← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§139.1-139.35

两可歧义的两个例证与前提的双重性分析

注解者考察了亚里士多德提出的两可歧义的两个例证(前提与结论皆具双重性,以及仅前提具双重性),具体分析了后一个诡辩(‘知者未能一同知晓’)的结构,并对‘双重性有时存在、有时不存在’这一表述给出了两种解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.119#2

ναί· οὗτος δὲ ἐπίσταται λέγειν ἰαμβεῖα· οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα· ἀλλὰ μὴν ἀγνοεῖ τὰ παρ’ αὐτῶν δηλούμενα (ὁ γὰρ λόγος ἐπὶ παιδὸς ἢ ἰδιώτου ἠρωτᾶτο)· εἰ οὖν οὗτος [μὲν] ἐπίσταται μὲν λέγειν ἰαμβεῖα, οὐ συνεπίσταται δὲ καὶ τὰ δι’ αὐτῶν δηλούμενα (οὐδὲν γὰρ κωλύει ἀποστοματίσαντα ἐπίστασθαι δίχα βιβλίου προφέρειν τε [καὶ ἐπαγγέλλειν, ἀγνοεῖν δὲ τὰ δηλούμενα δι’ αὐτῶν), ψεῦδος ὅτι συνεπίσταται. εἰπὼν δὲ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἔχειν πλείω σημαίνοντα, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν [τὸ μὲν συμπέρασμα καὶ] τὸν λόγον [πλείω σημαίνειν], εἴτε πρότασίς ἐστιν ὁ λόγος εἴτε συμπέρασμα, τῶν μὲν ἀπὸ τῆς ὁμωνυμίας οὐκ ἔθηκε παράδειγμα· τῶν δὲ παρὰ τὴν ἀμφιβολίαν δύο τέθεικε παραδείγματα, τὸ μὲν ἔχον διττὸν καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, τὸ δὲ τὴν πρότασιν μόνον. εἰδέναι γὰρ δεῖ ὅτι τοῦ μὲν σιγῶντα λέγειν διττὸν μὲν τὸ συμπέρασμα καὶ ἡ πρότασις, τοῦ δὲ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον ἡ μὲν πρότασις διττή, τὸ δὲ συμπέρασμα οὐχί· τὸ γὰρ συμπέρασμα τὸ ‘οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα’ οὐ διττόν. ἦν δ’ ἂν σαφεστέρα ἡ λέξις ἡ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον, εἰ οὕτω πως εἶχεν·1 ἐν δὲ τῷ ἐλέγχῳ τῷ λέγοντι ‘οὐκ ἄρα συνεπίσταται ὁ ἐπιστάμενος’ τὸ ἐρώτημα διττὸν καὶ ἀμφίβολον, τὸ δὲ συμπέρασμα ἁπλοῦν. τὸ δὲ καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δὲ οὐκ ἔστιν εἶπε περὶ τῶν δύο τρόπων τῶν τὰ πολλαχῶς λεγόμενα συνιστώντων, τοῦ τε χωρὶς μὲν ἕκαστον ἔχοντος ἁπλοῦν, συντεθέντος δὲ οὐχ ἁπλοῦν, καὶ περὶ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος. καὶ ἔστιν ὃ λέγει τοιοῦτον, ὅτι τὸ διττὸν ὁτὲ μέν, χωρισθέντος τοῦ ‘ἐπίσταται’ τῶν γραμμάτων, οὐκ ἔστι, συντεθέντων δὲ ἔστι· ποτὲ μὲν γὰρ τὸ διττὸν ἐν συνθέσει ἐστίν, ἐν διαιρέσει δὲ οὐκ ἔστιν, ἢ καὶ ἀνάπαλιν. ἔστι δὲ καὶ οὕτως· τὸ διττὸν ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς ποτὲ μέν ἐστι καὶ ἐν τοῖς ἐρωτήμασι καὶ ἐν ταῖς προτάσεσι, ὁτὲ δὲ οὐκ ἔστιν· εἴρηται γὰρ διαφέρειν ἀλλήλων τὰ δύο ταῦτα εἴδη τῷ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας ἀεὶ ἔχειν καὶ ἐν ὀνόμασι καὶ ἐν ἐρωτήμασι τὸ διττόν, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν οὐκ ἀεί, ἀλλὰ ἔχειν οὕτως τὸ διττὸν ποτὲ μέν, ποτὲ δ’ οὔ. τὸ δὲ ἀλλὰ σημαίνει τὸ διττὸν ὁτὲ μὲν ὂν ὁτὲ δὲ οὐκ ὄν ἴσον ἐστὶ τῷ2 ‘τὶ μὲν τοῦ διττοῦ ἐστιν ὂν καὶ ἀληθές, τὶ δὲ μὴ ὄν καὶ ψεῦδος’. ἐπὶ γὰρ τοῦ ‘ἆρ’ ὁ ἐπιστάμενος λέγειν καὶ ἐκεῖνο συνεπίσταται (ὃ) λέγει πῇ μὲν ἀληθὲς πῇ δὲ ψεῦδος· ἐπὶ μὲν γὰρ τοῦ ἐπιστήμονος ἀληθές· οὗτος γὰρ συνεπίσταται· ἐπὶ δὲ τοῦ παιδὸς ἢ τοῦ ἰδιώτου ψεῦδος.

‘是的;而这个人知道说短长格诗句;因此这个人也一同知晓短长格诗句。’然而事实上,他并不知晓由它们所表示的事物(因为该论述是就儿童或外行而被提问的);因此,如果这个人知道说短长格诗句,但不同时知晓通过它们所表示的事物(因为没有任何事情妨碍一个人凭记忆背诵而知道在没有书本的情况下发音[并背诵],但并不知晓通过它们所表示的事物),那么说他一同知晓便是假的。在指出基于同音异义的论驳兼有名称和语句意谓较多事物,而基于两可歧义的论驳不论语句是前提还是结论都有语句[意谓较多事物]之后,他并未给出基于同音异义之论驳的例证,却给出了基于两可歧义之论驳的两个例证:一个在前提和结论中都具有双重性,另一个则仅在前提中具有。因为应当知道的是,在‘静默者说话’中结论和前提都是双重的,而在‘知者未能一同知晓’中前提是双重的,结论则不是;因为‘因此这个人也一同知晓短长格诗句’这一结论并不是双重的。如果‘而在知者未能一同知晓之中’这一文句大体如下,它本会更加明晰:‘在声称“因此知者并未一同知晓”的论驳中,提问是双重且两可的,而结论则是单纯的。’至于‘而双重性有时存在,有时不存在’这一句,他是就构成多义之说的两种途径而说的:即各个成分分开时是单纯的、结合起来时则不是单纯的途径,以及与此相反的途径。而他的意思是这样的:双重性有时在‘懂得’与‘文字’分开时并不存在,但在结合起来时存在;因为有时双重性在于结合中,而不在于区分中,反之亦然。或者也可以这样理解:在基于两可歧义的谬误中,双重性有时既在提问中也在前提中存在,有时则不存在;因为前面曾说过,这两种类型彼此的区别在于,基于同音异义的论驳始终在名称中和提问中都具有双重性,而基于两可歧义的论驳则并非始终如此,而是有时如此具有双重性,有时则不具有。至于‘但这意谓双重性有时存在、有时不存在’,则等同于‘双重之物的一部分是存在且真实的,另一部分则是不存在且虚假的’。因为在‘知道说话的人是否也一同知晓他所说的那个?’中,在某种意义上是真的,在某种意义上则是假的;因为在博学者那里是真的(因为此人确实一同知晓),但在儿童或外行那里则是假的。

语法注2 条
  1. 1.119ἦν δ’ ἂν σαφεστέρα ἡ λέξις ἡ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον, εἰ οὕτω πως εἶχεν

    非现实条件句(与过去/现在事实相反的虚拟语气)。归结分句中的 ἦν ἄν 与条件分句中的未完成过去时 εἰ ... εἶχεν 构成反事实假定,指出亚里士多德的原文字句(ἡ λέξις)过于简略难明,‘假若表述成如下形式则本会更加明晰’。

  2. 1.119τὸ δὲ ἀλλὰ σημαίνει τὸ διττὸν ὁτὲ μὲν ὂν ὁτὲ δὲ οὐκ ὄν ἴσον ἐστὶ τῷ

    句首带中性单数冠词的 τὸ δὲ ... 引出所引用的字句,充当主语;述语部分为 ἴσον ἐστὶ τῷ ...(‘等同于……’),这是注疏作品中解释引文字句含义的典型句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:139.1-139.35