← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§126.17-127.17

对蒙面者诡辩之错误化解方案的批判

关于亚里士多德《辩谬篇》第24章(175b21起)中“被蒙面者”的诡辩,注解者批判了那些试图通过设定多个指称对象来化解难题的错误观点,并从偶性、同音异义以及前提与结论应保持一致的角度阐明了正确的解决方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.105

" Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον." Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα ταὐτόν ἐστι τῷ τοῦτον τὸν Κορίσκον·1 τὸ γὰρ ‘ἆρα οἶδας τὸν Κορίσκον ὅτι μουσικός ἐστι; ναί’, τοῦτο ταὐτόν ἐστι τῷ ‘ἆρ’ οἶδας τοῦτον τὸν Κορίσκον ὅτι μουσικός ἐστιν;’ ὃν γὰρ νῦν λέγεις μουσικὸν ἢ Κορίσκον, ὅτε ἀφῃρέθη τὸ περικάλυμμα, τοῦτον ἔλεγες καὶ ὅτε κεκαλυμμένος ἦν. καὶ ἔτι σαφέστερον περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἔλυόν τινες τὸ σόφισμα λέγοντες τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι μουσικόν, τοῦτον δ’ ἄμουσον, ἐπὶ διαφόρων προσώπων τὴν ἐρώτησιν φέροντες καὶ δύο ὑποκείμενα λαμβάνοντες. οὓς λύειν ἀνωφελῶς φησι λέγων ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον εἶναι μουσικὸν ἢ ἄμουσον τῷ τοῦτον τὸν Κορίσκον, τοῦτο διὰ τούτων λέγων, ὅτι ἡνίκα φαμὲν ‘ἆρ’ οἶδας τὸν Κορίσκον μουσικόν;’, τοῦτόν φαμεν τὸν ἕνα τῷ ἀριθμῷ καὶ οὐ πολλούς, ἀλλὰ τὸν ὀθόνῃ κεκαλυμμένον, ἐφ’ οὗ καταφάσκεται καὶ ἀποφάσκεται.2 ἀνατρέψας οὖν τοὺς κακῶς λύοντάς φησιν ἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει, ὃ δυνάμει τοιοῦτον ἂν εἴη· ἴσως οὐχ οὕτω δεῖ διορθοῦσθαι, ὅτι ὅδε ὁ Κορίσκος μουσικὸς καὶ ὅδε ἄμουσος, ἀλλ’ ὅτι οὐ ταὐτὸν σημαίνει, τουτέστι τὸ Κορίσκος οὐχ ἓν σημαίνει. οὐ γὰρ ἐστιν ἑνὸς δηλωτικὸν τὸ Κορίσκος ὄνομα, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης· εἰ γὰρ καὶ τῷ ὑποκειμένῳ ἕν ἐστιν ὁ Κορίσκος καὶ ὁ κεκαλυμμένος Κορίσκος, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης, ἀλλὰ τῷ λόγῳ οὐχ εἷς ἐστιν. ὥστε ῥητέον ὅτι ἐλεγχοειδὲς καὶ παρὰ τὸ συμβεβηκός. εἶτα ἐπειδὴ εἶπεν “εἴ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν”, οὗτος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς τέθεικε παράδειγμα, ἐπιφέρει οὐδὲ γὰρ ἐκεῖ τοὔνομα, ἐκεῖ λέγων ἐπὶ τοῦ καθ’ ὁμωνυμίαν· ἐπὶ τούτου γὰρ οὐ ταὐτὸν σημαίνει τὸ ὄνομα. ὥστε τι διαφέρει τὸ ἁπλῶς περὶ Κορίσκου ἐρωτᾶν καὶ κεκαλυμμένου. τὸ δὲ εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει3 πρὸς τοὺς κακῶς λύοντας ἀναφέρεται καὶ ἔστιν ἀνατρεπτικὸν αὐτῶν· λέγει γὰρ τὸ συμπέρασμα οἰκεῖον ὀφείλειν εἶναι ταῖς προτάσεσι. πῶς γοῦν ὑμεῖς μὴ ἐρωτηθέντες ‘ἆρ’ οἶδας τόνδε ἢ τόνδε τὸν Κορίσκον;’ ἐν τῷ συμπεράσματι τοῦτο ἐπάγετε; εἰ γὰρ ἐν τῷ μέν, ἤγουν ἐπὶ τῶν προτάσεων, ὡς ἐκεῖνοι λέγουσιν, ἁπλῶς δεῖ λέγειν ὅτι ὁ Κορίσκος μουσικός, ἐν δὲ τῷ συμπεράσματι προστεθήσεται τὸ ὅδε, ἄτοπον. τὸ δὲ οὐδὲν γὰρ μᾶλλον θατέρῳ τοιοῦτόν ἐστιν, ὅτι ἐπίσης ἔδει καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν τῷ συμπεράσματι τεθεῖσθαι τὸ τόνδε· ἢ γὰρ καὶ ἐν ταῖς προτάσεσι προσκείσθω τὸ ὅδε ἤ, εἰ μὴ ἐν ἐκείναις, μηδὲ ἐπὶ τῷ συμπεράσματι.

“因为说科里斯库斯[通晓音乐]与说这个科里斯库斯[通晓音乐]将是同一个说明……” 他的意思如下:说“我知道科里斯库斯”与说“[我知道]这个科里斯库斯”是同一回事;因为“你知道科里斯库斯通晓音乐吗?是的”这句话,与“你知道这个科里斯库斯通晓音乐吗?”是同一回事。因为当覆盖物被拿开时你现在称之为通晓音乐的或称之为科里斯库斯的那个人,正是他在被蒙着时你所说的那个人。为了就同一问题说得更清楚些,某些人过去通过说他们知道这个科里斯库斯通晓音乐而知道这个[另一个]人不懂音乐来化解该诡辩,将问题引向不同的人物并设定了两个主体。他通过说“因为说科里斯库斯通晓音乐或不懂音乐与说这个科里斯库斯[通晓音乐或不懂音乐]将是同一个说明”,指出这些人是在徒劳地化解;他通过这些话表明,当我们说“你知道科里斯库斯通晓音乐吗?”时,我们所说的是这个在数目上为一而非多的人,即那个用布蒙着的人,关于他作出了肯定与否定。因此,在驳倒了那些错误化解的人之后,他说“但也许它并不指称同一件事”,这潜在的意思大概是:也许不应当这样去修正说“这个科里斯库斯通晓音乐而这个不懂音乐”,而应当说“它并不指称同一件事”,即“科里斯库斯”并不指称一件事物。因为“科里斯库斯”这个名称并非指示一件事物,正如“苏格拉底”与“白色的苏格拉底”也不是一样;因为即使科里斯库斯与被蒙着的科里斯库斯在主体上为一(正如苏格拉底与白色的苏格拉底一样),但在定义上却不是同一个。因此应当指出,这只是貌似反驳,并且是基于偶性的。接着,既然他先前说了“如果有人认为基于同音异义的反驳……”,却给出了一个基于偶性的例子,他就接着说道“因为在那里名称也不……”,他所说的“在那里”是指在基于同音异义的情况下;因为在这种情况下,名称并不指称同一件事物。因此,单单询问科里斯库斯与询问被蒙着的人是有所不同的。至于“但如果他把单单说科里斯库斯分配给一方[而对另一方加上‘这个’]”这句话,则是针对那些错误化解的人而言的,并且旨在驳倒他们;因为他说结论应当与前提相契合。既然你们未曾被问及“你知道这个科里斯库斯还是这个科里斯库斯?”,你们究竟如何能在结论中引入这一点呢?因为如果像那些人所说的那样,在一方、即在前提中只应当单单说科里斯库斯通晓音乐,而在结论中却要加上“这个”,那是荒谬的。至于“因为这绝非对其中一方比对另一方更是如此”,意思是在前提中和在结论中本应同样置入“这个”;因为要么在前提中也附加上“这个”,要么如果前提中没有附加,在结论中也不得附加。

语法注3 条
  1. 1.105τῷ τοῦτον τὸν Κορίσκον

    与格定冠词 τῷ 与 ταὐτόν 呼应,统辖一个与前文 τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα 相对平行的省略不定词短语(即 [τὸ λέγειν ὅτι] τοῦτον τὸν Κορίσκον [οἶδα])。此处解释了亚里士多德原文中 ὁ αὐτὸς ἔσται λόγος τὸ ... τῷ ...(“说……与说……将是同一个说法/定义”)的句式。

  2. 1.105ἐφ’ οὗ καταφάσκεται καὶ ἀποφάσκεται

    关系代词短语 ἐφ’ οὗ 的先行词是紧邻其前的 τὸν ὀθόνῃ κεκαλυμμένον(“用布蒙着的那个人”),动词 καταφάσκεται 和 ἀποφάσκεται 作无人称被动态或以肯定/否定陈述为主语的被动态使用(“关于他做出了肯定与否定”)。

  3. 1.105τὸ δὲ εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει

    这是注解书特有的引文框结构:τὸ δὲ [亚里士多德原文引句] ... ἀναφέρεται。整句引文在中性定冠词 τὸ 的统摄下充当主语,受主动词 ἀναφέρεται(“指向/指涉”)支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:126.17-127.17