他是否……得出结论是不明晰的”。
