← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§129.3-130.28

对同音异义问题的单一回答之不当性

注释亚里士多德《辩谬篇》第17章(176a3–176a13),阐明对同音异义的问题做出单一的“是”或“否”的回答是不当的。即使谓项对所有所指事物均为真,也不可做唯一点答;若回答针对不同的含义,严格来说并未做出应答,面对顽固的对手则应当使用带有保留条件的限定回答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.108

" Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις." Ἐπειδὴ ἀνοίκειόν ἐστι τῆς διαλεκτικῆς τὸ πρὸς δύο ἐρωτήσεις μίαν ποιεῖσθαι ἀπόκρισιν, μηδὲ τῶν ὁμωνύμων λοιπὸν μία ἔστω ἀπόκρισις· ὡς γὰρ εἰρήκαμεν, ὁ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον.1 οἷον εἰ ἐρωτήσει τις ‘ἆρ’ ὁ Αἴας ζῷον δίπουν;’, τοῦτο ἀληθὲς μέν ἐστι καὶ κατ’ ἀμφοτέρων τῶν Αἰάντων, οὐ δεῖ δὲ ἀπόκρισιν μίαν ποιῆσαι, καὶ διὰ τὸν τῆς προτάσεως λόγον τὸν λέγοντα ‘μιᾷ ἐρωτήσει μία ἔστω ἀπόκρισις’ (ὧδε δὲ διτταὶ οὖσαι αἱ ἐρωτήσεις οὐχ ἁπλῆν ἐπιδέχονται τὴν ἀπόκρισιν), καὶ ἵνα μὴ συνεθισθέντες μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἀληθῶν ἐρωτημάτων πολλῶν καὶ ἐπὶ ἄλλων μὴ τοιούτων πάθωμεν τοῦτο. οὐδὲν γάρ, φησί, διαφέρει τὸ ὁμώνυμόν τι ἐρωτῆσαι καὶ τὸ τοιαύτην προαγαγεῖν ἐρώτησιν, πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ; κἂν γὰρ ἀληθὲς εἴη τὸ εἶναι αὐτοὺς οἴκοι, κἂν τὸ μή, ἀμφοτέρως πολλαὶ αἱ ἐρωτήσεις· οὐ γάρ, εἰ ἀληθὲς εἴη τὸ εἰπεῖν οἴκοι αὐτοὺς εἶναι, μία ἐστὶν ἡ ἐρώτησις.

“因此,如果对两个问题……是不正确的”既然对两个问题做出一个回答是不合乎辩证法的,那么此后对同音异义的事物也不应当有一个回答;因为正如我们所说,询问同音异义之事的人是在询问多件事物。然而,即使谓项对于由同音异义名称所指称的一切事物都是真实的,[也不应当做一个回答]。例如,如果有人问:“埃阿斯是两足动物吗?”,这虽然对于两个埃阿斯都是真实的,但也不应当做出一个回答,这既是由于那条规定“对一个问题应当有一个回答”的前提准则(而在这里,问题既然是双重的,便不接受单纯的回答),也是为了防止我们由于习惯于在某些真实的多个问题上给出一个回答,而在其他并非如此的问题上也陷入这种情况。因为他说,询问同音异义之事与提出这样的问题——“科里斯库斯和卡利亚斯是在家还是不在家?”——没有任何区别。因为无论他们在家是真实的,还是不在这件事是真实的,无论在哪种情况下问题都是多个;因为并不是说,如果说他们在家是真实的,问题就成了一个。

§1.109

"Τοῦτο δ’ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα." Τοῦτο, φησί, τὸ πολλὰ ἐρωτηθέντα ἐρωτήματα μίαν ἀπόκρισιν δοῦναι, ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον2 (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις· διαφόροις γὰρ πράγμασι τὸ αὐτὸ καὶ ἓν ἐπίκειται ὄνομα), τὸ γοῦν πρὸς πολλὰ ἐρωτήματα ποιήσασθαι μίαν ἀπόκρισιν ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον ἀπόκρισιν μίαν δοῦναι. ὥσπερ οὖν οὐ διαλεκτικοῦ τὸ πρὸς πολλὰ ἐρωτήματα μίαν ἀπόκρισιν ποιεῖν, οὕτω καὶ τὸ πρὸς ὁμώνυμόν τι τὸ αὐτὸ ποιεῖν. εἰπὼν δὲ μὴ δεῖν ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ οὒ φάσκειν, τὴν αἰτίαν τοῦ μὴ ἀποκρίνεσθαι τὸν οὕτως ἀποκρινόμενον καὶ τὸ ναὶ ἢ τὸ οὒ λέγοντα τίθησιν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρᾶγμα καὶ ἀδύνατον ἐστι πάντα, ὧν ἐστι τὸ ὄνομα σημαντικόν, διὰ τοῦ ναὶ ἢ τοῦ οὒ δηλῶσαι, εὔδηλον ὡς οὐκ ἀποκρίνεται· εἰ γὰρ ἐπ’ ἄλλου μὲν ὁ ἐρωτῶν ἤρετο, ὁ δὲ ἀποκρινόμενος ἐπ’ ἄλλου καταφήσει ἢ ἀποφήσει, οὐδὲν ἀπεκρίθη. οὐδὲ γὰρ ὁ εἰπὼν ἀπόκρισιν μίαν ἐπὶ τῶν ὁμωνύμων κυρίαν ἀπόκρισιν ἐποιήσατο, ἀλλ’ εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς ἀπὸ τοῦ εἰπεῖν ναὶ ἢ οὔ, ἀπόκρισιν δὲ οὐ δέδωκεν. ἀπόκρισις γάρ ἐστιν, ὅταν, ὅ τις ἐρωτηθῇ, τοῦτο αὐτὸ ἢ δῷ ἢ ἀπαρνήσηται· ἂν δ’ ἄλλο μὲν ὁ ἐρωτῶν ἔρηται, ἄλλο δὲ ὁ ἀποκρινόμενος φήσῃ ἢ ἀποφήσῃ, εἴρηκε μέν τι καὶ οὕτως, ὥσπερ ἂν εἰ αὐτὸς προαιρούμενος εἶπεν, ἀπόκρισιν δὲ οὐ δέδωκε. τὸ δὲ ἀλλ’ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις3 ἴσον ἐστὶ τῷ ‘ἀλλ’ εἰ καὶ μὴ κατὰ ἀλήθειαν ἀποκρίνονται ἐν τοῖς ὁμωνύμοις τὸ ναὶ ἢ τὸ οὒ λέγοντες, ὅμως ἀξιοῦνται, τουτέστι νομίζονται καὶ ὑπολαμβάνονται ὅτι ἀπόκρισιν ἐποιήσαντο’. νομίζονται δέ, φησίν, ἀποκρίνεσθαι διὰ τὸ λανθάνειν τοὺς ἀκροατὰς τὰ συμβαίνοντα, ἤγουν τὸ μιᾶς ἐρωτήσεως μίαν ἀπόκρισιν εἶναι καὶ τῶν πολλῶν πολλάς, ἢ μάλιστα διὰ τὸ λανθάνειν αὐτοὺς ὅτι ἐν τοῖς ὁμωνύμοις οὐκ ἔστιν ἀπόκρισις· τοῦτο γὰρ εἶπε συμβαῖνον· συμβαίνει γὰρ ἐν τοῖς ὁμωνύμοις τὴν νομιζομένην ἀπόκρισιν μὴ εἶναι ἀπόκρισιν. ὅπερ δὲ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι πολλάκις ἀποκρίσεις δοτέον ψευδεῖς μᾶλλον ἢ ἀληθεῖς, εἴπερ εὐχερέστερον ταύτας ὁ ἐρωτῶν δέξαιτο· ἐπεὶ γάρ, φησίν, ὥσπερ ἔλεγχοί τινες οὐκ εἰσὶ μὲν ἀληθῶς, δοκοῦσι δὲ εἶναι, τὸν αὐτὸν δὴ τρόπον καὶ λύσεις εἰσί τινες οὐκ οὖσαι μὲν δοκοῦσαι δέ τισιν, ἃς καὶ προκομιστέον μᾶλλον ποτε ἤπερ τὰς ἀληθεῖς· πρὸς τὸν πάντῃ γὰρ ἀνθιστάμενον, ὡς τὸ αὐτοῦ ἔχει παράγγελμα, διὰ πάντων δεῖ ἀντιτάττεσθαι. ἀλλὰ μηδὲ ἁπλῶς, φησίν, ἀποκρίνεσθαι δεῖ, ἀλλ’ ὅπερ καὶ αὐτὸς πολλάκις εἶπε, τὸ ‘ἴσως’ λεκτέον καὶ τὸ ‘ἔστω’ καὶ τὸ ‘δοκεῖ’· οὐδαμῶς γὰρ καὶ τούτων προσλεγομένων δυνήσεται γενέσθαι ὁ σοφιστικὸς ἔλεγχος· τοῦτον γὰρ καλεῖ παρεξέλεγχον διὰ τὸ ἔξω εἶναι τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου.

“而这类似于如果同一名称也……” 他说,在被问及许多问题时给出一个回答,与被问及某种同音异义之事是一样的(因为“同一名称被赋予不同的事物”这一表述正指示着这一点;因为同一且唯一的名称被加于不同的事物之上);无论如何,对许多问题做出一个回答,就等同于在被问及某种同音异义之事时给出一个回答。因此,正如对许多问题做出一个回答不属于辩证家一样,对同音异义之事做同样的事也是如此。在说明了不应当在同音异义的事物上说“是”或“否”之后,他给出了以这种方式应答并说“是”或“否”的人并没有做出应答的原因。所说的内容如下:既然事物有多种说法,并且不可能通过“是”或“否”来指示名称所指称的一切事物,那么显然他并没有应答;因为如果提问者就某一事物提问,而应答者就另一事物加以肯定或否定,他就什么也没有回答。因为在同音异义之事上给出一个回答的人并未做出严格意义上的回答,而只是说出了某种话,并且由于说了“是”或“否”而在大众看来貌似回答了,却并没有给出回答。因为所谓回答,乃是在于某人被问及什么,就对这同一件事物予以承认或拒绝;但如果提问者问的是一件事,应答者肯定或否定的却是另一件事,他固然也是以这种方式说出了某种话,正如他自己主动说话一样,但他并没有给出回答。而“但在对话者之中不知何故被如此看待”这一句,等同于说“但是即使他们在同音异义之事上说‘是’或‘否’并非依循真理而回答,他们仍然被如此看待,也就是说,被认为并被假定已经做出了回答”。他说,他们被认为在回答,乃是因为听众忽略了随之而来的事实——即一个问题对应一个回答,多个问题对应多个回答——或者主要是因为他们忽略了在同音异义之事上根本不存在回答;因为这正是他所谓的“随之而来的事实”;因为在同音异义之事上随之而来的事实是:被认为是回答的东西并不是回答。他在《论题篇》第八卷中所说的话,在此处也同样陈述了:即如果提问者更容易接受虚假的回答,那么往往应当给出虚假的回答而不是真实的回答。因为他说,正如某些反驳并非真实存在而是看似存在一样,以完全相同的方式,某些解法也是实际上不存在而对于某些人而言看似存在的,有时比起真实的解法更应当提出这些解法;因为正如他自己的准则所言,对于在各方面都顽固抗拒的人,必须用一切手段加以对抗。但他又说,也不应当单纯地回答,而是应当如他自己屡次所说的那样,说“也许”、“姑且承认”和“看似如此”;因为如果添加了这些词,诡辩式的反驳无论如何也不能成立;因为他将这种反驳称为准反驳,由于它处在严格且真实的反驳之外。

语法注3 条
  1. 1.108ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον.

    在由 ἀλλ’ οὐδὲ ἐάν(“即使……也不”)引导的条件句中,承前省略了相当于前句 μία ἔστω ἀπόκρισις 的主句谓语(如 οὐ δεῖ μίαν ἀπόκρισιν ποιεῖσθαι 等)。紧随其后的句子(οὐ δεῖ δὲ ἀπόκρισιν μίαν ποιῆσαι)直接补充了这一层含义。

  2. 1.109Τοῦτο, φησί, τὸ πολλὰ ἐρωτηθέντα ἐρωτήματα μίαν ἀπόκρισιν δοῦναι, ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον

    主语从句 τὸ ... δοῦναι 中内嵌了泛指的不定词逻辑主语 ἐρωτηθέντα(宾格分词)。与谓语与格 τῷ 呼应的再次是宾格分词 ἐρωτηθέντα(省略了不定词 δοῦναι)。在经过插入句(τούτου γάρ ἐστι δηλωτικὸν 等)之后,整个句子的主干在 τὸ γοῦν πρὸς πολλὰ ἐρωτήματα 等处被重新表述。

  3. 1.109ἀλλ’ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις

    引用自亚里士多德原文(176a14)。注释者将 ἀξιοῦνται 理解为被动态(“被认可”、“被当作”),并明确用意译 νομίζονται καὶ ὑπολαμβάνονται ὅτι ἀπόκρισιν ἐποιήσαντο(“被认为且被假定做出了回答”)进行了解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:129.3-130.28