- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:123.8-124.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在175a31–175b8中关于化解表面反驳以及应对歧义和同音异义提问的讨论,注解者阐明了应当如何抗击徒具表象的反驳而非真正的反驳。他进一步解释了为何应当防备的是显得被反驳而非真正被反驳,以及为何面对未能区分同音异义项的诡辩家提问时,应答者必须进行限定性的追加回答(正如柏拉图当年所做的那样)。
" Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως." Ὥσπερ, φησίν, εἴπομεν δεῖν προαιρεῖσθαι ἐνδόξως παρὸ ἀληθῶς συλλογίζεσθαι,1 ἡνίκα ὁ ἀποκρινόμενος μὴ δέχεται τἀληθῆ, οὕτω δεῖ καὶ τὸν ἀποκρινόμενον λύειν τὰ σοφίσματα μὴ ἐξ ἀληθῶν ἀλλ’ ἐκ φαινομένων· οὐ γάρ εἰσι τὰ σοφίσματα ἀληθεῖς ἔλεγχοι ἀλλὰ φαινόμενοι. πῶς δέ εἰσι φαινόμενοι, κατασκευάζει λέγων μὴ συλλογίζεσθαι αὐτούς. ὥστε ἐπειδὴ φαινόμενοί εἰσι, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν ἐλέγχεσθαι διορθωτέον,2 τουτέστι δεῖ λέγειν παρὰ τί φαίνεται μὲν ἐλέγχειν, οὐκ ἐλέγχει δέ, καὶ διορθοῦσθαι τοὺς ἀκροωμένους. εἰ γὰρ εἴποιμεν παρὰ τί δοκεῖ μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς δοκοῦντας ὅτι ἐληλέγμεθα καὶ ἀπάξομεν ἀπὸ τῆς ψευδοῦς ταύτης δόξης· ὁ γὰρ ἀπάγων τινὰ ἀπὸ τῆς ψευδοῦς δοκήσεως ἐπὶ τὴν ἀλήθειαν διορθοῦται τοῦτον, καὶ ἡμεῖς εἰ εἴποιμεν τὸ παρὰ τί φαίνεται ἔλεγχος μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς ἀκροατὰς καὶ πείσομεν αὐτοὺς μὴ δοκεῖν ἔλεγχον τὸν μὴ ὄντα ἔλεγχον. ὅλως γάρ, φησί, πρὸς τοὺς τοιούτους ἀπομάχεσθαι δεῖ ὡς οὐκ ἐλέγχοντας· δεῖ γὰρ λέγειν ὅτι οὐκ ἔλεγχος τὸ συμβαῖνον ἀλλὰ φαίνεται, καὶ ἐμφανίζειν παρὰ τί φαίνεται μέν, οὐκ ἔστι δέ, οἷον ὅτι παρὰ τὴν σύνθεσιν ἢ παρὰ τὴν ὁμωνυμίαν ἢ παρὰ τὴν λέξιν ἢ τὴν ἀμφιβολίαν φαίνεται, οὐκ ἔστι δέ. ἐπειδὴ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστιν ἔκ τινων μὴ ὁμώνυμος, οὐ χρὴ τὸν ἀποκρινόμενον ἄλλο τι προσδιορίζεσθαι ἐν τοῖς ὁμωνύμοις ἢ ἀμφιβόλοις ἐλέγχοις, ἀλλὰ λέγειν μόνον ἀμφίβολα καὶ ὁμώνυμα εἶναι τὰ ἐρωτώμενα καὶ ὅτι τὸ συμπέρασμα φαίνεται μὲν ἐλέγχειν, οὐ ποιεῖ δὲ τοῦτο ὁμώνυμον ὄν.
“首先,正如同我们说应当依据公认见解来推论……” 他说,正如同我们说过,当应答者不接受真理时,必须选择依据公认见解而非依据真理来推论,应答者也同样必须不是根据真理而是根据表象来化解诡辩;因为诡辩并不是真正的反驳,而是表面上的反驳。至于它们如何是表面上的反驳,他通过说它们没有进行推论来加以论证。因此,既然它们是表面上的,应答者就必须为了不显得被反驳而加以纠正,也就是说,必须说明由于什么原因它看似反驳而实未反驳,并纠正听众。因为如果我们说明了非反驳之事由于什么原因被认为是反驳,我们就会纠正那些认为我们已经被反驳了的人,并使他们脱离这种虚假的意见;因为把某人从虚假的臆测引向真理的人就是在纠正他,而我们如果说明了非反驳之事由于什么原因看似反驳,也会纠正听众,并劝服他们不要把非反驳之事当作反驳。因为他说,总括而言,必须把这些人当作未在反驳者来进行抗辩;因为必须说明所得出的结论并不是反驳而是看似如此,并且揭示出由于什么原因它看似如此而实则不然,例如说明它是由于结合、由于同音异义、由于词句或是由于歧义而看似如此,实则不然。因为既然真正的反驳是由若干非同音异义的前提所产生的矛盾,那么应答者在同音异义或歧义的反驳中就不必再额外限定任何其他事情,而只需说明被提问的事项是歧义的和同音异义的,并且结论虽然看似在反驳,但因其是同音异义的而并未做到这一点。
"Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον." Οὐδαμῶς, φησί, χρὴ τὸν ἐρωτώμενον φοβεῖσθαι μή πως ἐλεγχθῇ, ἀλλὰ τὸ δόξαι ἐληλέγχθαι· οὐ γὰρ κυρίως ἄν ποτε ἐλεγχθήσεται παρὰ τῶν σοφιστῶν ψευδῆ λαμβανόντων· τοσοῦτον γὰρ οὐκ ἐλέγχει,3 φησίν, ἀληθῶς ὁ σοφιστὴς διὰ τῶν τοιούτων ἐρωτημάτων. ὥστε καὶ εἴ τις πολλάκις δι’ ἀμαθίαν ἐλέγχεται, καὶ τὸν τοιοῦτον ἀδηλοποιεῖ καὶ οὐ φανεροῖ αὐτόν· τὸ γὰρ ἐρωτᾶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ ὅσα ἄλλα τοιαῦτα σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἂν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαινόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχόμενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἄν ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα.
“因此应当防备的不是被反驳,而是显得被反驳。” 他说,被提问者绝不应当害怕是否会被反驳,而应当防备显得已经被反驳;因为采用虚假前提的诡辩家们绝不可能真正反驳他;他说,诡辩家通过这样的问题根本未进行真正的反驳,乃至到了这种地步。因此,即便有人往往因无知而被反驳,[诡辩家的提问]也使这样的人变得隐晦而不显露;因为提问同音异义、歧义以及所有其他这类诡辩之事,消解了本义上的反驳,并使被反驳者变得隐晦。因为往往是,如果诡辩家区分了同音异义的诸含义并加以提问,他就会产生本义上的反驳;例如,如果他区分了‘狗’的诸含义并就其中之一进行提问,他就会欺骗成功。但现在由于不做这件事,当推导出某种荒谬结论时,他往往会发现应答者在抗拒,并声称自己并未在诡辩家所否定的事情上予以肯定;并且或许应答者所承认的事情,提问者也会就此推导出结论。因此,这使得被反驳者变得隐晦;因为声称自己并未在诡辩家所推论的事项上做出承认的应答者,如今是否在说实话,是隐晦不明的。而如果诡辩家区分了同音异义项再提问,这种情况本是不会发生的。
"Ὅ τε ἐπιζητοῦσι νῦν μὲν ἧττον." Εἰ διελὼν τὰ ὁμώνυμα ὁ σοφιστὴς ἠρώτα, ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν4 οἱ σοφισταί, μᾶλλον δὲ ἐν τοῖς κατὰ Πλάτωνα χρόνοις. τί δὲ ἦν ἐκεῖνο ὃ ἐζήτουν, ἐπάγει, τὸ ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὔ. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώτων τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἢ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούντων ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως.
“并且他们现在较少追求的事情……” 如果诡辩家区分了同音异义项并提问,就会产生诡辩家们现在较少追求、但在柏拉图时代更多追求的正是那件事。至于他们当时所追求的是什么,他补充道:就是回答‘是’或‘否’。因为在古代,他们向柏拉图提问歧义和同音异义的事项,发现他总是回答矛盾的命题,即‘在某种意义上是,但在某种意义上不是’;因此他们也按照辩证家的方式强迫他只回答一项,要么是,要么否。他说,如果诡辩家们区分同音异义项的诸含义并就其中之一进行提问,例如就地上的狗提问它是否会引起酷热,那么在诡辩家们看来极其汲汲以求的这件事在如今也会发生;因为那时应答者无论如何都会回答是或者否。但现在由于他们不作区分,被问及同音异义事项的人就必然要作追加的回答,也就是说必须指出这只是看似如此实则不然,或者回答‘或许’或诸如此类的言辞;因为这样就会清楚表明,他不赞同所提问的事项,因为它们并非真实。无论如何,被提问者必须要么追加回答所说的这些言辞,要么说出矛盾命题‘在某种意义上是,但在某种意义上不是’,并以此方式纠正提问的粗劣。
- 1.101παρὸ ἀληθῶς συλλογίζεσθαι
短语 παρὸ 是 παρ' ὅ(即 παρὰ ὅ)的紧缩形式,充当表比较或对比的副词性表达,意为“与其说是依据真理来推论(而非依据真理来推论)”。
- 1.101δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν ἐλέγχεσθαι διορθωτέον
这是由无人称动词 δεῖ(通常接带宾格的不定式)与自身即表义务与必然性的动形词 διορθωτέον(此处支配宾格 τὸν ἀποκρινόμενον)重叠而成的破格交错句式。其意义等同于 δεῖ τὸν ἀποκρινόμενον ... διορθοῦν(或 διορθοῦσθαι)或 τὸν ἀποκρινόμενον ... διορθωτέον [ἐστί],意为“应答者必须纠正”。
- 1.102τοσοῦτον γὰρ οὐκ ἐλέγχει
τοσοῦτον 用作副词性宾格,修饰 οὐκ ἐλέγχει,与否定词结合以加强语气,表示程度之甚:“他如此根本没有在反驳”或“他根本未予以反驳到了如此地步”。
- 1.103ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν
主句动词 ἐγίνετο 作为反事实条件从句 εἰ ... ἠρώτα 的归结从句,在此省略了通常带有的语气助词 ἄν。未完过去时直说语气不带 ἄν 用来生动地表示假设条件下必然会产生的结果;后文中作者恢复了带有 ἄν 的常规表达(ἐγίνετο ἂν νῦν)。
