← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§130.29-132.13

应对乞求论题与全称前提的引入

亚历山大阐释了亚里士多德在《诡辩篇》第34章(176a27–33)中关于应对乞求始基、以及当全称前提并非通过名称而是通过类比或描述性短语提出时的对策,并解释了如何依据既定的谬误模式转向揭露伪反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.110

" Ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον." Ἐπειδή, φησί, δῆλόν ἐστι τί τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, τότε δὲ οἰόμεθα τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τὸν ἐρωτῶντα, ὅταν ᾖ σύνεγγυς καὶ ταὐτὸν τὸ ἐρώτημα τῷ προβλήματι, λέγει ἐπὶ τῶν τοιούτων εὐθὺς ἀναιρεῖν ἔνια τῶν ἐρωτημάτων καὶ μηδ’ ὅλως συγχωρεῖν λέγοντος τοῦ ἀποκρινομένου τῷ ἐρωτῶντι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι·1 ἐγγὺς γάρ εἰσι καὶ ταὐτὰ τὰ ἐρωτώμενα τῷ προκειμένῳ προβλήματι. οἷον εἰ προκειμένου συμπερανθῆναι τὴν ἡδονὴν ἀγαθὸν ἔροιτο ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;’, οὐ δοτέον, ἀλλὰ ῥητέον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖ. ἔτι ὅταν τις ἀξιοῖ τι συμπέρασμα ψευδές τε καὶ ἄδοξον, ὃ ἐξ ἀνάγκης ἐκ ψευδῶν συνήχθη προτάσεων (τὸ γὰρ ψευδὲς ἀεὶ ἐκ ψευδῶν), τοῦτο καὶ ἐπὶ τῶν προτάσεων ῥητέον, ὅτι ψευδεῖς ἢ ἄδοξοι αἱ προτάσεις αἱ τὸ τοιοῦτον συναγαγοῦσαι συμπέρασμα. τὰ γὰρ συμπεράσματα, ἅπερ αὐτὸς συμβαίνοντα εἶπε, τῆς αὐτῆς εἰσι θέσεως2 (θέσεις δὲ λέγει νῦν τὰς προτάσεις)· ὁποῖαι γάρ εἰσιν αἱ προτάσεις, τοιαῦτα καὶ τὰ συμπεράσματα. ὥστε εἴπερ ἄδοξον τὸ συμπέρασμα, ῥητέον ὅτι καὶ αἱ προτάσεις ἄδοξοι.

“既然如何乞求始基是显而易见的……” 他说,既然什么是乞求始基是显而易见的,并且每当问题与论题切近且相同时,我们就认为提问者是在乞求并获取始基,因此他说,在诸如此类的情况下,应答者应当对提问者指出他是在乞求始基,随即驳斥其中的某些问题,绝不予让步;因为所询问的事物与提出的论题切近且相同。例如,如果当提出要得出‘快乐是善’的结论时,他问道‘那么喜悦是善吗?’,就不应当承认,而应当说他是在乞求始基。此外,当有人要求一个既虚假又反乎通论的结论时,既然该结论必然是从虚假前提中推导出来的(因为虚假者总是出自虚假者),这一点对于前提也必须予以说明,即推导出如此结论的前提是虚假的或反乎通论的。因为结论——即他本人所谓的‘后承’——具有相同的地位(他现在将前提称为‘地位’);因为前提具有怎样的性质,结论也就具有怎样的性质。因此,如果结论反乎通论,就应当说前提也是反乎通论的。

§1.111

"Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ." Ὡς ἐν παραβολῇ λαμβάνεσθαι ὃ βουλόμεθα λαβεῖν ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἴρηκεν, ὅταν ὃ βουλόμεθα λαβεῖν οὕτως ἐρωτῶμεν ὡς οὐκ αὐτὸ θέλοντες ἀλλὰ δι’ αὐτοῦ ἄλλο βουλόμενοι λαβεῖν, οἷον βουλόμενοι τὴν ἐγκράτειαν λαβεῖν ὅτι ἀρετή ἐστι, μὴ εἴποιμεν ‘ἆρά γε ἡ ἐγκράτεια ἀρετή ἐστιν;’ ἀλλ’ ‘ἆρά γε ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτως καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη;’. εἰ οὖν καὶ ἐνταῦθα παραβολὴν τοῦτο λέγει, εἴη ἂν τοῦτο λέγων, ὅτι ὅταν τὸ καθόλου μὴ ὀνόματι, τουτέστι μὴ αὐτὸ καθ’ αὑτὸ ληφθῇ μηδ’ ὡς δι’ αὐτὸ (ὀνόματι γὰρ λαμβάνεταί τι, ὅταν τὸ ὄνομα αὐτόθεν αὐτὸ ληφθῇ, οἷον τῶν ἐναντίων μία ἡ ἐπιστήμη ἢ ἡ ἐγκράτεια ἀρετή, παραβολῇ δέ, ὅταν λόγῳ καὶ μὴ δι’ ἑαυτὸ ἀλλὰ ἄλλου χάριν), ὅταν οὖν τὸ καθόλου παραβολῇ ληφθῇ, ῥητέον ὅτι οὐχ οὕτως δέδωκεν οὐδ’ ὡς ἔδωκεν ἔλαβεν· οὐ γὰρ τὴν ἐγκράτειαν δέδωκεν ἀρετὴν ἀλλὰ τὴν ἀνδρείαν. εἰ δὲ μὴ οὕτως εἴληπται τὸ τῆς παραβολῆς, εἴη ἂν λέγων, ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ, ἀλλὰ παραβολῇ καὶ λόγῳ, ῥητέον τὸ καὶ τό. μὴ ὀνόματι δὲ ἀλλὰ λόγῳ ληφθήσεται τὸ καθόλου οὕτως· ἆρά γε ἡ ἔλαφος τετράπους οὖσα διχηλή ἐστι; ναί· τί δέ, ἡ αἴξ; ναί· τί δέ, ὁ βοῦς; ναί· τί δέ, τὸ πρόβατον; ναί· πᾶν ἄρα ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστιν· ἀλλὰ μὴν ὁ ἵππος οὐ δίχηλός τοιοῦτος ὤν· οὐκ ἄρα πᾶν διχηλόν. ἐνταῦθα τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον διχηλόν ἐστι’ λόγῳ εἴληπται· λόγος γὰρ τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον’, οὐκ ὄνομα. εἰ δὲ εἶπε ‘πᾶν ἄρα τετράπουν’, ὀνόματι τὸ καθόλου ἔλαβε· τὸ γὰρ τετράπουν ὄνομα. ἐπὶ τούτου δὲ ῥητέον ὅτι τὸ ‘πᾶν ἄρα τοιοῦτον’ οὐκ ἐπὶ τοῦ τετράποδος δέδωκεν ἀλλ’ ἐπὶ τοῦ κερασφόρου· πᾶν γὰρ κερασφόρον διχηλόν. κωλυόμενον δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν,3 ὅτι οὐ δέδειχεν οὐδὲ συλλελόγισται, κατὰ τὸν εἰρημένον διορισμόν, λέγων διορισμὸν τὴν ὁμωνυμίαν, τὴν ἀμφιβολίαν, τὴν διαίρεσιν, τὴν σύνθεσιν καὶ τοὺς λοιποὺς τρόπους παρ’ ὅσους ὁ φαινόμενος ἔλεγχος γίνεται. δείξομεν οὖν αὐτὸν μὴ ἀποδεικνύντα μηδὲ συλλογιζόμενον ἢ ἐλέγχοντα ἐμφανίζοντες τὸν τρόπον τοῦ παραλογισμοῦ.

“此外,当全称不是通过名称而被获取时……” 关于通过‘类比’来获取我们想要获取的东西意味着什么,他在《论题篇》第八卷中已经说过:即当我们询问我们想要获取的东西时,表现得好像并不想要它本身,而是想通过它来获取别的东西;例如,想要获取‘节制是德性’,我们不说‘节制是德性吗?’,而是说‘正如节制是德性一样,勇敢和正义也是如此吗?’。因此,如果在此处他也把这称为‘类比’,那么他所说的意思大概就是:当全称不是通过名称,也就是说,不是就其自身、也不是为了其自身而被获取时(因为当一个名称直接就其自身被获取时,某物才是通过名称被获取的,例如‘相反者的知识是同一的’或‘节制是德性’;而当通过一个短语、且不是为了其自身而是为了他物被获取时,则是通过类比),因此,每当全称通过类比被获取时,就应当说他并没有这样赋予,对方也没有按照他赋予的方式来获取;因为他并没有承认节制是德性,而是承认了勇敢是德性。但如果关于类比的解释不被这样理解,那么他的意思就是:当全称不是通过名称,而是通过类比和短语被获取时,就应当说明如此这般。而全称不是通过名称而是通过短语被获取,乃是如下进行的:‘鹿是四足的,它是分蹄的吗?’‘是的。’ ‘那么山羊呢?’‘是的。’‘那么牛呢?’‘是的。’‘那么羊呢?’‘是的。’‘因此,凡是具有此类特征的都是分蹄的。’‘然而马虽然具有此类特征,却不是分蹄的。’‘因此并非一切都是分蹄的。’在此处,‘凡是具有此类特征的都是分蹄的’是通过短语被获取的;因为‘凡是具有此类特征的’是一个短语,而不是名称。但如果他说‘因此凡四足的’,他就是通过名称获取了全称;因为‘四足的’是一个名称。而在这种情况下应当指出:他承认‘因此凡此类者’并不是就四足动物而言,而是就有角动物而言的;因为凡有角动物都是分蹄的。但如果受阻于这些手段,就必须转向驳斥他,指出他并没有按照所说的规定进行证明或推论;他所谓的‘规定’是指同音异义、歧义、分离、结合,以及产生表面反驳的其他各种方式。因此,我们将通过揭示谬误推理的方式,表明他既没有证明,也没有推论或反驳。

语法注3 条
  1. 1.110λέγοντος τοῦ ἀποκρινομένου τῷ ἐρωτῶντι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι

    短语 λέγοντος τοῦ ἀποκρινομένου 是一个属格独立结构,表示伴随主句不定式 ἀναιρεῖν ... καὶ μηδ’ ὅλως συγχωρεῖν 的伴随情状或手段。不定式短语 τὸ ἐν ἀρχῇ αἰτεῖσθαι 充当分词 λέγοντος 的宾语从句(间接引语),其逻辑主语(即提问者 [αὐτὸν / τὸν ἐρωτῶντα])因上下文明确而被省略。

  2. 1.110τῆς αὐτῆς εἰσι θέσεως

    表性质或地位的表语属格。正如紧随其后的解释 θέσεις δὲ λέγει νῦν τὰς προτάσεις 所指出的,它表示结论与前提处于相同的地位或具有相同的性质。

  3. 1.111κωλυόμενον δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν

    单数阳性宾格分词 κωλυόμενον 充当无人称动词 δεῖ 所支配的不定式 τρέπεσθαι 的逻辑主语宾格(意为“受到这些手段阻碍的人必须转向……”)。在上下文中指在直接应答上受到诡辩者手腕阻碍的应答者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:130.29-132.13