← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§120.11-121.20

化解谬误的对象与研究诡辩的功用

在探讨亚里士多德关于如何提出结论与前提(174b38)的论述之后,注疏者转入有关解答与化解的部分(175a2),分析了应当化解推论的哪一个前提,并阐明了研究诡辩式反驳对于哲学、个人探究和名声这三方面的用处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.96

" Οὐ δεῖ δὲ τὸ συμπέρασμα." Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται.1 καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν, ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώτησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτηματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμολογουμένας.

“但不应当将结论……” 因此,提问源自何处,以及在争胜性论辩中应当如何提问,已经言及。而且他[亚里士多德]现在所说的两件事在前面也教导过,而现在他又将它们更清晰地陈述出来。他说,在某些情况下不应当将结论作为命题提出,即通过提问的方式,而应作为推论性的。至于“但某些事项不应当提问”这一句,有人认为是指结论,意即不应当以疑问方式提出结论。但更合乎真实的理解是,这是就前提命题而言的;因为某些前提是不应当询问,而应作为已被认可的事项直接获取的。

§1.97

"Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί καὶ πρὸς τίνα χρῆσιν." Ἤδη μὲν φθάσαντες εἴπομεν ὅτι αἱ ἐρωτήσεις αἱ σοφιστικαὶ ἐκ τῶν δεκατριῶν τρόπων γίνονται, ἔτι τε καὶ πῶς ἐν ταῖς διατριβαῖς ταῖς σοφιστικαῖς ἐρωτητέον. νῦν δὲ λεκτέον ὅπως χρὴ ἀποκρίνεσθαι, καὶ πῶς δεῖ τὰ σοφίσματα λύειν, καὶ τί λυτέον. εἰ γὰρ ὁ προτεινόμενος συλλογισμὸς καὶ τὰς δύο προτάσεις ἔχει ψευδεῖς, ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα, οὐδὲν ἧττον μένει ὡς τὸ πρότερον. ἀλλ’ ἢ πάντως τὴν μείζονα.2 ἔτι τε καὶ πρὸς τί χρήσιμοί εἰσιν οἱ σοφιστικοὶ λόγοι. φησὶν οὖν πρῶτον περὶ αὐτῶν τούτων, πρὸς ἃ χρήσιμός ἐστιν ἡ τῶν ἐλέγχων τῶν σοφιστικῶν παράδοσις. τρία δὲ εἶναι ταῦτα λέγει, πρὸς τὴν θεολογίαν καὶ καθόλου φιλοσοφίαν, πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις καὶ πρὸς δόξαν. καὶ πρὸς μὲν φιλοσοφίαν χρήσιμοί εἰσι διὰ ταῦτα· ἐπειδὴ γάρ, φησίν, εἴπομεν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι ὡς ἐπὶ τὸ πολύ εἰσι γινόμενοι ἀπὸ τῶν παρὰ τὴν λέξιν, τουτέστι λέξεων καὶ ὀνομάτων, ἐάν τις εἰδείη τούτους ὅπως γίνονται καὶ ἄρχηται θεολογεῖν, οὐκ ἂν ἀπατηθείη ποτέ, διότι ἐκεῖσε πράγματα μέν εἰσι μὴ ὁρώμενα μήτε αἰσθήσει ὑποπίπτοντα, λόγοι δὲ μόνοι καὶ ὀνόματα· ἃ εἰδώς τις πῶς ἀπατηθήσεται περὶ θεολογίας μετά τινος διαλεγόμενος; τὸ δὲ ἄμεινον ἔχειν ποιοῦσι τοῦτο σημαίνει· οἱ σοφιστικοὶ ἔλεγχοι, φησίν, ὡς ἐπὶ τὸ πολὺ γινόμενοι ἀπὸ τῶν λέξεων ποιοῦσι τὸν μετά τινος θεολογοῦντα ἀμεινόνως ἔχειν πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, ἔτι δὲ καὶ εἰδέναι ποῖα ὁμοίως ἐπί τε τῶν πραγμάτων ἔχουσι καὶ τῶν ὀνομάτων, καὶ ποῖα ἑτέρως· οἷον ἑτέρως τῷ πράγματι ἔχουσι τὸ ὁρᾶν καὶ τὸ τύπτειν, ὁμοίως δὲ τῷ ὀνόματι·3 ἐνεργητικὰ γὰρ ἄμφω. δεύτερον δέ εἰσι χρήσιμοι πρὸς φιλοσοφίαν, καὶ ὅταν μὴ θεολογῇ τις μετά τινος ἀλλὰ καθ’ ἑαυτὸν ζητῇ τι. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι χρησιμεύουσι πρὸς δόξαν. ἐπάγει δὲ τίς ἡ δόξα, ἤγουν τὸ δοκεῖν περὶ πάντα γεγυμνάσθαι· εἰ γάρ τις τοὺς σοφιστικοὺς λόγους εἰδείη, πάντως ἂν καὶ ἐν οἷς ὅλως μὴ οἶδεν ἐπιχειρήσῃ λέγειν, καὶ ἄλλων διαλεγομένων αὐτὸς μέμψεταί τινα τῶν λέξεων ὁρμώμενος ἀπὸ τῶν σοφισμάτων καὶ γεγυμνασμένος ἐν τούτοις. καὶ οὐ μόνον μέμψεται τὸν κακῶς διαλεγόμενον, ἀλλὰ καὶ τὴν αἰτίαν εἴποι τῆς μέμψεως· τὸ γὰρ μετά τινος διαλεγόμενον καὶ κοινωνοῦντα λόγων ψέγειν μὲν τοὺς λόγους, μὴ ἐμφανίζειν δὲ δι’ ἣν αἰτίαν ψέγει, ὑποψίαν δίδωσι γνώμης φιλονείκου καὶ μηδὲν εἰδυίας.

“关于应答,以及应当如何化解,化解什么,以及为了何种用途……” 我们此前已经说过,诡辩式提问产生自十三种模式,此外也说明了在诡辩式论辩中应当如何提问。现在则必须说明应当如何应答,如何化解诡辩,以及应当化解什么。因为如果提出的推论其两个前提都是假的,应当化解哪一个?因为如果化解小前提,事情依然如前;毋宁说必定[应当化解]大前提。此外,[还必须说明]诡辩式论证有什么用处。因此他首先谈论这本身的用处,即诡辩式反驳的传授对于什么是有用的。他说这是三点:对于神学及一般的哲学,对于自己独立的探究,以及对于名声。对于哲学有用是由于以下原因:他说,既然我们说过诡辩式反驳大多产生自依赖言辞的事项,也就是言词与名称,如果有人知道这些是如何产生的并开始探讨神学,他就绝不会受骗,因为在那一领域中,事物既不可见也不落入感觉,而只有言辞和名称;知道这些的人在与他人探讨神学时怎会受骗呢?“使人处于更好的状态”是指:他说,大多产生自言词的诡辩式反驳,使与他人探讨神学的人在面对每一事物有多少种说法时处于更好的状态,并且还能知道哪些事物在实情与名称上都类似,哪些事物则不同;例如“看”与“击打”在实情上是不同的,但在名称上却是类似的,因为二者都是主动形态。其次,当人不与他人探讨神学而是自己独立探究某事时,它们对于哲学也是有用的。第三,剩下的还有对于名声有用。他接着说明是什么样的名声,即看来在一切事情上都受过训练;因为如果有人通晓诡辩式论证,他必定在自己完全不知的事情上也尝试陈述,并且当别人在交谈时,他会以诡辩为出发点并由于在其中受过训练,去指责言词中的某些问题。而且他不仅会指责论辩拙劣的人,还会说出指责的原因;因为与人交谈并共同立论,虽指责其言论却不表明因何原因而指责,会引来好争胜且一无所知的意图之嫌疑。

语法注3 条
  1. 1.96τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται

    τὸ ἀληθὲς ἔχει 是习语,意为“具有真实性”或“更真实”。连词 ὡς 在此处并非引导原因状语从句(“因为”),而是引导前述判断的具体内容(“即它是就前提而言的”)。

  2. 1.97ἀλλ’ ἢ πάντως τὴν μείζονα

    承接前文 ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα... 的高度省略结构。动词性形容词 λυτέον 被省略,意为“毋宁说必定[应当化解]大前提”。ἀλλ’ ἤ 表达强烈的对立与排他。

  3. 1.97ἑτέρως τῷ πράγματι ἔχουσι τὸ ὁρᾶν καὶ τὸ τύπτειν, ὁμοίως δὲ τῷ ὀνόματι

    与格 τῷ πράγματι 与 τῷ ὀνόματι 属于限制与格(在……方面),意为“在实情方面”与“在名称方面”。主语是带冠词的不定式短语 τὸ ὁρᾶν καὶ τὸ τύπτειν,动词 ἔχουσι 与副词 ἑτέρως / ὁμοίως 连用表示“处于不同/类似的状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:120.11-121.20