← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§132.14-134.6

残缺提问的应对与借助相反者的反驳化解

注解亚里士多德《辨谬篇》第34章176a38–176b11,论述了应对表达残缺之提问的策略、在二选一中为何只应承认较特殊的命题(即‘较小者’或‘较多者’),以及如何借助‘无名的相反者’来化解基于对立性质的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.112

" Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν." Ἐν τοῖς ὀνόμασι, φησί, τοῖς κυρίως λεγομένοις καὶ αὐτοτελῶς (κύρια γὰρ ἐκεῖνα λέγει ὀνόματα τὰ οἰκεῖα τοῖς ὑποκειμένοις πράγμασιν, οἷον ἄνθρωπος, ἵππος) ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἁπλῶς καὶ χωρὶς διαιρέσεως,1 ἐὰν μὴ ᾖ ὁμώνυμον, ἢ, ἐὰν ᾖ, μετὰ διαιρέσεως. ἐν δὲ τοῖς κολοβῶς ἠρωτημένοις, οὐ δεῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ ἀποκρίνεσθαι· συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνημονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; ναί· ὁ ἄνθρωπος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ ἂν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρωπος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολοβῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα, κτῆμα τούτων;’.

“因此,在按本义言说的名称中……” 他说,在按本义言说且自足的名称中(因为他把专属于底层事物的名称称为‘本义的’,例如‘人’、‘马’),如果不是同音异义的,必然以‘是’或‘否’简单且不加区分地回答;如果是[同音异义的],则必须附带区分来回答。但在发问不完全的情况下,则不应当简单地以‘是’或‘否’回答;因为反驳正是因此而产生的。所谓隐含领会的事物,是指与先前所问之事一同被提及的事物。例如:‘凡属于雅典人的东西,都是雅典人的财产吗?’‘是的。’‘那么,人属于动物吗?’‘是的。’‘因此人是动物的财产。’因为在此处也必然要隐含领会‘财产’;正如凡属于雅典人的都是雅典人的财产一样,凡属于动物的也将是动物的财产;而人属于动物;因此人是动物的财产。无论如何,在此处由于论题被不完全地发问,便产生了谬误推理;因为原本应当说:‘凡属于雅典人的财产是雅典人的财产,而属于拉栖代梦人的财产是他们的财产吗?’。

§1.113

"Ὅταν δὲ δυεῖν ὄντοιν." Τοῦτο δῆλον ἔσται, εἰ ἀναμνησθείημεν ὧν εἶπεν ἐν τῷ ἐλέγχῳ τῷ γινομένῳ παρὰ τὸ ἑπόμενον. εἶπε δὲ ἐκεῖσε ὅτι τῷ μὲν γενομένῳ ἕπεται τὸ ἀρχὴν ἔχειν καὶ ὄντος τοῦ γενομένου ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ ἀρχὴν ἔχειν· εἰ γὰρ γέγονε, καὶ ἀρχὴν ἔσχεν· οὐ μὴν εἰ ἀρχὴν ἔχει, καὶ γέγονε· πολλαχῶς γὰρ ἡ ἀρχή. ἐπὶ τούτων δεῖν φησιν ἐρωτώμενον τὸ μὲν μερικώτερον (τοῦτο γὰρ εἶπεν ἔλαττον) διδόναι καὶ συγχωρεῖν· ἀληθὲς γάρ· τὸ δὲ ἕτερον μὴ διδόναι· τοῦτο γὰρ δεῖ προσυπακούειν. ἔλαττον δὲ καὶ μερικώτερον τὸ γεγονὸς τοῦ ἀρχὴν ἔχειν, ὡς καὶ ὁ ἄνθρωπος τοῦ ζῴου· ἀνθρώπου μὲν γὰρ ὄντος ἔστιν ἐξ ἀνάγκης καὶ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης καὶ ἄνθρωπος. τοῦτο γοῦν ἅτε καθόλου ὂν οὐ συγχωρητέον· τοῦτο γὰρ δηλοῖ τὸ ἐρωτώμενον πότερον δεῖ τὸ ἔλαττον διδόναι, ἤγουν σχηματισθείσης τῆς ἐρωτήσεως κατὰ τὸ πότερον δεῖ διδόναι τὸ μερικόν. ὁμοίως δὲ καὶ ἐπὶ ὅρων καὶ συλλογισμῶν τὰ ἐλάττονα καὶ μερικὰ συγχωρητέον ἀεί· χαλεπώτερον γὰρ ἐκ πλειόνων, ἤτοι μερικωτέρων, συλλογίσασθαι· ἄνευ γὰρ τοῦ καθόλου, ὡς ἐμάθομεν, συλλογισμὸς οὐ γίνεται. εἶπε δὲ τὸ μερικώτερον πλείονα,2 ἢ διότι συνθετώτερόν ἐστι καὶ ἐκ πλειόνων (ὁ γὰρ ἄνθρωπος ἐκ πλειόνων μᾶλλόν ἐστιν ἤπερ τὸ ζῷον· ἔχει γὰρ καὶ τὰ τοῦ ζῴου, οἷον τὴν οὐσίαν, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἔχει δὲ καὶ τὸ λογικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν, ἅπερ τὸ ζῷον οὐκ ἔχει), ἢ εἶπεν αὐτὸ πλείονα, ὅτι τὸ καθόλου τρόπον τινὰ ἕν ἐστι, τὰ δὲ μερικὰ πλείονα. καλλίων δὲ ἡ προτέρα ἐξήγησις.

“当有两件事物时……” 如果我们回想起他在因后件而产生的反驳中所说的话,这一点就会变得清楚。他在那里说过:具有始基伴随着生成者,且当生成者存在时,必然也具有始基;因为如果某物生成了,它也就具有始基;然而并非如果它具有始基,它也就生成了;因为‘始基’有多种含义。他说,在这些情况下被询问时,必须赋予并承认较为特殊的(因为他将这称为‘较小的’);因为这是真的;但不应赋予另一项;因为这必须从言外补充领会。而生成者比具有始基更小且更为特殊,正如人比动物[更小且更为特殊]一样;因为当人存在时,必然也有动物,但当动物存在时,却不必然有人。无论如何,由于后者是全称的,因而不应予以承认;因为‘当被问及两者中哪一个时,应当赋予较小者’指明了这一点,即当提问是根据‘两者中哪一个’而形成时,应当赋予特殊者。同样,在定义和三段论中,也必须始终承认较小的即特殊的事物;因为从较多的事物——也就是从更为特殊的事物——进行推论是更为困难的;因为正如我们所学到的,若无全称者,三段论就不能成立。他之所以把更为特殊者称为‘较多者’,要么是因为它更为复合且由较多事物组成(因为人比动物更多地由较多事物组成;因为人不仅具有动物的要素,如实体、有灵魂和有感觉;而且还具有理性以及接受知识的能力,而这些是动物所不具备的),要么是因为全称在某种意义上是一,而特殊者则是多数,故而他将其称为‘较多者’。但前一种解释更为优越。

§1.114

"Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν." Εἴρηται ἐν τοῖς Τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας3 καὶ τῷ τῆς ἀρετῆς εἴδει, τῇ ἀνδρείᾳ, ἐστὶν ἐναντία ἡ δειλία. τούτου οὕτως ἔχοντος, εἴ τις ἀληθῶς ἔδειξε τῆς ψυχῆς μὴ εἶναι γένος τὴν ἁρμονίαν διὰ τὸ τῇ μὲν ἁρμονίᾳ εἶναι ἐναντίον τὴν ἀναρμοστίαν, τῇ δὲ ψυχῇ οὐσίᾳ οὔσῃ μὴ εἶναι ἐναντίον τι, ῥητέον, φησίν, ὅτι ἔστι καὶ τῇ ψυχῇ ἐναντίον, ἀλλ’ οὐ κεῖται ὄνομα αὐτῷ, ἔστι δὲ ἀνώνυμον.

“但如果他企图论证对一方……” 在《论题篇》中已经说过,如果属有相反者,那么属的种也必然有相反的种;因为当德性是属且恶习是其相反者时,怯懦也是德性的种——勇敢——的相反者。既然如此,如果有人真正表明了和谐不是灵魂的属,其根据是和谐具有不和谐作为相反者,而灵魂作为实体则没有任何相反者,他说,就应当回答说:灵魂也有相反者,只是没有给它确立名称,它是无名的。

语法注3 条
  1. 1.112ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἁπλῶς καὶ χωρὶς διαιρέσεως, ἐὰν μὴ ᾖ ὁμώνυμον, ἢ, ἐὰν ᾖ, μετὰ διαιρέσεως

    连词 ἢ 的嵌套结构:第一组 ἢ ναὶ ἢ οὒ(‘是’或‘否’)表示回答的内容,紧随其后的第二组 ἢ ἁπλῶς... ἢ... μετὰ διαιρέσεως(‘要么简单地……要么附带区分……’)表示回答的方式,分别与条件从句 ἐὰν μὴ ᾖ... 和 ἐὰν ᾖ... 相互呼应。

  2. 1.113εἶπε δὲ τὸ μερικώτερον πλείονα

    双重宾格(谓语性宾格)结构:理解为“他(亚里士多德)把更为特殊的(τὸ μερικώτερον,宾语)称为‘较多者’(πλείονα,中性复数宾格作谓词)”。

  3. 1.114τῇ γὰρ ἀρετῇ γένει οὔσῃ καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας

    以 καί 连接的变则并列结构:前项为与格副词性短语(τῇ ἀρετῇ γένει οὔσῃ),后项转入独立属格(ἐναντίας οὔσης αὐτῇ τῆς κακίας)。前者采取与格是为了顺应主句中的与格补足语(τῷ... εἴδει),而后者作为表原因的背景从句则采用了典型的独立属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:132.14-134.6