← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§117.6-119.3

脱离争辩与转移论题的策略

注解者探讨了亚里士多德在《诡辩篇驳斥》第15章(174b28–30)中所提及的诡辩策略,即脱离论证、缩短后续论证以及将论题转移到论据丰富之处,并结合卡利克勒、色拉叙马霍斯、普罗泰戈拉和伊索克拉底等人的实例阐明其结构与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93

" Δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων." Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι εἰς τὴν τῶν ἐρωτώντων τάξιν μεταπίπτουσιν (ἐρωτήσαντος γάρ τινος πρότασιν συντελοῦσαν εἰς κατασκευὴν τῆς κειμένης θέσεως τοῦ ἐρωτῶντος, οἱ ἀποκρινόμενοι ἀντεπιχειροῦσι πρὸς τὴν πρότασιν καὶ ἐρωτῶσί τινα δι’ ὧν νομίζουσιν ἀποφαίνειν ψευδῆ τὴν ἠρωτημένην πρότασιν), λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ.1 ὥσπερ καὶ ὁ Καλλικλῆς ποιεῖ· ἐρωτήσας γὰρ πρότασιν ψευδῆ καὶ τοῦ Σωκράτους ἐπιχειρήσαντος ἐλέγξαι καὶ δεῖξαι ψευδῆ ἀπέστη τοῦ λόγου φήσας “οὐκ οἶδα τί λέγεις, Σώκρατες, 〈ἀλλ’〉 ἄλλον τινὰ ἐρώτα”. δεῖ οὖν, φησίν, ἀφίστασθαι τοῦ λόγου, ἄνπερ γνοίης εὐποροῦντα τὸν ἀποκρινόμενον ἐπιχειρημάτων εἰς τὸ δεῖξαι ψευδῆ τὴν πρότασιν, καὶ ἐπιτέμνειν τὰ λοιπὰ τῶν ἐπιχειρημάτων, καὶ ἂν προαίσθηται τοῦτο ἐπιχειρῶν ὅτι ἀποχωρεῖς καὶ ἀφίστασαι τοῦ λόγου, προαγορεύειν ὡς οὐκ ἀφίσταμαι. οἷον καὶ ὁ Καλλικλῆς “ἐρώτα σὺ τὰ σμικρὰ ταῦτα καὶ στενά”, μόνον οὐχὶ λέγων ‘τί δεῖ ἀφίστασθαι; οὕτως εὐεξέλεγκτα καὶ εὐτελῆ εἰσιν ἅ με ἐρωτᾷς’. ἢ τὸ λεγόμενόν ἐστιν· ὅταν διὰ μακρῶν τὸ προκείμενον συλλογισθῇ τῷ μὴ δύνασθαι διὰ βραχέων (εὐφώρατον γὰρ γίνεται τὸ συμβαῖνον ἐξ ὀλίγων συναγόμενον), δεῖ, φησίν, ἀφίστασθαι τοῦ λόγου, τουτέστι τῆς μακρολογίας, καὶ τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἂν προαισθόμενος τὸ συμβαῖνον ἐνίστηται ὅτι οὐκ ἔστιν ὃ μέλλεις συνάγειν, προαγορεύειν ‘οὐ τὸ καὶ τὸ πρὸ ὀλίγου ὡμολόγησας;’. καὶ ἔστι πολλὰ τοιαῦτα εὑρεῖν παρὰ τῷ Πλάτωνι. καλλίων δὲ οἶμαι ἡ προτέρα ἐξήγησις· τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν.2 καὶ ὁ βουλόμενος ἀκριβεστέρως μαθεῖν, πῶς ἀφίσταται καὶ ἐπιτέμνει τὸν λόγον ὁ ἀποκρινόμενος, ἀναγνώτω τὸ πρῶτον τῶν Πολιτικῶν τοῦ Πλάτωνος· ἐκεῖσε γὰρ ὁ σοφιστὴς Θρασύμαχος λόγον ὑπέχων καὶ γνοὺς τὸ συμβαῖνον ἀποστὰς τοῦ ἀποκρίνεσθαι συνέτεμε τὸν λόγον ἐρωτῶν. λέγει γὰρ ὁ Πλάτων ἐν ἐκείνοις οὕτως· “ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες” καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε “ταῦτα εἰπὼν ἐν νῷ εἶχεν ἀπιέναι”. εἰπόντων δὲ τῶν παρεστώτων ‘διὰ τί ἀφίστασαι;’ καὶ τοῦ Σωκράτους ὁμοίως ‘τί ἀποχωρεῖς καὶ οὐ πείθεις οὕτως ἔχειν ὃ φῄς;’ ὁ Θρασύμαχος εἶπεν ‘οὐκ ἀφίσταμαι’· τοῦτο γὰρ δύναται τὸ “〈εἰ〉 γὰρ οἷς δὴ νῦν ἔλεγον μὴ πέπεισαι, τί ἔτι σοι ποιήσω;”, δυνάμει λέγων πῶς ἀφίσταμαι καὶ τὸν λόγον ἐπιτέμνω, ὃς τοιαῦτα εἶπον πιθανὰ καὶ δυνάμενα πεῖσαι τὸν μὴ κακουργοῦντα;’.

“还必须脱离论证而[缩短]其余的论据。” 由于应答者常常转入提问者的行列(因为当某人提出了一个有助于确立提问者所设论题的命题时,应答者便对该命题进行反驳,并提出某些他们认为能借以证明所问命题为假的问题),他[亚里士多德]说,提出该命题的人必须脱离证明其为假的论证。正如卡利克勒所做的那样;因为他在提出了一个假命题后,当苏格拉底试图反驳并证明其为假时,他便脱离了论证,说:“苏格拉底,我不知道你在说什么,去问别人吧。”因此他[亚里士多德]说,如果你发觉应答者拥有丰富的论据来证明该命题为假,就必须脱离论证,并缩短其余的论据;如果对方在辩驳时预先察觉到你正在退却并脱离论证,就必须预先声明:“我并没有脱离。”正如卡利克勒也说:“你去问你那些琐碎而狭隘的问题吧”,几乎就是说:‘何须脱离?你问我的这些问题是如此容易反驳且微不足道。’或者所说的是指:每当所设论题由于不能通过简短的论证得出结论,而通过漫长的论证来推导时(因为从少数前提推导出的结论容易被察觉),他[亚里士多德]说,就必须脱离论证,即脱离冗长的言辞,并缩短其余的论据;如果对方预先察觉到结论并提出异议说你将要推导出的结论不成立,就必须预先声明:‘你不久前不是承认了如此这般吗?’在柏拉图那里可以找到许多这样的例子。但我认为前一种解释更好;因为把预先达成一致并预先证明的事项分节阐述,这不是诡辩式的,而是辩证式的。凡是想更精确地了解应答者如何脱离并缩短论证的人,让他去读柏拉图《理想国》第一卷;因为在那里,智者色拉叙马霍斯处于应答者的地位,在察觉到将要得出的结论后,脱离了应答,通过提问缩短了论证。因为柏拉图在那些地方这样说:“于是,当我们进行到论证的这一点时,色拉叙马霍斯不再回答,而是说:‘苏格拉底,告诉我’”,等等;接着他又写道:“说了这些之后,他打算离开。”当在场的人说‘你为什么脱离?’而苏格拉底同样说‘你为什么退却而不说服我们你所说的是确实的?’时,色拉叙马霍斯说‘我并没有脱离’;因为“如果你对我刚才所说的还不信服,我还能为你做什么呢?”这句话就具有这种含义,实际上是说:‘我说了如此有说服力、足以让不起歹意之人信服的话,我怎能说是脱离并缩短论证呢?’

§1.94

"Ἐπιχειρητέον δὲ ἐνίοτε." Σοφιστικόν ἐστι καὶ τὸ καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν3 πρὸς τοῦτο πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων, ὡς ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιών, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιούμενος ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ὅτι δεῖ μετάγειν τὸν λόγον πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων, ἢ ὅτι πρὸς ἄλλο τοῦ κειμένου. οἷον εἰ κεῖται τὸν φιλόσοφον πολυπράγμονα εἶναι, δέδωκε δὲ τοῦτο ὁ ἀποκρινόμενος ἐπὶ τοῦ ζητητικοῦ καὶ ἐξεταστικοῦ τῆς τῶν ὄντων φύσεως, δεῖ τὴν πολυπραγμοσύνην καὶ τὸν πολυπράγμονα μεταλαβεῖν πρὸς τὸν φιλοπράγμονα οὕτως· ὁ φιλόσοφος πολυπράγμων, ὁ πολυπράγμων φιλοπράγμων, ὁ φιλοπράγμων ἐρωτικῶς διάκειται περὶ τὰ χρήματα, ὁ φιλόσοφος ἄρα ἐρωτικῶς ἔχει τῶν χρημάτων· ἀλλὰ τοῦτο ψεῦδος· καὶ τὸ ἄρα πολυπράγμονα εἶναι ψεῦδος. ὥσπερ καὶ ὁ Καλλικλῆς πεποίηκε· τοῦ γὰρ Σωκράτους δείξαντος ὅτι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι αἴσχιον, ὁ Καλλικλῆς μετέλαβε πρὸς ἄλλο εἰπὼν ‘φύσει μὲν παναίσχιον τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν· ἀλλὰ μὴν τοὺς νόμους φαῦλοι καὶ δειλοὶ ἄνθρωποι τιθένται· ὃ δὲ οὗτοι τίθενται, ἐστὶ φαῦλον, οὐ μὴν δὴ ἡ φύσις· οὐκ ἄρα τὸ ἀδικεῖν φαῦλον’. δεῖ οὖν πρὸς ἄλλο τοῦ κειμένου μεταφέρειν, ὥσπερ καὶ Ἰσοκράτης ποιεῖ· μὴ δυνηθεὶς γὰρ αὐτόθι τὴν Ἑλένην ἐγκωμιάσαι ἐπαινεῖ τοὺς αὐτῆς ἐραστὰς καὶ ἐκ τούτου συνάγει τὸν ἔπαινον εἰς αὐτήν· ἧς γὰρ οἱ ἥρωες ἤρων, πῶς οὐ καθέστηκεν ἀξία ἐπαίνων; καὶ ὁ σοφιστὴς Λυκόφρων τοὺς λυρικοὺς ἐπαινῶν ἐπὶ τὴν λύραν μετήνεγκε τὸν ἔπαινον. ἢ μᾶλλον ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει πολλῶν, μικρὸν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν.

“有时还必须[针对其他论点]进行辩驳。” 放弃就所设定的主题展开论述,而将论述转移并转向自己能够拥有丰富论据的方面,这也是诡辩式的;正如普罗泰戈拉在以他命名的对话录中所做的那样,有时详细讲述某些神话,有时就自己能够拥有丰富论据的诗歌展开论述。因此,他所说的要么是指必须将论证转向我们拥有丰富论据的方面,要么是指转向不同于所设论题的其他方面。例如,如果设定哲学家是多事的,而应答者是就探究和审视存在者的本性而言承认了这一点,那么就必须将“多事”和“多事者”转换为“好事/牟利者”,如下所示:“哲学家是多事的;多事者是好事/牟利者;好事/牟利者对金钱怀有贪求;因此哲学家对金钱怀有贪求;但这是假的;因此多事也是假的。”正如卡利克勒所做的那样;因为当苏格拉底证明了施害比受害更为可耻时,卡利克勒便转向了另一个论点,说:‘按自然而言,受害是全然可耻的,但按约定而言,施害才是可耻的;然而制定法律的确实是平庸而怯懦的人;他们所制定的东西是平庸的,但自然绝非如此;因此施害并非平庸之事。’因此必须转向不同于所设论题的其他方面,正如伊索克拉底所做的那样;因为他无法直接就海伦本身进行赞颂,便赞美她的追求者们,并由此引出对她的赞颂:因为英雄们所爱恋的女子,怎能不值得赞美呢?智者吕科弗隆在赞颂抒情诗人时,也将赞美转向了竖琴。或者更确切地说,由于他受到某些人的强迫去赞颂竖琴,随后又缺乏充足的言辞,于是在稍微赞美了这个感觉世界的竖琴之后,便上升到了天上的竖琴;因为在天空中有一个由许多恒星组成、被称为天琴座的星座,针对它他找到了许多美好而优秀的言辞。

语法注3 条
  1. 1.93λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ

    宾格分词 ἐρωτήσαντα 用作不定式 ἀφίστασθαι 的逻辑主语,并带有直接宾语 τὴν πρότασιν。动词 ἀφίστασθαι 支配分离属格 τοῦ λόγου,后者由定语从属分词短语 τοῦ δεικνύντος αὐτὴν ψευδῆ(其中 αὐτήν 指代 τὴν πρότασιν)修饰。

  2. 1.93τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν

    带冠词的不定式短语 τὸ ... διαρθροῦν 用作句首指示代词 τοῦτο 的同位语以指明其具体内容。表语为省略了系动词 ἐστίν 的 οὐ σοφιστικόν ... ἀλλὰ διαλεκτικόν,简洁地交代了赞同前一种解释的理由。

  3. 1.94καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν

    在以 Σοφιστικόν ἐστι 开头的非人称句中,泛指一般人的宾格分词 καταλιπόντας 充当不定式 μετάγειν 与 μεταφέρειν 的逻辑主语。分词 καταλιπόντας 以不定式短语 ποιεῖσθαι τοὺς λόγους περὶ τοῦ προκειμένου 为宾语,而主不定式的直接宾语 αὐτούς 则指代 τοὺς λόγους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:117.6-119.3