- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:12.33-14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德指出算术比喻与名称“并不相似”之处,注释者阐明:虽然数与被数之物皆可无限扩展,但语言文字的原素有限导致名称少于事物,从而必然产生同名异义与貌似反驳的假象。
Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι’ ἀπειρίαν καὶ ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν1 τὴν ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μεταφέρουσι τοὺς ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον. ἐπὶ μὲν γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἂν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον· ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος· ἐπεὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται (λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς πεπερασμένα (εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων ἄρα, ὡς ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπεράνθαι.2 ἀλλ’ οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἀριθμὸς καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξειν δύναται καὶ τὰ ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ· τὰ δὲ πράγματα ἐπείπερ ἄπειρά εἰσι τὸν ἀριθμόν, τὰ δὲ ὀνόματα πεπέρανται, ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. τούτου δὲ ὄντος, εἰ μὲν ἐπ’ ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ’ ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνόματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστήμονας.3 ὡς γὰρ ἐπὶ τῶν ψήφων οἱ μὴ δεινοὶ ἀλλ’ ἐπιπόλαιοι καὶ ἰδιῶται τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ’ ἑαυτῶν καὶ παρὰ τῶν περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς ἐπιστημόνων ἀπατῶνται καὶ διὰ τοῦτο καὶ ὑπὸ τούτων παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνεπιστήμονες τῆς τῶν ὀνομάτων δυνάμεως κακῶς διαλεγόμενοι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. ὅτι ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦσθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα, τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει, ἀλλ’ ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι’ ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι. ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο·4 πάντως γὰρ ὁ τιθέμενός τινι ὄνομά τι χρήσεται φωνῇ κατ’ ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασμένων καὶ ἡ σύνθεσις πεπερασμένη· καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι.
在说了这些话并指明了我们是如何受骗——显然是通过缺乏经验与无知,并且更多是通过同名异义,当智者们把在名称上的欺骗转嫁到事物之上,正如算算术者把数转嫁到被数的事物之上时——之后,他通过说“但这并不相似”,指明了这是各异而非相似的。因为在数和被数的事物的情况下,两者都是无限且不可穷尽的,显然一方无论处于何种状态,另一方也必将如此;但在名称和事物的情况下却不是这样。因为名称与论说的数量是有限的;既然论说是从名称构成的(现在不妨也把动词称为名称),名称是从音节构成的,音节是从原素[字母]构成的,而有文字之发音的原素是有限的(因为共有二十四个),那么正如在《物理学》第六卷中所证明的那样,由有限者构成的整体必然也是有限的。名称就是这样有限的。但关于数与事物是如何无限的,以及在事物上发生的情况与在数上发生的情况是如何不相似的,他实质上通过这样说而引出了其原因:既然数与被数的事物都可以增长至无限,不同的被数事物在其作为被数事物而言,就不可能由同一个数来表明,例如用五这个数来表明七和六;但既然事物在数量上是无限的,而名称是有限的,同一个论说和单个名称就必然指示多数的事物。既然如此,如果回答者依这一意义给予承认,而提问者转入另一意义,反驳便似乎得以成立。他使用数和算筹,是为了表明智者们通过把名称转嫁到事物本身,使缺乏知识者陷入谬推。因为他说,正如在算筹的情况下,那些不精通而是粗浅的外行,由于把数转嫁到被数的事物上,不仅出于自身而且被关于算筹和数的内行所欺骗,并因此受他们迷惑,在由名称构成的论说的情况下情况也完全相同;因为那些不通达且对名称的效力缺乏知识的人,交谈不善,无论在自己交谈时还是在倾听他人时都会陷入谬推。名称少于事物这一点,也可以从现实实际中得到确信;因为有许多事物未被命名;而且事物时常变化,名称却依然同一。他并不是说同名异义仅仅因为这个原因而产生,而是说,即便同名异义也是由于某些其他原因产生的,由于这个原因而产生却是必然的。或者可以说,同名异义本身由于这个原因必然产生(因为凡给某物命名的人,无论如何都会使用已被用于另某一事物的发音);然而,针对这一特定事物或那一特定事物的同名异义却不是必然的;因为本可以与别的事物同名,而不与这一类事物同名。名称是有限的,这一点从原素——名称存在于原素的组合之中——是有限的来看也是显而易见的;有限者的组合本身也是有限的;而且进一步由于并不是字母的每一种组合都能够构成音节或名称;因为只有它们与元音的结合和拼合才能构成音节或名称。
- 1.4μεταφερόντων τῶν σοφιστικῶν
属格绝对结构,逻辑主语为 τῶν σοφιστικῶν,谓语分词为 μεταφερόντων。它与前面的原因短语 δι’ ἀπειρίαν καὶ ἄγνοιαν 和 διὰ τὴν ὁμωνυμίαν 协同,说明欺骗得以产生的具体机制与情境。
- 1.4τὸ ἐκ πεπερασμένων ἄρα, ὡς ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπεράνθαι
句法骨架为无人称短语 ἀνάγκη [ἐστί] 接对格带不定式结构 τὸ ἐκ πεπερασμένων... συμπεπεράνθαι 作主语。实质化短语 τὸ ἐκ πεπερασμένων(由有限者构成之物)充当完成体被动不定式 συμπεπεράνθαι 的对格逻辑主语。
- 1.4χρᾶται δὲ τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνόματα μεταφέρειν ἐπ’ αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστήμονας
主动词为 χρᾶται,后接表目的的短语 πρὸς τὸ δεῖξαι。δεῖξαι 的宾语采用“对格+分词”结构(τοὺς σοφιστὰς... παραλογιζομένους τοὺς ἀνεπιστήμονας),意即智者们使无知者陷入谬推。夹在中间的手段与格句 τῷ τὰ ὀνόματα μεταφέρειν...(通过把名称转嫁于事物……)修饰分词 παραλογιζομένους。
- 1.4ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο
语气词 ἢ 在此用作修正或辨析的“或者说/毋宁说”,用以引出普遍的同名异义(ἡ μὲν ὁμωνυμία)之必然性,与后文针对某一具体事物的同名异义(ἡ μέντοι πρὸς τόνδε ἢ τόνδε ὁμωνυμία)之偶然性之间的对比。
