← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§137.10-138.36

同音异义与两可歧义的消解及多义的四种途径

注解亚里士多德《辨谬篇》第8章开头(177a6–9),阐明在受审问时消解诡辩之困难,将同音异义与两可歧义的四种构成途径加以归纳,并探讨两者的多义性究竟是存在于名称中还是存在于语句(结论)中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.118

" Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον.1" Ἴσον ἐστὶ τὸ προκείμενον τῷ ‘πολὺ διαφέρει τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν (τοῦτο γάρ ἐστιν ἡ λύσις, ἡ εὕρεσις τῆς ἁμαρτίας τοῦ λόγου), ὅτε κατὰ σχολὴν καὶ καθ’ ἑαυτοὺς λαμβάνοντες τὸν συλλογισμὸν σκοποῦμεν, πῶς συλλελόγισται καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώμεθα’· ἐργῶδες γάρ ἐστι καὶ πολλῆς τῷ ὄντι ἕξεως ἅμα τῇ ἐρωτήσει τὸ συμβαῖνον ἐκ τοῦ λόγου δύνασθαι συνορᾶν.

“然而,在被提问时消解论述与在未被提问时消解,差别至大。” 摆在面前的文句等同于:“当我们从容不迫地独自考察推论,考察它是如何被推论出的以及前提是如何被采纳的时,与当我们被提问时相比,看清论述的错误(因为论述错误的发现正是消解)有着巨大的差别”;因为在被提问的同时能够通观从论述中得出的结论,乃是一件艰巨的事,且真正需要大量的娴熟习惯。

§1.119#1

"Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων." Τέσσαρές εἰσι τρόποι ἐξ ὧν τὰ δύο εἴδη, τό τε καθ’ ὁμωνυμίαν καὶ τὸ κατ’ ἀμφιβολίαν, εἴωθε συνίστασθαι. πρῶτος μέν, ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἐπίσης τοῦ τε ἀπὸ τῆς ὁμωνυμίας γινομένου ἐλέγχου καὶ τῆς ἀμφιβολίας. δεύτερος δέ, ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· ἔστι δὲ καὶ οὗτος κοινός. τρίτος δέ, ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὡς τὸ ‘ἐπίσταται γράμματα’· οὔτε γὰρ τὸ ‘ἐπίσταται’ πλείω σημαίνει οὔτε τὸ ‘γράμματα’, συντεθὲν δὲ διττόν ἐστιν· ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ὅταν τὸ μὲν σύνθετον ἓν σημαίνῃ, ὡς τὸ ‘ὁ ἄνθρωπος νεκρός ἐστι’, κεχωρισμένον δὲ πολλά, ὥσπερ καὶ τὸ ‘Ὅμηρος ποιητής ἐστιν’ ἓν δηλοῖ, χωρισθὲν δέ, οἷον ‘Ὅμηρός ἐστι’, πολλά· ἢ γὰρ ὅτι ποιητής ἐστιν, ἢ ὅτι ζῇ καὶ ἔστι. τούτων οὕτως ἐχόντων λέγει ὅτι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι ἕν τι τῶν ἐρωτημάτων ἔχουσι πολλὰ σημαῖνον, τὸ ὄνομα δηλαδή· ἐπεὶ δὲ τοῦτο ἔχουσι πολλὰ σημαῖνον, καὶ ὁ λόγος διττὸς ἔσται ᾧ συνεπλάκη τὸ ὄνομα. προσυπακουστέον οὖν τὸ ‘καὶ τὸν λόγον’,2 ἵν’ ᾖ τὸ πλῆρες οὕτως· οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔχουσι καὶ τὸ ὄνομα καὶ τὸν λόγον πλείω σημαίνοντα. ἐν γὰρ τῷ ‘ὁ κύων πορεύεται’ καὶ τὰ ὀνόματα πλείω σημαίνει καὶ ὁ λόγος· ἡ γὰρ πορεία καὶ ἐπὶ ἕρψεως καὶ βαδίσεως καὶ νεύσεως λέγεται. εἰ οὖν τὸ κύων ὄνομα πολλὰ σημαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός [οἱ δὲ τὸ συμπέρασμα]. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ἐν λόγῳ τὸ διττὸν ἔχουσιν, ὃν συμπέρασμα ὠνόμασε διὰ τὸ καὶ αὐτὸ λόγον εἶναι· ἡ γὰρ ἀμφιβολία καὶ ὡς πρότασις προβάλλεται καὶ προτείνεται, γίνεται δὲ καὶ συμπέρασμα. οἱ οὖν παρὰ τὴν ἀμφιβολίαν τὸν λόγον ἔχουσι πλείω σημαίνοντα, τὰ δὲ ὀνόματα οὐχί, οἷον “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”. ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς σημαίνων ἑλεῖν τε καὶ αἱρεθῆναι.3 καὶ τάχα τις εἴποι ὡς καὶ ἐν τῷ κατ’ ἀμφιβολίαν ἐλέγχῳ καὶ ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχουσιν· ἐν γὰρ τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ καὶ ὁ λόγος διττὸς καὶ τὸ σιγῶντα. καὶ πρῶτα μὲν λεκτέον ὅτι τὸ σιγῶντα οὐκ ὄνομα ἀλλὰ μετοχή· ὁμοίως καὶ τὸ ὁρῶντα. ἄλλως τε δὲ ἐπὶ μὲν τῶν παρὰ τὴν ὁμωνυμίαν ἀεὶ τὸ διττὸν καὶ ἐν ὀνόμασίν ἐστι καὶ ἐν λόγοις· ἐν δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς οἰκεῖον μὲν ἐν τῷ λόγῳ τὸ διττόν, ὡς εὑρήσεις τὸν φιλόσοφον κατ’ ἀρχὰς τοῦτο αὐτὸ λέγοντα· ὁτὲ δὲ ἔχουσι τὸ διττὸν καὶ ἐν ὀνόματι, ὁτὲ δὲ οὐκ ἔχουσι. ζητήσειε δ’ ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν “ἐν τῇ ἀντιφάσει” ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ, οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμπεράσματι, νῦν δὲ λέγει ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν ταῖς προτάσεσι λαμβάνει αὐτό, ὁτὲ δὲ ὡς παράδειγμα τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν· ὅτι δὲ ἐν τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ τὸ συμπέρασμα καὶ ἡ πρότασις τὸ διττὸν ἔχουσιν, οὐκ ἄδηλον. ὅταν δὲ ἕτερόν τι τὸ συμπέρασμα τῶν προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγμα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπέρασμα. τὸ δὲ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον παράδειγμά ἐστι τοῦ κατὰ ἀμφιβολίαν ἐλέγχου· οὐδὲν δὲ τῶν ὀνομάτων τὸ ἐρώτημα ἔχει διττὸν ἀλλὰ τὸν λόγον. ἔστι δὲ τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὁ ἐπιστάμενος λέγειν ἢ πράττειν ἐκεῖνο συνεπίσταται ὃ λέγει ἢ πράττει;

“那么,在基于同音异义和两可歧义的论驳中……” 同音异义与两可歧义这两种类型通常由此构成的途径有四种。第一种是当语句或名称意谓较多事物时,这也是由同音异义产生的论驳与由两可歧义产生的论驳所同样共有的。第二种是当我们习惯于这样说时;这也同样是共有的。第三种是当结合起来之物意谓较多事物,而分开时则是单纯的时,如同‘他懂得文字’;因为‘懂得’既不意谓较多事物,‘文字’也不意谓,但结合起来则是双重的;这种途径仅为基于两可歧义的论驳所独有。第四种则是与此相反的情形,当复合之物意谓一件事物,如‘人是尸体’,而分开时意谓多件事物,正如‘荷马是诗人’表示一件事物,但分开后,例如‘荷马在’,则表示多件事物;因为这要么意味着他是一位诗人,要么意味着他活着且存在。在这些情况如此时,他说,在基于同音异义和两可歧义的论驳中,基于同音异义的论驳具有意谓多件事物的被提问项目之一,显而易见即名称;而既然它们具有意谓多件事物的这一名称,与该名称相结合的语句也将是双重的。因此必须在理解中补足‘以及语句’,以便完整表述如下:基于同音异义的论驳兼有名称和语句意谓较多事物。因为在‘狗在行走’中,名称和语句都意谓较多事物;因为‘行走’既可对爬行说,也可对步行和游水说。因此,如果‘狗’这个名称意谓多件事物,与此结合的语句也将是双重的[而另一些则具有结论……]。而基于两可歧义的论驳则在语句中具有双重性,他把这语句称为‘结论’,因为结论本身也是语句;因为两可歧义既作为前提被提出和申明,也成为结论。因此,基于两可歧义的论驳具有意谓较多事物的语句,而不是名称,例如‘但愿发生我击倒猪/猪击倒我’。因为在这里诸名称中没有一个是双重的,而是语句本身意谓他们自己既击倒又被击倒。或许有人会说,在基于两可歧义的论驳中,语句和名称也都具有双重性;因为在‘难道静默者能够说话吗?’中,语句是双重的,‘静默者/静默之物’也是如此。首先必须说,‘静默着’不是名称而是分词;同样‘看着’也是如此。此外,在基于同音异义的论驳中,双重性始终既在名称中也在语句中;但在基于两可歧义的谬误中,语句中的双重性乃是其固有的,正如你会发现哲学家在开篇正是这样说的;但有时它们在名称中也具有双重性,有时则不具有。然而有人可能会探问,为何他此前曾说在‘静默者说话’中,谬误的原因是在于‘矛盾对立中’,而不是在推论中即结论中,而现在却说在‘静默者说话’中结论是双重的。或者这是因为,在某些诡辩中结论与诸前提之一相同,因此他有时将其作为在前提中具有双重性的例证,有时又将其作为具有双重结论的例证;而在‘难道静默者能够说话吗?’中结论与前提都具有双重性,这是显而易见的。但是当结论不同于诸前提时,他决不会把结论也作为具有双重性的前提的例证,而仅仅作为结论。至于‘在知者未能一同知晓之中’这一句,则是基于两可歧义的论驳的例证;而且这一提问在名称中没有任何一个是双重的,而是在语句中具有双重性。而该诡辩是这样的:‘知道说话或行事的人,是否一同知晓他所说或所做的那件事物?’

语法注3 条
  1. 1.118ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον

    宾格分词 ἐρωτώμενον 作为不定式 λύειν 的逻辑主语,在 μὴ 之后省略了同一分词的否定形式(μὴ [ἐρωτώμενον])。整个结构表示在被提问时消解论述与在未被提问时消解论述这两种情形的对比。

  2. 1.119προσυπακουστέον οὖν τὸ ‘καὶ τὸν λόγον’

    注疏者指出,针对亚里士多德的原文字句(即同音异义之论驳在于某一被提问项即名称具有多义),应当在语法理解上补充(προσυπακούειν)‘以及语句’(καὶ τὸν λόγον);因为一旦名称多义,结合该名称的语句整体也必然具有双重含义。

  3. 1.119αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς σημαίνων ἑλεῖν τε καὶ αἱρεθῆναι

    代词 σφᾶς αὐτούς 支配不定式 ἑλεῖν(主动,‘击倒’)与 αἱρεθῆναι(被动,‘被击倒’)。在引用例句 γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ 中,由于施事与受事皆采用宾格,句法结构允许读作两者中任何一方既能施动又能受动,注疏者借此阐明这种句法上的两可歧义性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:137.10-138.36