← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§135.20-137.9

形式错误与前提虚假的推论消解法

注解亚里士多德《诡辩篇驳斥》第34章开篇(176b29),讨论了在式(形式)上有错误的推论与在质料(前提之假)上有错误的推论在消解方法上的不同,并分析了具有虚假结论的推论与从假前提推导出真结论的推论的废除方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117

" Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις1 ἐμφάνισις ψεύδους συλλογισμοῦ." Μέλλων χωρῆσαι εἰς τὸ παραδοῦναι ἡμῖν μέθοδον δι’ ἧς ἂν δυναίμεθα διαλύειν τὰ σοφίσματα, εἴτε καθ’ ὁμωνυμίαν εἰσὶν εἴτε κατ’ ἀμφιβολίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τῶν ἀπηριθμημένων δέκα καὶ τριῶν, ἀνάγει τὸν λόγον ἐπὶ τὸ καθολικώτερον. καὶ φησὶν ὅτι, ἐπεὶ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἐστί, τὰς προτάσεις ἔχων ψευδεῖς, ἢ παρὰ τὸ σχῆμα καὶ κατὰ τοῦτο ὢν ἀσυλλόγιστος, τοῦ μὲν κατὰ τὸ σχῆμα ὄντος ἐρρωμένου ψευδεῖς δὲ τὰς προτάσεις ἔχοντος δεῖ ἀναιρεῖν μίαν τῶν κειμένων προτάσεων, παρ’ ἣν τὸ ψεῦδος, ἢ εἰ τύχοι καὶ ἀμφοτέρας, ἀλλὰ μᾶλλον τὴν μείζονα, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαλύειν οὕτως αὐτόν, τοῦ δὲ τὸ σχῆμα ἡμαρτημένον ἔχοντος τὴν ἀσυλλογιστίαν αὖθις ἀπελέγχειν καὶ οὕτω καὶ αὐτὸν ἀνατρέπειν. ὁ πᾶς μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτός ἐστιν. ἐπιέναι δὲ παροδικῶς καὶ τὴν λέξιν οὕτως ἔστιν. ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις τοῦ ἁπλῶς σοφιστικοῦ συλλογισμοῦ αὕτη ἐστί, τὸ δεῖξαι παρὰ ποίαν τῶν προτάσεων συμβαίνει τὸ ψεῦδος, τὴν μείζονα ἢ τὴν ἐλάττονα, ὁ δὲ ψευδὴς συλλογισμός ἐστι διττός, ὁ μὲν τὸ σχῆμα ἐρρωμένον ἔχων, ὡς ὁ λέγων ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ’ καὶ συλλογιζόμενος ἐκ τῆς πᾶς καὶ πᾶς ψευδές τι συμπέρασμα, τὸ πάντα ἄνθρωπον εἶναι λίθον, ὁ δὲ παρὰ τὸ σχῆμα λαμβανόμενος ἀληθευουσῶν τῶν προτάσεων, ὡς ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι τὸν ἄνθρωπον ἵππον εἶναι συμπεραινόμενος, ὅστις καὶ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι τοῖς ἰδιώταις, εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις ἥ τε νῦν εἰρημένη (εἰρημένην δὲ νῦν λύσιν λέγει τὴν προσεχῶς ῥηθεῖσαν, τὴν ὅτι οὐ συλλελόγισαι, ἀλλ’ ἀσυλλόγιστος εἶ διὰ τὸ ὁμώνυμα ἢ ἀμφίβολα εἶναι τὰ ἠρωτημένα ἤ τι τοιοῦτον, ἢ ὅτι ἐκ δύο μερικῶν συλλογίζῃ ἢ ἐκ δύο ἀποφατικῶν ἤ τι τοιοῦτον) καὶ ἡ διόρθωσις τῆς οὐ καλῶς ληφθείσης προτάσεως, παρ’ ἣν τὸ ψεῦδος συνάγεται. ὥστε ἔσται λύειν τοὺς τοιούτους συλλογισμοὺς τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα. τὸ δὲ τοὺς φαινομένους διελόντα λύειν ἴσον ἐστὶ τῷ ἀναλύοντα εἰς τὰς προτάσεις ὁρᾶν πῶς ἐλήφθησαν, καὶ πότερον ὁμώνυμά ἐστι τὰ ἠρωτημένα ἢ ἄλλον τινὰ τρόπον, ἐξ ὧν οἱ παραλογισμοὶ γίνονται. καὶ τοὺς μὲν συλλελογισμένους καὶ τὸ ἴδιον τοῦ σχήματος ἐν ᾧ συνελογίσθησαν φυλάττοντας ἀναιρετέον δεικνύντας τὸν τρόπον τοῦ παραλογισμοῦ, τοὺς δὲ ἀσυλλογίστους διαιροῦντας καὶ δεικνύντας ὅτι αἱ δύο καταφατικαί εἰσιν ἐν δευτέρῳ σχήματι ἤ τι τοιοῦτον. διὰ μὲν οὖν τῶν μέχρι τοῦ νῦν εἰρημένων περί τε τοῦ κατὰ τὸ σχῆμα ἡμαρτημένου καὶ περὶ τοῦ κατὰ τὴν ὕλην ψευδομένου διελάμβανε· νῦν δὲ περὶ μόνου τοῦ τὸ σχῆμα μὲν ἐρρωμένον φυλάττοντος τῆς δὲ ἀληθείας ἐκπίπτοντος τὸν λόγον ποιεῖται. καὶ φησὶν ὅτι, ἐπεὶ τῶν τοιούτων συλλογισμῶν οἱ μὲν ἀληθὲς ἔχουσι τὸ συμπέρασμα, ὡς οἱ λέγοντες ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, οἱ δὲ τὸ συμπέρασμα ψευδὲς ἔχοντες δῆλοι, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδομένους διττῶς ἔστι λύειν· καὶ γὰρ ὅταν [μὲν] τὸ συμπέρασμα ψευδὲς ᾖ, ἐξ ἀνάγκης καὶ αἱ προτάσεις ψευδεῖς εἰσιν. ἀναιρεθήσεται οὖν ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ τὸ συμπέρασμα καὶ αἱ τὸ τοιοῦτον συνάγουσαι προτάσεις συμπέρασμα. τοὺς δὲ κατὰ τὰς προτάσεις ψευδομένους μοναχῶς ἔστι λύειν· ἐπεὶ γὰρ καὶ ἐκ ψευδῶν συνάγεται ἀληθές, ἐν τοῖς τοιούτοις αἱ προτάσεις ἀναιρεθήσονται, οὐ μὴν καὶ τὸ συμπέρασμα· τοῦτο γὰρ ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν τοιοῦτον συλλογισμόν, σοφιστικὸν δηλονότι, πρῶτον μὲν σκεπτέον ὅτι κατὰ τὸ σχῆμα ἡμάρτηται ἢ κατὰ τὴν ὕλην.2 καὶ εἰ κατὰ τὴν ὕλην τυχὸν εἴη τὸ αἴτιον, ζητητέον πότερον ἐν ταῖς προτάσεσιν ἔχει τὸ ψεῦδος ἢ ἐν τῷ συμπεράσματι. εἰ μὲν οὖν ἐν τῷ συμπεράσματι, καὶ ἐν ταῖς προτάσεσιν ἐξ ἀνάγκης, οὐ μὴν τὸ ἀνάπαλιν. ζητητέον δὲ ταῦτα, ὅπως, εἰ μὲν εἴη κατὰ τὸ σχῆμα ἡμαρτημένος, διελόντες αὐτὸν λύσωμεν, εἰ δὲ παρὰ τὴν ὕλην, ἀναίρεσιν τῆς ψευδοῦς προτάσεως ποιησάμενοι. τὸ γὰρ ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, τὸ μὲν διαιροῦντες ἀντὶ τοῦ ‘ἀναλύοντες εἰς τὰς προτάσεις’, ὥσπερ καὶ τὸ ἀναιροῦντες ὧδε ἢ ὧδε ἀντὶ τοῦ ‘ἢ τὸ συμπέρασμα μόνον ἢ τὸ συμπέρασμα καὶ τὰς προτάσεις’.

“既然正确的消解乃是对虚假推论的揭示……” 他正打算进而向我们传授一种方法,借助这种方法我们能够化解诡辩,无论这些诡辩是基于同音异义,还是基于两可歧义,亦或是基于所列举的十三种方式中的另一种,于是他把论述提升到更具普遍性的层面上。而且他说,既然每一个智者式的推论要么是由于质料,具有虚假的前提,要么是由于式而在这一点上是不成推论的,那么对于在式上健全却具有虚假前提的推论,应当废除所设定的前提中造成虚假的那一个,或者倘若适逢需要也可以废除两个,但正如我们屡次说过的那样,应当宁可废除大前提,并以此方式化解它;而对于式有错误的推论,则当反过来驳斥其不成推论性,并同样以此方式推翻它。因此,所言之事的全部旨趣即是如此。但是也可以循序渐进地按照文辞作如下理解。既然对纯粹智者式的推论的正确揭示与证明就在于此:指出虚假是由于哪一个前提而产生,是大前提还是小前提;而虚假的推论又有两种,一种是在式上健全的,如同那说‘石头属于一切动物,动物属于一切人’并从‘全称肯定’与‘全称肯定’推论出一个虚假的结论即‘一切人都是石头’的人,另一种则是前提虽真却违反式而被采纳的,如同在第二格中由两个肯定前提得出‘人是马’的人,这种推论即便不是推论,在门外汉看来却似乎是推论;既然如此,对于以此方式推论出的推论,其消解就将既是刚才所说的那种(他把方才所说的消解称为‘刚才提到的消解’,即‘你并没有推论,而是不成推论的,因为被提问的词项是同音异义的或两可歧义的,或诸如此类的某种情况,或者是因为你从两个特称前提或从两个否定前提进行推论,或诸如此类的某种情况’),又是对未被妥当采纳的前提的纠正,虚假正是由于这一前提而被推导出来的。因此,消解此类推论将是通过废除那些已成推论的推论,以及剖析那些看似推论的推论来进行的。而所谓‘通过剖析看似推论的推论来消解’,就等于说‘通过分析到诸前提中,考察它们是如何被采纳的,以及被提问的词项究竟是同音异义的,还是谬误由此产生的某种其他方式’。并且,对于那些已成推论且保持了它们在其中被推论出来的式的特性的推论,应当在指出其谬误方式的同时予以废除;而对于那些不成推论的推论,则应当通过剖析并指出第二格中有两个肯定前提,或诸如此类的某种情况,来予以[废除]。因此,通过直到现在所说的内容,他讨论了式上有错误之物和质料上为虚假之物;但现在他仅就那健全地保持了式却偏离了真理之物进行论述。而且他说,既然在这些推论中,有些具有真实的结论,如同那些说‘人是石头,石头是动物,因此人是动物’的人,而另一些则显然具有虚假的结论,那么对于在结论上为虚假的推论,可以有两种消解方式;因为每当结论是虚假的时候,前提必然也是虚假的。因此在这样的推论中,结论和推导出这种结论的诸前提都将被废除。而对于在前提上为虚假的推论,则只能有一种消解方式;因为即便由假前提也能推导出真结论,在这样的推论中诸前提将被废除,但结论决不会被废除;因为这是真的。因此,对于意欲消解这种推论——显而易见是智者式推论——的人来说,首先必须考察它究竟是在式上有错误还是在质料上有错误。如果原因碰巧是在质料上,就必须探求究竟是在诸前提中包含虚假,还是在结论中包含虚假。因此,如果是在结论中,那么必然也在诸前提中,但决非相反。而之所以必须探求这些,是为了如果它在式上有错误,我们就通过剖析它来消解它,如果是由于质料,我们就通过废除虚假前提来消解它。因为在‘以便我们或者通过剖析或者通过废除来消解’这句话中,‘剖析’代替了‘分析到诸前提中’,正如‘以这种方式或以那种方式废除’代替了‘或者仅仅废除结论,或者废除结论和诸前提’一样。

语法注2 条
  1. 1.117ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις... εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις

    这个长句的骨干结构是:由开头的从属原因句“ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις... αὕτη ἐστί”(既然正确的揭示……就在于此)以及对比分句“ὁ δὲ ψευδὴς συλλογισμός ἐστι διττός...”(而虚假的推论又有两种……)为前提,引出后面的主句“εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις ἥ τε νῦν εἰρημένη... καὶ ἡ διόρθωσις...”(对于以此方式推论出的推论,其消解就将既是……又是……)。

  2. 1.117σκεπτέον ὅτι κατὰ τὸ σχῆμα ἡμάρτηται ἢ κατὰ τὴν ὕλην

    连词 ὅτι 在此替代 πότερον 用来引导间接疑问句,意为“究竟是在式上有错误还是在质料上有错误”,构成动词性形容词 σκεπτέον 的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:135.20-137.9