← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§121.21-123.7

应答实践中训练与敏捷判断的必要性

注解亚里士多德《辨谬篇》第8章开头(175a17–26),阐明在应答实践中训练与敏捷判断的重要性。指出正如几何证明中难以辨析前提的布局一样,在存在多重错误的推论中,必须通过训练才能准确看清应将哪个前提作为反驳的真正根源来加以化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.98

" Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον." Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπομεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι.

“对于应答者而言应当如何应对……” 他说,从我们此前所说并区分的十三种诡辩来看,如何应对反驳是显而易见的;因为如果我们充分说明了这些是如何产生的以及由于何种原因,并且区分了在提问中的不当得益(因为强迫应答者承认同音异义的事项确实是一种不当得益),那么应当如何应答也是显而易见的。

§1.99

"Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν." Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς ἑτέρους διαλέγεσθαι· καὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνασθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις γάρ, ἃ οὐκ ἂν συγχωρήσειέ τις ἁπλῶς ἐρωτηθείς, ταῦτα δίδωσι διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως. ὥστε τρόπον τινὰ ἀγνοοῦντα ποιεῖ τὸν ἀποκρινόμενον ἡ τοιάδε ἐρώτησις· ὃ γὰρ ἴσμεν, ὅταν μετατεθῇ καὶ τοιῶσδε ἐρωτηθῇ, ἀγνοοῦμεν. οἷον γινώσκοντες ὅτι οὐδεὶς τύπτει τοῖς ὀφθαλμοῖς (τίς γὰρ τῷ ὀφθαλμῷ δύναται τύψαι τινά;), τοῦτο ἂν ἀγνοήσωμεν ἐκ τῆς τοιαύτης ἐρωτήσεως καὶ συγχωρήσομεν ὅτι τύπτεταί τις τῷ ὀφθαλμῷ ἀλλ’ οὐ τῇ ῥάβδῳ ἢ τῇ μάστιγι· οἷον ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· εἰ οὖν οὕτως ἐρωτηθείη ὁ λόγος, συλλογισθείη ἂν ὁ ἀποκρινόμενος1 καὶ φησὶν ὅτι ναί· τούτου δοθέντος εἰ ἐπάξομεν ‘ἀλλὰ μὴν εἶδες τοῦτον τῷ ὀφθαλμῷ τυπτόμενον’, συναχθήσεται τὸ ‘ἐτύπτετο ἄρα τῷ ὀφθαλμῷ’. ὃ γοῦν ᾔδειμεν, ἐρωτώμενοι δι’ ἄλλου τινὸς τρόπου παρ’ ὃν οἴδαμεν ἀγνοοῦμεν διὰ τὸ ἀγύμναστοι εἶναι. ἔτι δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ γεγυμνάσθαι λίαν ὠφέλιμον, οὕτως ἔχει καὶ ἐπὶ τῶν λόγων. ὥστε πολλάκις οἴδαμεν μὲν τὸ ἐρωτώμενον, ἀγύμναστοι δ’ ὄντες καὶ μὴ δυνάμενοι τάχιον ἀποκρίνεσθαι ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων,2 σκοποῦντες βράδιον καὶ ὑπὸ τῶν συντόμους τὰς ἐρωτήσεις ποιουμένων παρατρεπόμενοι.

“而拿到论证并看清它并不相同……” 现在他教导说,练习以及与他人交谈会带来极大的益处;因为独自一人拿到论证去审视并化解其缺陷,与在被提问时能够迅速应对,并不是一回事。因为独自一人时,人是从容不迫且随心所欲地尝试的;但当被提问时,需要极大的注意力;因为人们如果被单纯提问就不会同意的事项,往往会通过提问的方式而让步。因此,这样的提问在某种程度上使应答者变得无知;因为我们所知道的事情,一旦被置换并如此提问,我们便不知道了。例如,我们明明知道没有人用眼睛击打(因为谁能用眼睛击打某人呢?),却会因这样的提问而对此无知,并同意某人是用眼睛而非棍棒或皮鞭被击打的;例如:“你看到此人被击打所凭借的东西,是否就是此人被击打所凭借的东西?”如果论证被这样提问,应答者就会权衡并回答“是的”;在此项被承认之后,如果我们加上“但你确实是用眼睛看到此人被击打”,就会推导出“因此他是用眼睛被击打的”。无论如何,我们本来知道的事情,当以不同于我们所知道的另一种方式被提问时,由于缺乏训练而变得不知道了。再者,正如在其他技艺中受过训练极有用处一样,在论证中也是如此。因此,我们往往明明知道所问的事项,但由于缺乏训练且不能更快地应答,我们在应答上落了后,审视得较慢,并且被那些提问简练的人所扰乱。

§1.100

"Συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν." Ἔτι περὶ τοῦ αὐτοῦ τὸν λόγον ποιεῖται ἐπαιτιώμενος τὸ ἀγύμναστον, καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν3 διὰ τὸ δυσθεώρητον εἶναι ποία τῶν προτάσεών ἐστι μείζων καὶ ποία ἐλάττων, ὥσπερ ἐπὶ τοῦ ἀσύμμετρον εἶναι τὴν πλευρὰν τῇ διαμέτρῳ καὶ ἐπ’ ἄλλων πολλῶν συμπίπτει, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐν τοῖς ἐλέγχοις· διὰ γὰρ τὸ συμβαίνειν πλείονας ἁμαρτίας εἶναι τοῦ λόγου ἀδυνατοῦμεν συνιδεῖν, ποία ἐστὶ καθ’ ἣν ὁ ἔλεγχος γίνεται. κείσθω γὰρ τὸν Σωκράτην μήτε καθῆσθαι μήτε γράφειν, καὶ λεγέτω τις ὅτι ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο δὲ ψεῦδος· εἰ οὖν τις τὸ ψεῦδος συναχθῆναι λέγει διὰ τὸ τὸν Σωκράτην καθῆσθαι, λέλυκε μέν, ἀλλὰ πρὸς τὸν ἄνθρωπον ἀλλ’ οὐ πρὸς τὸ πρᾶγμα·4 οὐ γὰρ παρὰ τὴν τὸν Σωκράτην λέγουσαν καθῆσθαι πρότασιν τὸ ψεῦδος, ἀλλὰ παρὰ τὸ τὸν καθήμενον γράφειν. ἐπεὶ εἰ Κορίσκος καθήμενος τύχῃ, ὅτε Σωκράτης ἵσταται, μὴ γράφει δὲ καὶ λέγει τις ὅτι ὁ Κορίσκος κάθηται, ὁ καθήμενος γράφει, ὁ Κορίσκος ἄρα γράφει, ὅπερ ψεῦδος, οὐκ ἂν ἐπὶ τούτου ἁρμόσοι λέγειν ὅτι παρὰ τὸ τὸν Κορίσκον καθήμενον λαβεῖν γέγονεν ὁ ἔλεγχος· καθῆσθαι γὰρ κεῖται.

“但有时发生的情形,正如图形中那样……” 他仍在就同一件事立论,指责缺乏训练,并说道,正如在几何图形中,我们虽然找到了证明定理的前提,却由于难以看清哪个前提是大前提、哪个是小前提,而无法加以组合并化归为格——正如在边与对角线不可通约以及许多其他情形中所发生的那样——正如在这些情形中一样,在反驳中也是如此;因为既然论证中出现多个错误,我们便无法看清反驳究竟是依凭哪一个错误产生的。例如,假定苏格拉底既没有坐着也没有写作,有人说“苏格拉底坐着;坐着的人在写作;因此苏格拉底在写作”;但这是假的。如果有人说虚假结论被推导出是因为苏格拉底坐着,他虽然化解了,但是针对人的化解,而非针对事实的化解;因为虚假并不是由于断言苏格拉底坐着的前提,而是由于坐着的人在写作这一前提。因为如果当苏格拉底站着时科里斯库斯碰巧坐着,而且没有在写作,有人说“科里斯库斯坐着;坐着的人在写作;因此科里斯库斯在写作”,这是假的,但在这种情况下,若说是由于设定科里斯库斯坐着而产生了反驳,就并不适宜了;因为他坐着是作为前提假定的。

语法注4 条
  1. 1.99συλλογισθείη ἂν ὁ ἀποκρινόμενος

    动词 συλλογίζομαι 的不定过去时被动式祈愿语气第三人称单数(作中动义),意为“推断 / 权衡 / 思考”。在上下文中指应答者在心中推敲所提出的诡辩性提问,并被引向肯定回答的思维过程。

  2. 1.99ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων

    表语形容词 ὕστεροι 与主语(我们)保持一致,起副词性作用(“迟缓地到来”),并支配属格 τῶν ἀποκρίσεων(“在应答上落后”或“晚于应当给出的应答”)。

  3. 1.100εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν

    句子的核心骨架为 εὑρόντες ... ἀδυνατοῦμεν συνθεῖναι καὶ ἀναγαγεῖν。分词 εὑρόντες 与主谓动词 ἀδυνατοῦμεν 的主语一致,带有让步意味(“虽然找到了……却无法组合与化归”),不定式 συνθεῖναι 与 ἀναγαγεῖν 作为补充不定式受 ἀδυνατοῦμεν 支配。

  4. 1.100πρὸς τὸν ἄνθρωπον ἀλλ’ οὐ πρὸς τὸ πρᾶγμα

    介词短语 πρὸς τὸν ἄνθρωπον 与 πρὸς τὸ πρᾶγμα 均修饰动词 λέλυκε,构成了逻辑学上的对比:针对具体交谈者(对其让步而言)的化解,而非针对事实本身之逻辑关联的化解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:121.21-123.7