← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§127.18-129.2

区分同音异义的责任与多重问题谬误

关于亚里士多德在175b28和175b39中论述的注释:应答者对同音异义问题作出区分的责任,以及同音异义与两可性源于“把多个问题合为一个”的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106

" Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστι." Νῦν διδάσκει ὅτι δεῖ τὸν ἀποκρινόμενον ἐρωτώμενόν τι ὁμώνυμον διαίρεσιν αὐτοῦ ποιεῖσθαι καὶ ἐρωτᾶν ἐφ’ οὗ τῶν σημαινομένων ἐρωτᾷ τοῦτο ὁ ἐρωτῶν· εἰ γὰρ μὴ οὕτως ποιήσει, ἄδηλός ἐστι, κἄν τε ἐλήλεγκται, κἄν τε οὔ. οὐκοῦν ἐπειδὴ ἄδηλός ἐστιν εἰ ἐλέγχεται ὁ μὴ διαίρεσιν τοῦ ὁμωνύμου ἢ ἀμφιβόλου λόγου ποιούμενος, δέδοται δὲ τῷ ἀποκρινομένῳ τὸ διελεῖν, εἰ μὴ οὗτος, ὁ ἀποκρινόμενος [ὅ] φημι, διορίζει τὸ ἐρωτώμενον, ἤγουν μὴ διαιρεῖ ἀλλ’ ἁπλῶς λαμβάνει, ἁμαρτάνει καὶ αὐτὸς ἑαυτῷ τοῦ φαινομένως ἐλέγχεσθαι αἴτιός ἐστι. συμβαίνει δ’ ἐντεῦθεν, καὶ εἰ μὴ αὐτὸς ἐλήλεγκται, τόν γε λόγον αὐτοῦ ἐληλέγχθαι· οἷον εἰ ἐρωτηθείη τις ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, εἶτα ὁ ἀποκρινόμενος εἴπῃ ναὶ πρὸς τὸν ἀστρῷον ἀποβλέψας, μὴ διέληται δὲ τὰ τοῦ κυνὸς σημαινόμενα, αὐτὸς μὲν δοκεῖ μὴ ἐλέγχεσθαι ὡς τὸν ἀστρῷον δοὺς καύματα ποιεῖν, ἡ δὲ διάλεξις αὐτοῦ καὶ ἀπόκρισις οὐκ ἂν τοῦτο ἐκφύγῃ ἅτε μὴ διελοῦσα. συμβαίνει δέ, φησί, πολλάκις συνορῶντα τὸν ἐρωτώμενον καὶ εἰδότα, ὅτι ὁμώνυμός ἐστιν ἢ ἀμφίβολος ὁ λόγος ὁ ἐρωτώμενος, μὴ ποιεῖσθαι διαίρεσιν τοῦ ἐρωτωμένου ὀκνοῦντα πρὸς τοῦτο καὶ ἀναδυόμενον,1 ἵνα μὴ δόξῃ δύσκολος εἶναι ἅτε συνεχῆ ποιούμενος τὴν διαίρεσιν· ἐπεὶ γὰρ οἱ σοφισταὶ κατ’ ἐνδελεχισμὸν ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα τὰ ἐρωτήματα, εὐλαβεῖται ὁ ἀποκρινόμενος, ἵνα μὴ δόξῃ δυσχερής, εἰ ἅπαντα ἐπιχειροίη διαιρεῖν. εἶτα οἰομένων τῶν ἀποκρινομένων μηδὲν ἄτοπον ἐντεῦθεν συμβῆναι, εἰ χωρὶς διαιρέσεως δώσουσι τὸ ἐρωτώμενον, ἀπαντήσει τι πολλάκις παράδοξον. ὥστε φυλακτέον τῷ ἀποκρινομένῳ τοιαύτην ποιεῖσθαι ἀπόκρισιν, καὶ ἐπεὶ ἐφεῖται αὐτῷ διαιρεῖν τὰ ἐρωτώμενα, μὴ ὀκνητέον πρὸς τοῦτο.

“然而,既然[是否被反驳]是不明确的……” 现在他指出,应答者在被问及某种同音异义的事情时,必须对其作出区分,并反问提问者是就被指称之物中的哪一个来问此事的;因为如果不这样做,他究竟是被反驳了还是没有被反驳,就是不明确的。因此,既然不对同音异义或两可的表述作出区分的人是否被反驳是不明确的,而作出区分的权利已赋予了应答者,那么如果这个人——我指的是应答者——不对所问之事加以限定,也就是不做区分而径直接受下来,他便犯了错误,并且是他自己造成了自己貌似被反驳。由此产生的结果是,即便他本人未被反驳,至少他的论辩已被反驳了。例如,如果有人被问及“狗是否产生酷热?”,随后应答者眼望着天上的天狼星[犬星]回答“是”,却没有区分“狗”的诸种含义,他本人由于认定天上的犬星产生酷热,因而看似未被反驳,但他的论辩和回答却不能免于这一点,因为它未作区分。他说,还经常发生这种情况:应答者虽然看清并且知道所问的论辩是同音异义或两可的,却不对所问之事作出区分,对此畏缩退缩,以免因频繁作出区分而被认为难以相处;因为诡辩家们会没完没了地提出同音异义和两可的问题,应答者便有所顾忌,担心如果试图区分一切就会显得刁难。随后,应答者们本以为如果不作区分就认同所问之事,从中不会产生任何荒谬的结果,却往往会碰上某种始料不及的反常结论。因此,应答者必须提防做出这样的应答;既然区分所问之事是允许他的权利,他就不应当对此退缩。

§1.107

"Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις." Νῦν διδάσκει τὴν γένεσιν τῆς ὁμωνυμίας καὶ τῆς ἀμφιβολίας, καὶ φησὶν ὅτι ἀπὸ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ταύτας γίνεσθαι· ὡς γὰρ ἐν ἐκείνῳ πλείω ὄντα τὰ ἐρωτώμενα ἓν ἔχει τὸ κατηγορούμενον, οὕτως καὶ ὧδε, εἰ καὶ ἕν ἐστιν ὄνομα, ἀλλ’ οὖν πλειόνων ἐστὶ σημαντικόν. εἰ γοῦν μὴ ἦν ὁ τὰ πλείω ἐρωτήματα ἓν ποιῶν παραλογισμός, οὐκ ἂν ἦν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ μὴ ἦν ἀμφιβολία ἢ ὁμωνυμία, ἢ ἀληθὴς ἔλεγχος ἐγίνετο ἢ οὐδ’ ὅλως ἐγίνετο. οἷον εἰ μὴ ἦν τὸ κύων ὄνομα πολλῶν σημαντικόν, ἀλλ’ ἕν τι ἐδήλου, οἷον τὸν ἀστρῷον μόνον, εἰ ἠρωτήθη τις ‘ἆρα ὁ κύων ὑλακτεῖ;’, ἀπέφησε δὲ ὁ ἐρωτώμενος, ἠλέγχθη ἂν κυρίως οὐχί·2 ἐπεὶ γὰρ μόνον τὸν ἀστρῷον ὁ κύων σημαίνει, εἰ ἐρωτηθείη ‘ἆρα ὑλακτεῖ;’ καὶ ἐρεῖ ὅτι οὐχί, οὐδ’ ὅλως ἐλήλεγκται· εἰ δὲ κατέφησεν, ἠλέγχθη ἄν. πῶς δὲ ὁ ὁμώνυμόν τι ἐρωτῶν πλείω ἐρωτήματα ἐρωτᾷ, δείκνυσι. τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘ἆρα ὁ Καλλίας καὶ ὁ Θεμιστοκλῆς μουσικοί εἰσι;’ τοῦ εἰπεῖν ‘ἆρα ὁ κύων ὑλακτεῖ;’· ἐπὶ γὰρ ἀμφοτέρων πλείω τὰ πράγματα· πᾶν γὰρ τὸ ἐρωτώμενον, εἰ μὴ ἁπλοῦν εἴη ἀλλ’ ὁμώνυμον καὶ πλείω δηλοῖ τοῦ ἑνός, ἐν ἐρωτήσει παραλαμβανόμενον πολλὰ ἐρωτᾷ.

“但是如果人不把两个问题合为一个……” 现在他讲解同音异义和两可性的产生,并指出这些是由把多个问题合为一个而产生的;因为正如在那种情况下,所问的事物虽是多个而谓项却为一个,同样在这里,即使名称是一个,但它终究指称着多件事物。无论如何,如果不存在把多个问题合为一个的谬误推理,也就不会存在基于同音异义和两可性的谬误推理;如果不存在两可性或同音异义,那么要么产生真正的反驳,要么根本不会产生反驳。例如,如果“狗”这个名称不是指称许多事物,而是指示某一件事物,比如仅仅指天上的犬星,那么如果有人被问及“狗吠叫吗?”,而应答者予以否定,严格说来他本是不会被反驳的;因为既然“狗”仅仅指称天上的犬星,如果被问及“它吠叫吗?”并且回答“不”,他就根本没有被反驳;但如果他予以肯定,他就会被反驳。接着他指明了,提出同音异义问题的人是如何在提出多个问题的。因为说“卡利亚斯与地米斯托克利是通晓音乐的吗?”与说“狗吠叫吗?”,究竟有什么区别呢?因为在这两种情况下事物都是多个。因为任何被问之事,如果不是单纯的而是同音异义的且指示着多于一件事物,一旦被纳入提问之中,就是在询问多件事物。

语法注2 条
  1. 1.106συμβαίνει δέ, φησί, πολλάκις συνορῶντα τὸν ἐρωτώμενον καὶ εἰδότα, ὅτι ὁμώνυμός ἐστιν ἢ ἀμφίβολος ὁ λόγος ὁ ἐρωτώμενος, μὴ ποιεῖσθαι διαίρεσιν τοῦ ἐρωτωμένου ὀκνοῦντα πρὸς τοῦτο καὶ ἀναδυόμενον

    由非人称动词 συμβαίνει 支配的“宾格加不定式”结构。τὸν ἐρωτώμενον 作不定式 μὴ ποιεῖσθαι 的宾格逻辑主语,表让步的分词 συνορῶντα ... καὶ εἰδότα 与表原因或状态的状语分词 ὀκνοῦντα ... καὶ ἀναδυόμενον 与之同格一致。

  2. 1.107ἠλέγχθη ἂν κυρίως οὐχί

    否定词 οὐχί 置于句末以否定前面的谓语 ἠλέγχθη ἄν 的倒装结构,意为“严格说来他本是不会被反驳的”。从紧接其后的 ἐπεὶ γὰρ ... οὐδ’ ὅλως ἐλήλεγκται 可以看出,此处构成了一个完全否定的归结从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:127.18-129.2