← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§116.7-117.5

应对以歧义逃避反驳的论辩策略

注解亚里士多德《辨谬篇》174b23,通过“知道”与“狗”的多义性实例,解释了提问者应当如何主张自己预设的含义,以应对回答者利用歧义逃避反驳的论辩技巧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.92

" Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις." Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο’ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ·1 τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει’· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει’, ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται’, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [ἐπίστασθαι] τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἂν μὲν τὸ ‘ἐπίσταται τοῦτο’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο’ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα.2 ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σημαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι, λεκτέον πρὸς τοὺς ἐνισταμένους ὅτι οὕτως εἰλήφασιν· οἷον εἰ διάλεξις εἴη περὶ κυνὸς καὶ ὁ ἀποκρινόμενος ὁμολογήσει τοῦτον καύματα ποιεῖν, εἶτα ἐλέγχειν αὐτὸν μέλλει ὁ ἐρωτῶν, * * * δεῖ ἐνίστασθαι καὶ τὸν ἀποκρινόμενον αὐτὸν οὕτως λαβεῖν καὶ περὶ τοῦ κυνὸς τοῦ χερσαίου λέγειν καύματα ποιεῖν.

“又正如应答者常常[在被反驳时制造双重含义]那样。” 所说的话如下:“知道这个”有多种含义:其一是指这个动物,例如苏格拉底,拥有知识;其二是指他运用知识;因为拥有知识却不运用也不依之现实活动是一回事,运用并现实活动又是另一回事。第三是指存在关于它的知识;因为说“知道这个”,例如三角形,就等于说“存在关于它的知识,即它具有等于两直角的三内角”;因此,由于存在关于它的知识且它是可知之物,才说“知道这个”,而不是说三角形拥有知识。既然如此,如果有人提问:“人知道某物吗?”“是的。”“那么,知道之物拥有知识吗?”“是的。”“但人确实知道三角形;因此它拥有知识”,就必须说,“知道”并非只有一个含义,如果这被用于动物,那么这样便能推论出它拥有知识,但如果被用于三角形,则推论不出;或者更确切地说,如果“知道这个”是指拥有知识,推论就成立,如果是指存在关于它的知识,推论就不成立,并且应答者是就拥有知识而言承认了“知道这个”,而非就存在关于它的知识而言承认的。如果应答者说了这些,他[亚里士多德]说提问者也必须说:“我并不是就存在关于它的知识提出问题的,而是就拥有知识而言提出的,且我所采纳的就是这个含义。” 还应当这样说:他说,应答者往往在被反驳时不同意结论,而是抗辩称自己是在一种意义上承认了前提命题,而提问者却在另一种意义上得出结论。因此,在被反驳时他们便制造双重含义,即划分他们借以被反驳的那个名称,并声称自己承认的是这一种含义;例如,如果他们就狗进行讨论,说狗引起酷暑,而提问者试图通过将论证转移到陆地上的犬来进行反驳,应答者便立刻划分“狗”的诸含义。因此,正如应答者在被反驳时所做的那样,提问者也必须这样做,并且在他们反驳时,应当对提出异议的人说他们就是这样理解的;例如,如果有一场关于狗的辩论,应答者承认这会引起酷暑,然后提问者打算反驳他,***必须提出异议,并且认为应答者本人也是这样理解的,且是在就陆地上的犬而言说它引起酷暑。

语法注2 条
  1. 1.92τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ

    承接前文 ἓν μέν... ἕτερον δέ... 并列的名词性定冠词加宾格不定词短语(τὸ ... εἶναι)。属格 αὐτοῦ 为宾格性属格,表示“存在关于它[三角形]的知识(它是可知对象)”,而非它拥有知识。

  2. 1.92διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα

    由动词 διενίστανται(提出抗辩)统摄的两个并列宾格不定词短语。前一分句因主语与主句主语一致,使用了强调主格 αὐτοί 兼作不定词 δοῦναι 的逻辑主语;后一分句因主语不同,则明确使用宾格 τὸν ἐρωτῶντα 作 συμπερᾶναι 的逻辑主语。介词短语 ἐπ’ ἄλλου ... ἐπ’ ἄλλου 为中性单数属格,意为“在一种意义上……在另一种意义上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:116.7-117.5