← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§119.4-120.10

应答者要求证明时的个案反驳策略

亚历山大注解了亚里士多德《诡辩篇驳斥》第15章(174b33),解释了当应答者要求证明时,提问者不应推导普遍结论(这易遭反例),而应通过个别事例迫使其陷入矛盾,并分析了亚里士多德原文句式的晦涩与省略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.95

" Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ." Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι τὰς προτεινομένας αὐτοῖς ὑπὸ τῶν ἐρωτώντων προτάσεις οὔτε παντελῶς ἀπαρνοῦνται οὔτε διδόασιν, ἀξιοῦσι δὲ τοὺς προτείνοντας δεικνύναι καὶ δίκαιον δοκεῖ τοῖς ἀκροαταῖς τὴν αἰτίαν λέγειν, διὰ τί ἐστι τοιαύτη, ὡς αὐτοὶ ἤροντο, καὶ οὐ τοὐναντίον, οἷον διὰ τί κινεῖται ἡ ψυχή, ἀλλ’ οὐ μᾶλλον ἀκίνητός ἐστιν, ἐπειδὴ οὖν ἀξιοῦσιν οἱ ἀποκρινόμενοι τοὺς ἐρωτῶντας συνιστᾶν τὰς ἐρωτωμένας ὑπ’ αὐτῶν προτάσεις, λέγει μὴ δεῖν ἄγειν ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον· εὑρήσει γὰρ ἔνστασιν ἐπὶ τούτῳ. οἷον εἰ ἤρετό τις ‘οὐ δοκεῖ σοι τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην;’, ὁ δὲ ἀποκρινόμενος ἔφησεν οὔ καὶ ἀπαιτεῖ τὸν ἐρωτήσαντα τὴν πρότασιν δεῖξαι τοῦτο, ἐνδέχεται, φησί, τὸν ἐρωτῶντα δεῖξαι τὴν πρότασιν ἀξιούμενον μὴ οὕτως εἰπεῖν· ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη καὶ ὀξέος καὶ βαρέος· ἡ μουσικὴ γάρ· ἀλλὰ καὶ περιττοῦ καὶ ἀρτίου· ἡ ἀριθμητικὴ γάρ· ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· ἡ γεωμετρικὴ γάρ· πάντων ἄρα τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὥστε καὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· † ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι1 γνωστοῦ καὶ ἀγνώστου ὄντων ἐναντίων οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, ὥστε οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· εἰ δὲ μὴ πάντων, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους· τί γὰρ κωλύει, ὥσπερ οὐκ ἔστι γνωστοῦ καὶ ἀγνώστου ἡ αὐτή, οὕτως μηδὲ ὑγιεινοῦ καὶ νοσώδους εἶναι τὴν αὐτήν; δεῖ οὖν μὴ περὶ τὸ καθόλου ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα διατρίβειν λέγοντα, εἰ μὴ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη, οὐδὲ ἀρτίου καὶ περιττοῦ ἡ αὐτὴ ἔσται· ἀλλὰ μὴν ἀρτίου καὶ περιττοῦ ἡ αὐτή· καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἔσται καὶ οὐχ ἡ αὐτὴ κατὰ σέ· συναληθεύσει ἄρα ἡ ἀντίφασις, καὶ ὃ ἔφησας μὴ εἶναι, τοῦτο καὶ ἔσται καὶ οὐκ ἔσται. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἡ δὲ λέξις ἡ λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις2 πάνυ ἀσαφής, καθὸ τὸν δὲ σύνδεσμον ἐκ περιττοῦ συμβαίνει κεῖσθαι καὶ διὰ τὸ ἐλλείπειν τινά. ἦν δ’ ἂν σαφής, εἰ οὕτως εἶχε· λεχθέντων δὲ ἐνίων εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις τὸ λέγειν τὴν ἀντίφασιν. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· λεχθέντων ἐνίων, οἷον ἡρμοσμένου καὶ ἀναρμόστου καὶ περιττοῦ καὶ ἀρτίου ἡ αὐτὴ ἐπιστήμη, τούτων λεχθέντων εὐφυλακτότερόν ἐστι καὶ ἀσφαλέστερον εἰς τὸ ἐλέγξαι τὸν ἀποκρινόμενον (τὸ γὰρ ἐν τοῖς ἐλέγχοις ἀντὶ τοῦ ‘ὅτε ἐλέγξαι βουλόμεθα’) τὸ εἰπεῖν ‘ἀλλὰ μὴν τούτων οὕτως ἐχόντων ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἔσται· ἔστι δὲ κατὰ σὲ καὶ οὐχ ἡ αὐτή· συναληθεύσει ἄρα ἡ ἀντίφασις’. εὐφυλακτότερον οὖν τὸ λέγειν ὅτι συναληθεύσει ἡ ἀντίφασις τοῦ λέγειν τὸ καθόλου συμβαῖνον, ἤτοι τοῦ λέγειν ὅτι συμβαίνει τούτων κειμένων τὸ καθόλου· ἔστι δὲ τὸ καθόλου τὸ πάντων τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ οὐχὶ τὴν αὐτήν.

“而对于那些要求针对某事进行论证的人,既然看来……” 由于应答者往往对提问者向他们提出的命题既不完全否认也不予以承认,而是要求提出命题的人予以证明,且在听众看来,说明为何如他们所问的那样是如此这般、而非相反的情况(例如,为何灵魂是运动的,而不是更倾向于不动的)是正当的;既然应答者要求提问者确立由他们所问的命题,他[亚里士多德]就说,不应当将反驳引向普遍;因为对方会对此找到异议。例如,如果有人问:‘你难道不认为关于健康的知识与关于患病的知识是同一种吗?’,而应答者说‘不’,并要求提问该命题的人予以证明,他[亚里士多德]说,提问者在被要求证明该命题时,是可以不这样说的:‘关于和谐者与不和谐者、以及高音与低音的知识是同一种,因为音乐就是如此;而且关于奇数与偶数的知识也是同一种,因为算术就是如此;而且关于可通约者与不可通约者的知识也是同一种,因为几何学就是如此;因此关于一切相反者的知识是同一种,所以关于健康的知识与关于患病的知识也是同一种。’因为[对方会提出]针对普遍的异议,说可知的与不可知的虽为相反者,却并非同一种知识,所以并非关于一切相反者的知识都是同一种;如果并非关于一切相反者,那么也不是关于健康者与患病者的;因为正如关于可知者与不可知者的知识并非同一种那样,有什么能阻止关于健康者与患病者的知识也不是同一种呢?因此,不应当在普遍上耗费时间,而应当在个别事例上耗费时间,说:‘如果关于健康者与患病者的知识并非同一种,那么关于偶数与奇数的知识也不会是同一种;但确实,关于偶数与奇数的知识是同一种;因此关于健康者与患病者的知识按照你的说法既是同一种又不是同一种;因此矛盾将同时为真,而你所说的不存在之事,将既存在又不存在。’所言之事的思想便是如此。然而“而当某些事项被言及之后,在反驳中那普遍得出的结论是更容易防守的”这句行文却极其晦涩,这是由于连词‘德’(δέ)多余地放置,且因为缺少了某些字句。但如果作如下形式,便是明晰的:‘当某些事项被言及之后,陈述矛盾比在反驳中那普遍得出的结论更容易防守。’而所言之意便会是如此:在某些事项被言及之后——例如关于和谐者与不和谐者、以及奇数与偶数的知识是同一种——在这些事项被言及之后,陈述‘但确实,既然这些事项是如此,关于健康者与患病者的知识也将是同一种;但按你的说法它又不是同一种;因此矛盾将同时为真’,比陈述普遍得出的结论、即陈述在这些前提设定后普遍结论便随之得出(而所谓的普遍就是指关于一切相反者的知识是同一种,或者不是同一种),在反驳应答者时更容易防守且更为稳妥(因为‘在反驳中’代替了‘当我们想要反驳时’)。因此,陈述矛盾将同时为真,比陈述普遍得出的结论更容易防守。

语法注2 条
  1. 1.95ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι

    该处在校勘本中带有残缺标记(crux),但从上下文看,是应答者针对普遍结论举出反例(可知者与不可知者)进行反驳的语境。句法上可理解为主格分词的破格或省略,意为“因为[应答者提出]针对普遍的异议,说……”。

  2. 1.95λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις

    注解者对亚里士多德原句(174b34–35)晦涩结构的句法分析。他指出连词 δὲ 属于赘用(ἐκ περιττοῦ),且比较级 εὐφυλακτότερον 所统辖的比较属格(τοῦ...)发生了脱落,因此通过重构为 εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον... τὸ λέγειν τὴν ἀντίφασιν 来梳理句意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:119.4-120.10