← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§11.18-12.33

有限名称导致的欺骗与算筹比喻

注解者阐明了亚里士多德关于语词诡辩产生原因的论述,即因使用有限的名称作为符号而非事物本身所导致的欺骗机制,并解释了算筹比喻的局限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

εἰ μὲν ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς αὐτὰ τὰ πράγματα φέρειν εἰς μέσον καὶ ὑπ’ ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἂν ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγόμενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν ταῖς διαλέξεσιν, ἀλλ’ ἀντὶ τῶν πραγμάτων τοῖς τούτων συμβόλοις (σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα καὶ ῥήματα, ἃ καθ’ αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν· ὧν γὰρ ἓν ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι,1 τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόματος ταυτότητα. διὸ καὶ οὕτως ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμβαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα,2 πολλά τινα καὶ διάφορα συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἂν ἠπατώμεθα, ἀλλ’ ὅταν διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰσθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσκοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταυτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι ἓν οἰόμεθα καὶ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ’ αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστήμοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστικόν. καὶ ὅτι τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο ἡγεῖσθαι συμβαίνει, φησί, τοῖς σοφισταῖς. παραδείγματι χρῆται τῷ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις· ἃ γὰρ ἐπὶ τῶν δακτύλων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ δακτυλομετρούμενα. τὸ δ’ οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ τὰ συμβαίνοντα ἐπ’ αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι· ἐπὶ δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι.

他说,如果在我们交谈时,能够把事物本身带到中间并置于眼前——例如,当交谈引起酷热的犬[星]时,把那事物本身呈现在前并围绕它展开论说——那么我们在交谈落入感觉且显而易见的事物时,就绝不会受骗了。但既然这是不可能的,并且我们在交谈中不是使用事物,而是在事物的位置上使用它们的符号(而事物的符号就是名称;因为话语中的名词和动词,在单独言说时它们自身也是名称,是通过思想内容为媒介来宣明事物的),我们便把发生在名称上的情况转嫁到由它们所指示的事物之上;因为凡是恰好具有同一个名称的事物,由于名称的同一性,我们便认为它们的原质和本性也是相同的。为此他们也这样发问:“石头不是阳性的吗?卡利亚斯不是阳性的吗?因此石头就是卡利亚斯。” 又如:“柏拉图不是阳性的吗?河流不是阳性的吗?因此柏拉图就是一条河流。” 于是,当名称是同名异义或有歧义时,受骗便由此产生;因为我们认为,凡发生于名称上的情况,也会随之发生在事物上。至于智者为何企图这样去欺骗,他说,是因为我们的本性缺乏适合于事物中每一个别的名称,才产生了这种欺骗和谬推;因为如果富有大量的名称,这种欺骗本不可能如此泛滥。但在现实中,由于事物繁多、各异,并且就我们而言——并非就本性而言——是无限的,我们的本性在为每一个别事物赋予恰当名称上陷于匮乏,便把许多各异的事物归拢起来,设定了一个相同的名称。这些事物若是每一个都拥有恰当的称呼,我们便不会受骗,而是在交谈时将事物呈示给感觉,这样交谈便不会受阻。但在现实中,既然本性因匮乏未能给每一个别事物匹配适宜的名称,而是把同一个名称拿来赋予许多事物,欺骗也因此有了立足之地。为此,我们认为在名称上达成一致的事情,在由该名称所指示的事物上也同样发生,仿佛由于名称的同一性,那些事物也是单一本性似的;并且因名称为一,我们便以为由它表明的事物即使各异且在原质上不同,在本性上也是一,而这是不可能的。因为不能说,如果“巴西利斯克”这个名称是一,由它指示的事物立刻也必是一;因为大众所熟知的巴西利斯克[毒蛇]是一回事,而有知识者所熟知的——显然是星象狮子座心脏上的那颗[轩辕十四]——又是另一回事。因此,根据某种微小的共通性与相似性去欺骗和受骗,乃是智者的做法。他说,认为发生在名称上的情况也会发生在事物上,这正是智者们所陷入的情形。他以用算筹计算的人为例;因为他们在用算筹推算时在手指上得出的结果,也转嫁到事物本身之上,并宣称用手指数算的事物就是这么多,就是这些。但这两者并不相似:在数的情况下,把发生于数本身的事情转嫁到被数的事物上是真实的;因为如果七这个数可分为奇数和偶数,那么作为被数事物的七个人也必然可分为奇数和偶数;但在名称的情况下却不是真实的;因为不能说,如果“狄翁”是两个音节,而“双音节”是四个音节,那么作为事物的狄翁就必然是四个音节。

语法注2 条
  1. 1.4οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι.

    在 εἰ 引导的条件从句中,系动词(ἐστί)两次被省略(即 εἰ ὁ Δίων [ἐστὶ] δισύλλαβον, [καὶ] τὸ δισύλλαβον [ἐστὶ] τετρασύλλαβον)。主句以非人称结构 ἀνάγκη [ἐστί] 为核心,统摄一个带不定式的宾格句(τὸν Δίωνα... τετρασύλλαβον εἶναι)。

  2. 1.4ἀποροῦσα ἡ φύσις ἡμῶν πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει ἀλλ’ ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα

    分词 ἀποροῦσα 带不定式 ἐπιθεῖναι 作补充成分(“在赋予……上陷入匮乏”)。与格短语 πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι 既可视为表示原因或伴随情况的与格,亦可视为与依附于 ἐπιθεῖναι 的间接宾语 ἑνὶ ἑκάστῳ 相呼应的先置性结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:11.18-12.33