← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§134.7-135.19

回答者面对存疑问题时的防守策略

注解亚里士多德《诡辩篇驳斥》176b14–176b20,论述当回答者面对存在争议的论题(如灵魂的可灭性或自我运动)时,应如何通过采取与提问者意图相反的立场,或为了自身便利而转换词义,从而避免被反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115

" Ἐπεὶ δὲ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοί." Ἐπεί, φησί, τὸν μὴ συγχωροῦντά τινα ὧν οἱ πολλοὶ λέγουσι ψεύδεσθαι φάσκουσι, ἔνια δὲ οὐ συγχωροῦντα, οἷον ὅσα εἰσὶν ἀμφίδοξα, οὐ λέγουσι ψεύδεσθαι, ὡς καὶ τὸ περὶ τῆς ψυχῆς τῶν ζῴων ἔχει, ἐν τοῖς ἀμφιδόξοις οὖν τούτοις οὐ δεῖ ἁπλῶς ἀποκρίνεσθαι (τοῦτο γὰρ λείπει) ἀλλὰ σκοπεῖν ὅπως βούλεται ὁ ἐρωτῶν, ἵνα αὐτὸς μὴ λάβῃς αὐτό.1 οἷον εἰ ἔστι πρόβλημα ‘ἆρα ἡ ψυχὴ θνητὴ ἢ ἀθάνατος;’, ἐπεὶ τοῦτο ἀμφίδοξον, σκόπησον ὃ βούλεται ὁ ἐρωτῶν, καὶ αὐτὸς δὸς τὸ ἕτερον· οὐδεὶς γὰρ ὁ μεμψόμενός 〈σ’〉 οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα.2 ἐν δὲ τῇ λέξει, ὡς εἴρηται, τῇ ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, λείπει τὸ ‘ἐν τούτοις δεῖ μὴ συγχωρεῖν’· ἔστι γὰρ τὸ πλῆρες ‘ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, οὐ δεῖ συγχωρεῖν τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἁπλῶς λέγειν ὅτι ἄδηλον τὸ προτεινόμενον’. λέγει δὲ λέγεσθαι γνώμας καὶ τὰς ἀληθεῖς δόξας, ὁποῖαί εἰσιν αἱ δοκοῦσαι “πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις”, περὶ ὧν ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἴρηται, καὶ τὰς ὅλας ἀποφάσεις, λέγων ὅλην ἀπόφασιν τὴν καθόλου ἀπόφασιν, οἷον τὴν οὐδείς.

“既然在众人所说的事情中,有些……” 他说,既然人们声称那个不承认众人所说的某事的人是在说谎,却不说那个不承认某些事物——例如凡属有争议的事物——的人是在说谎(关于动物灵魂的情形亦是如此),因此在这些有争议的事情中,不应当简单地回答(因为省略了这句话),而应当观察提问者意欲何为,以便你自己不至于承担它。例如,如果论题是‘灵魂是有灭的还是不灭的?’,既然这是有争议的,你就观察提问者意欲何为,而你自己则给出另一方的[主张];因为没有任何人会责备说出你在有争议的事物中所意欲的主张的[你]。正如已经说过的,在‘因此,凡在习惯上以两种方式中哪一种言说是未明的事物中’这句文辞中,省略了‘在这些事物中应当不予以承认’;因为完整的表达是:‘因此,凡在习惯上以两种方式中哪一种言说是未明的事物中,不应当承认肯定或否定,而应当简单地说所提出的论题是未明的’。而且他说,真实的意见——例如在《论题篇》第一卷中所言及的被‘所有人,或多数人,或智者,并且是他们中的所有人,或多数人,或最著名者’所认可的那些意见——以及全盘否定(他将全称否定称为全盘否定,例如‘没有任何人’),都被称作‘格言’。

§1.116

"Ἔτι οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται." Ἐφ’ ὧν, φησίν, οὐκ ἔστι τὸ ἀληθὲς ὁμολογούμενον ἀλλ’ ἀμφιδοξούμενον, μάλιστά τις μεταφέρων καὶ μεταλαμβάνων τὰ ὀνόματα πρὸς τὸ χρήσιμον αὐτῷ διαλάθοι ἄν. εἰ γὰρ ἀληθὲς μέν ἐστι τὸ τὴν ψυχὴν ἐξ ἑαυτῆς κινεῖσθαί τε καὶ αὐτοκίνητον εἶναι, ἀμφιδοξεῖται δὲ καὶ ἐπίσης φαίνεται καὶ κινεῖσθαι ἐξ ἑαυτῆς καὶ μὴ κινεῖσθαι (οὐδὲν γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν3 ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’ οὐχ ὡς σὺ ἤρου κινουμένη, οὐ δόξει σοφίζεσθαι καὶ σοφιστικῶς ἀποκρίνεσθαι. δειχθείη δ’ ἂν ἡ ψυχὴ διὰ μὲν τοῦ αὐτοκινήτου ἀθάνατος, θνητὴ δὲ διὰ τοῦ ἐναντίου· εἰ γὰρ μὴ κινεῖται, οὐδὲ χωρίζεται τοῦ σώματος, καὶ εἰ μὴ χωρίζεται, ἐστὶ θνητή. ἢ λέγοι ἂν διὰ τοῦ μεταφέρειν τὸ μεταφοραῖς χρῆσθαι· εἰ γάρ τις θείη τὴν ψυχὴν θνητήν, χρήσεται [δέ] τις μεταφορᾷ καὶ εἴπῃ ‘εἰ ἡ ψυχὴ ἁρμονία ἐστὶ ζωὴ οὖσα’, ὡς ὁ Πλάτων ἐν τῷ Φαίδωνι πεποίηκεν, ‘οὐκ ἂν γένοιτό ποτε ἀναρμοστία, ἤτοι θάνατος· εἰ γὰρ ἡ ψυχὴ ζωὴ οὖσα ἁρμονία ἐστίν, πάντως ὁ θάνατος ἀναρμοστία ἐστίν· εἰ δὲ ἡ ἁρμονία μὴ γίνεται ἀναρμοστία, πάντως οὐδὲ θάνατος· ἀθάνατος ἄρα ἡ ψυχή’. καλλίων δὲ ἡ προτέρα ἐξήγησις διὰ τὰ εὐθὺς ἐπενηνεγμένα· λέγει γὰρ ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον. τῷ ἀποκρινομένῳ ταῦτα πάντα παρεγγυᾶται, πῶς δῆτα τὰς ἀποκρίσεις ποιουμένῳ οὐκ ἔσται αὐτῷ συμποδισμὸς καὶ ἀπάτη· λέγει γοῦν καὶ ταῦτα τῆς ἄνωθεν ἐννοίας ἐξηρτημένα. ἔστι δὲ τοιοῦτος τῶν λεγομένων ὁ νοῦς· ὅταν τινὰ ἐρωτῶνται, οἶδεν δὲ ὁ ἀποκρινόμενος αὐτὰ δὴ τὰ ἐρωτώμενα ἀμφίδοξα εἶναι, προαγορευέτω καὶ λεγέτω μὴ οὕτως ἔχειν, ὡς ὁ ἐρωτῶν τίθησιν, ἀλλὰ ἐναντίως· οὕτω γὰρ ποιῶν καὶ μόνον οὐχὶ ἐπιστομίζων διὰ τοῦ λέγειν ‘οὐχ οὕτως ἔχει ὡς σὺ φῄς, ἀλλὰ μᾶλλον τὸ ἐναντίον’ κωλύσειε τὸν ἐρωτῶντα ὃ βούλεται συμπεράνασθαι.

“此外,凡在真理是有争议的地方……” 他说,凡在真理尚未形成共识而有争议的事情上,人若将名称向着对自己有用的方向转移和转换,最能够避人耳目而不被察觉。因为如果一方面灵魂由自身运动且是自我运动的乃是真的,但另一方面在这一点上有争议,并且在自身运动与不运动两方面显得同样可能(因为对于没有确切理解之事,没有任何东西妨碍人同样认为既是如此又非如此),那么如果回答者把‘运动’的名称转移到‘静止’上,并说灵魂是静止的,而不是像你所问的那样在运动,他将不会显得是在诡辩和进行智者式的回答。灵魂可以通过自我运动被表明是不灭的,也可以通过其相反者被表明是有灭的;因为如果它不运动,它也就不会脱离身体,而如果不脱离身体,它就是有灭的。或者,通过‘转移’,他可能指的是‘使用隐喻’;因为如果有人假定灵魂是有灭的,某人就会使用隐喻并说道,正如柏拉图在《斐多篇》中所做的那样:‘如果灵魂作为生命即是和谐,它就绝不可能成为不和谐,即死亡;因为如果灵魂作为生命即是和谐,死亡就全然是不和谐;如果和谐不成为不和谐,全然也就不会成为死亡;因此灵魂是不灭的。’但是由于紧接着补充的内容,前一种解释更为优越;因为他接着说:‘凡是人们预先觉察到的问题,都应当预先提出异议。’他向回答者叮嘱所有这些,正是为了说明当回答者做出回答时,怎样才能不遭受阻碍和欺骗;无论如何,他将这些也与上面的思想联系起来论述。所言之事的含义乃是如此:当某些问题被提出,而回答者知道这些被问之事本身是有争议的,就让他预先声明并说情况并非如提问者所设定的那样,而是相反;因为通过这样做,并通过说‘情况并不如你所说,而毋宁是相反的’来几乎使其闭嘴,他就能够阻止提问者得出其所意欲的结论。

语法注3 条
  1. 1.115ἵνα αὐτὸς μὴ λάβῃς αὐτό

    在目的从句“以便你自己不至于承担它”中,主语 αὐτός 指回答者(第二人称单数),宾语 αὐτό 指提问者所意图的前提或立场(ὃ βούλεται ὁ ἐρωτῶν)。

  2. 1.115οὐδεὶς γὰρ ὁ μεμψόμενός 〈σ’〉 οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα

    主句省略了系动词 ἐστί:“没有任何人会责备说出你在有争议的事物中所意欲的主张的[你]”。关系代词 οἷον 充当吸收了先行词的融合适用表达(οἷον βούλει = τοιοῦτον ὁποῖον βούλει),作为分词 λέγοντα 的宾语。

  3. 1.116ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν

    在由条件小词 ἄν(ἐάν)引导的条件从句中,现在时连接法 μεταφέρῃ 与现在时直陈法 φησίν 由 καί 并列连接。它与随后的主句 οὐ δόξει(将来时直陈法)相呼应,构成表达对未来可能情况的设想的条件句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:134.7-135.19