- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:125.1-126.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德第175b15行,论证了若将同音异义等诡辩视为真正的反驳,就会导致包括专家在内的所有人均被反驳,并通过“蒙面人”诡辩(偶性谬误)的具体推导进行说明,同时批判了前人不当的化解方式。
" Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι." Εἰπὼν πρὸ ὀλίγου φαινομένως ἐλέγχειν τοὺς σοφιστὰς καὶ οὐ κυρίως νῦν φησιν ὅτι, εἴ τις ὑπολάβοι κυρίως ἐλέγχειν τοὺς σοφιστὰς καὶ μὴ φαινόμενον εἶναι ἔλεγχον τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον καὶ τὰ ἄλλα σοφίσματα, συμβήσεται πάντας ἐλέγχεσθαι καὶ αὐτοὺς τοὺς ἐπιστήμονας· παρακρούονται γὰρ καὶ οὗτοι ὑπὸ τῶν σοφιστῶν δι’ ὁμωνύμων τινῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ εἰ οὕτως ἔχει καὶ ἀληθὴς ἔλεγχος ὁ τοιοῦτος ἔλεγχος λογίζεται, οὐ διαφευξεῖταί ποτε ὁ ἀποκρινόμενος τρόπον τινὰ τὸ ἐλέγχεσθαι· παρὰ γὰρ τοῖς ἀληθῆ λέγουσιν ἔλεγχον τὸν φαινόμενον ἔλεγχον καὶ παραλογισμὸν ἀδύνατον διαφυγεῖν τὸ μὴ ἐλεγχθῆναι, καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον.1 τὸ δὲ τρόπον τινὰ προσέθηκε, διότι μὴ κυρίως ἐστὶν οὗτος ἔλεγχος. πῶς δὲ πάντας συμβήσεται ἐλέγχεσθαι, ἐπάγει· ἐπὶ γὰρ τῶν ὁρατῶν, ἤτοι τῶν τῇ ὁράσει ὑποπιπτόντων, ἀναγκαῖον πολλάκις, ὃ ἔφησεν ὁ ἀποκρινόμενος, ἀποφῆσαι2 πάλιν, καὶ ὃ ἀπέφησε, φῆσαι. πρῶτον δὲ καλῶς ἂν ἔχοι τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι καὶ οὕτως τὰ κατὰ τὴν λέξιν ἀναθρῆσαι. περικαλύψαντες τὸν μουσικὸν Κορίσκον ὀθόνῃ ἢ ἄλλῳ τινὶ οἱ σοφισταὶ ἠρώτων· ἆρ’ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι; ναί· τί δ’, οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀφελόντες τὸ περικάλυμμα, τί δ’, οἶδας, ἔλεγον, τοῦτον ὅστις ἐστί; ναί· οἶδας ἄρα τοῦτον καὶ ὅτι μουσικός ἐστιν· ἀλλὰ μὴν καὶ οὐκ οἶδας· ὃν γὰρ ἠγνόεις, ὅτε περικεκαλυμμένος ἦν ὅστις ἦν, τοῦτον οὐδ’ εἰ ἦν μουσικὸς ἐγίνωσκες· οἶδας ἄρα τὸν αὐτὸν καὶ μουσικὸν καὶ μὴ μουσικόν, ἤτοι μουσικὸν καὶ ἄμουσον, ὥστε ὃ ἀπέφησας ἀπ’ αὐτοῦ ὄνομα, τὸ ‘μουσικός’, τοῦτο κατέφησας κατ’ αὐτοῦ. πάλιν ἆρ’ οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀποκαλύψαντες, τί δέ, οἶδας τοῦτον; ναί· Κορίσκος γάρ ἐστιν· ἀλλὰ μὴν ἔφησας αὐτὸν καὶ μὴ Κορίσκον· ὃν γὰρ ὅλως ἠγνόεις τίς ἐστιν, οὐδὲ εἰ Κορίσκος ἐστὶν ἐγίνωσκες· ὥστε τὸ αὐτὸ ὄνομα κατέφησας κατ’ αὐτοῦ καὶ ἀπέφησας. τὸ σόφισμα παρὰ τὸ συμβεβηκός· συμβέβηκε γὰρ τῷ Κορίσκῳ τὸ κεκαλυμμένῳ εἶναι. οὐκ ἀνάγκη δὲ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι ᾧ ὑπάρχει τὸ συμβεβηκός· οὐ γάρ, εἰ ὑπάρχει τὸ δισύλλαβον τῷ λευκῷ,3 τὸ δὲ λευκὸν συμβέβηκε τῷ Ἀλκιβιάδῃ, ἀνάγκη καὶ τὸ δισύλλαβον ὑπάρχειν τῷ Ἀλκιβιάδῃ· οὐ γάρ ἐστιν ὁ Ἀλκιβιάδης δισύλλαβον. οὕτως καὶ ἐπὶ τούτων· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἀνάγκη καὶ ἀγνοεῖν τὸν Κορίσκον. ὥστε δεῖ λέγειν ὅτι παρὰ τὸ συμβεβηκός (τοιοῦτον γὰρ τὸ τοῦ ἐγκεκαλυμμένου) ἢ παρὰ τὴν ὁμωνυμίαν ὁ λόγος ἢ παρὰ τὴν ἀμφιβολίαν ἢ παρά τι τούτων. τὸ τοιοῦτον σόφισμα ἔλυον οὕτως ἐκεῖνοι λέγοντες, ὅτι τοῦτον τὸν Κορίσκον οἶδα μουσικὸν τὸν φαινόμενον καὶ τοῦτον οἶδα Κορίσκον, τὸν δὲ κεκαλυμμένον καὶ ἄμουσον καὶ οὐ Κορίσκον. ἡ μὲν οὖν διάνοια καὶ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τις ἂν εἴη. τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. ὁρατὰ λέγει τὰ κατ’ ἐνέργειαν ὁρατά, ἃ βλέποντες γνωρίζομεν, κεκαλυμμένα δὲ ὄντα ἀγνοοῦμεν· ἐπὶ τούτων γὰρ ἀναγκαῖον ὃ ἔφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι· ὃν γὰρ ἔλεγε μουσικὸν ὁρῶν, τοῦτον περικεκαλυμμένον ὄντα καὶ μὴ ὁρώμενον εἴποι ἄμουσον· καὶ ὃν λέγει ἄμουσον περικεκαλυμμένον ὄντα, τοῦτον μουσικὸν ἂν εἴποι ἀφαιρεθέντος τοῦ περικαλύμματος. ὥστε ἐπὶ τούτων, φησί, τῶν ὁρατῶν ὃ ἔφησεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι, πάλιν ὃν ἔφησε λευκόν, ἀναγκαῖον ἀποφῆσαι καὶ εἰπεῖν μὴ λευκόν. δεῖ οὖν ὡς εἴπομεν λύειν, ἢ ὅτι παρὰ τὸ συμβεβηκὸς ἢ καθ’ ἕτερόν τι, ὅπερ καὶ αὐτὸς ἐρεῖ, ὅτε τὰς λύσεις τῶν σοφισμάτων ἐκτίθεται, ἀλλὰ μὴ ὡς οὗτοι.
“但如果有人认为基于同音异义的反驳是[真正的]反驳……” 在不久前指出诡辩家们只是表面上反驳而非真正反驳之后,他现在指出,如果有人认为诡辩家们是在真正反驳,并且基于同音异义的反驳以及其他诡辩并非表面上的反驳,那么就会得出所有人、甚至有知识的人自身都被反驳的结论;因为这些人也会被诡辩家通过某些同音异义以及其他类似手段所蒙骗。如果情况如此,并且这种反驳被视作真正的反驳,那么应答者在某种意义上就绝无法逃避被反驳;因为在那些声称表面上的反驳和谬误推理是真正反驳的人那里,想要逃避被反驳是不可能的,应答者绝不可能不被反驳。他之所以加上“在某种意义上”,是因为这并非本义上的反驳。至于如何会得出所有人均被反驳的结论,他接着说明:因为在可见之事、即落在视觉之下的事物上,往往必然会再次否定应答者所肯定的事情,并肯定他所否定的事情。不过,首先将该诡辩的推导过程陈列出来,并以此方式细察词句,当是妥当的。诡辩家们用一块布或其他东西将通晓音乐的科里斯库斯蒙裹起来,然后提问:“你知道科里斯库斯通晓音乐吗?” “知道。”“那么,你知道被蒙着的人是谁吗?”“不知道。”接着他们拿开覆盖物,说:“那么,你知道这人是谁吗?”“知道。”“因此,你既知道这个人,也知道他通晓音乐;然而你又不知道;因为当他被蒙着时你不知道他是谁,关于这个人,你当时甚至不知道他是否通晓音乐;因此,你知道同一个人既是通晓音乐的又不是通晓音乐的,即既通晓音乐又不懂音乐,从而你从他身上否定的那个名称,即‘通晓音乐的’,你又在他身上予以了肯定。”又如:“你知道被蒙着的人是谁吗?”“不知道。”接着揭开他:“那么,你知道这个人吗?”“知道,因为他是科里斯库斯。”“然而你却也肯定了他不是科里斯库斯;因为对于那个你完全不知道是谁的人,你当时甚至不知道他是否是科里斯库斯;从而同一个名称,你既在他身上予以肯定,又予以了否定。”这个诡辩是基于偶性的;因为处于被蒙着的状态是偶然发生于科里斯库斯身上的。但是,属于偶性的属性并不必然也属于拥有该偶性的事物本身;因为,并非如果‘有两个音节’属于‘白’(leukon),而白偶然属于阿尔西比亚德斯,‘有两个音节’就必然也属于阿尔西比亚德斯;因为阿尔西比亚德斯并不是两个音节。在这些事例中也是如此;因为,并非如果我不知道被蒙着的人是谁,而处于被蒙着的状态偶然属于科里斯库斯,我就必然也不知道科里斯库斯。因此应当指出,该论证是基于偶性的(关于被蒙面者的论证正是这一类的),或是基于同音异义,或是基于歧义,或是基于这些原因中的某一种。那些人过去是这样化解此类诡辩的,他们说:“我知道显现出来的这个科里斯库斯是通晓音乐的,我也知道这个人是科里斯库斯,但被蒙着的人是不懂音乐的且不是科里斯库斯。”那么,该诡辩的意图和推导过程大概就是这样。而词句上的情况则如下所述。他所谓的“可见之事”,是指实际可见的、我们在观看时能认出但当它们被遮盖时便不知道的事物;因为在这些事物上,必然要否定某人所肯定的,并肯定某人所否定的;因为某人看着他时称其通晓音乐的那个人,在此人被遮盖且不可见时,他会称其不懂音乐;而在此人被遮盖时称其不懂音乐的那个人,在覆盖物被拿开时他又会称其通晓音乐。因此他说,在这些可见之事上,某人所肯定的名称,必然要从同一个对象上予以否定;同样,某人肯定其为白色的那个人,必然要予以否定并说他不是白色的。因此,正如我们所说,必须指出它是基于偶性,或者依据某种其他原因来化解——这正是〔亚里士多德〕自己在阐述诡辩的化解法时所要讲到的——而绝不可像这些人那样去化解。
- 1.104καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον
在否定动词 οὐκ ἔστι 之后带有 μὴ οὐ 的双重否定结构。无人称结构 οὐκ ἔστι 加上由 μὴ οὐ 否定的带冠词不定式,表达“应答者不被反驳是不可能的”(即必然被反驳)。
- 1.104ὃ ἔφησεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι
先行词 ὄνομα 被纳入由关系代词 ὃ 引导的关系从句中(词性同化/包含)。句子的骨干结构为“必须从同一个对象上否定他所肯定的那个名称”。
- 1.104τὸ δισύλλαβον τῷ λευκῷ
实质化的中性形容词 τὸ δισύλλαβον 指语言学属性(作为词的‘白’包含两个音节),τὸ λευκόν 指谓词/语词本身,而 Ἀλκιβιάδῃ 指实体的人。该句法展现了区分属性属于语词还是属于本体的经典逻辑举例。
