- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:114.18-116.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德提出的反驳策略:在设定悖论时利用眼前的问题迫使对方承认最初的主张(以《高尔吉亚篇》中阿耳刻拉奥斯为例),以及效仿修辞学家指出对方与自身主张、权威或专业人士共识之间的矛盾。
" Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου." Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι·1 τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον’ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ‘εἰ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προκείμενον ἀξιοῖ ἀποκρίνεσθαι’. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρωτῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πως ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὔ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ ἐξ ἀρχῆς κείμενον ἄδοξον, τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι. οὕτως ἐν τῷ Πλάτωνος Γοργίᾳ ὁ Πῶλος ποιεῖ· ὁ γὰρ Πῶλος εἰπὼν ὅτι τὸ ἀδικεῖν καὶ τὸ φονεύειν ἀγαθόν ἐστι, παράδοξον ὂν πάντως, καὶ δεῖξαι τοῦτο βουλόμενος ἐρωτᾷ τὸν Σωκράτην ‘Ἀρχέλαος ὁ Περδίκκου ὁ Μακεδονίας ἄρχων εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;’· οὗτος δὲ ὁ Ἀρχέλαος φονεύσας τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὰ μέγιστα ἀδικήσας [τῆς] τῶν Μακεδόνων ἦρξεν. ἐν γοῦν τῇ προτάσει ταύτῃ, τῇ ‘Ἀρχέλαος εὐδαίμων σοι δοκεῖ εἶναι;’ περιέχεται ἡ ἐξ ἀρχῆς παράδοξος θέσις, ἣν θέσιν ὁ Ἀριστοτέλης τὸ δοκοῦν ἐξ ἀρχῆς εἶπεν. ὅτι δὲ ἐν τῇ προτάσει ταύτῃ ἡ ἐξ ἀρχῆς περιέχεται θέσις, δῆλον· εἰ γὰρ τὸ εὐδαιμονεῖν ἀγαθόν, ὁ δὲ Ἀρχέλαος ἀδικήσας εὐδαίμων, ὡς ᾤετο Πῶλος, ὁ Ἀρχέλαος, ἤτοι ὁ ἄδικος, καὶ τὸ ἀδικεῖν ἀγαθόν. ὥστε ὁ ἀξιῶν τὸν Ἀρχέλαον εὐδαίμονα εἰπεῖν τὸ προκείμενον ἀξιοῖ· τὸ γὰρ τὸν ἄδικον Ἀρχέλαον εὐδαίμονα λέγειν ταὐτόν ἐστι τῷ τὸ ἀδικεῖν ἀγαθὸν λέγειν. δεῖ οὖν, φησί, καὶ ἐν τούτοις οὕτως ἐρωτᾶν· πότερόν σοι εὐδαίμων δοκεῖ εἶναι ὁ Ἀρχέλαος ἢ ἄθλιος; καὶ εἰ μὲν δοίη ὁ ἀποκρινόμενος ὁ λέγων κακὸν εἶναι τὸ ἀδικεῖν εὐδαίμονα εἶναι τὸν Ἀρχέλαον, ἐλεγχθήσεται ὅτι οὐκ ἔστι κακὸν ἀλλὰ ἀγαθόν. εἰ δὲ μὴ δοίη μηδὲ φάσκει δοκεῖν εὐδαίμονα εἶναι, ἄδοξα καὶ παράδοξα λέγειν δόξει· σχεδὸν γὰρ οἱ πλείους εὐδαίμονα τὸν Ἀρχέλαον εἶναι ἔλεγον. εἰ δὲ μὴ συγχωρεῖ, ὅμως δὲ φάσκει δοκεῖν εὐδαίμονα, ἐλεγχοειδές.
“在设定了悖论时,[要求回答所提出的主张]也是诡辩性的。” 在设定了悖论时,要求把眼前提出的论题本身作为回答,这也是诡辩性的;因为“显现之物”在这里被用来代替“所提出之物”。为了解释如何要求所提出之物,他补充道:“当从一开始就被认为的论点被提出时”,其潜台词是:“如果所提问的命题自身包含了从一开始就设定的论点,显然他就是要求回答所提出的论题”。例如,“不正义即是幸福”是一个悖论性的论题。因此,诡辩家们若想确立这一点,就会提问并要求对话者回答眼前的悖论,并且大约这样提出问题:“在你看来,身为国王的阿耳刻拉奥斯是幸福的还是不幸福的?”如果对方承认了在所有人看来显现为公认的事实,即阿耳刻拉奥斯是幸福的,那么这里就包含着从一开始设定的悖论性论点,即不正义即是幸福。柏拉图《高尔吉亚篇》中的珀罗斯就是这样做的;因为珀罗斯断言作恶与杀人是善事——这全然是一个悖论——并且想要证明这一点,便问苏格拉底:“珀尔狄卡斯之子、马其顿的统治者阿耳刻拉奥斯,在你看来是幸福的还是悲惨的?”而这位阿耳刻拉奥斯杀害了自己的亲族,犯下了极大的不义,从而统治了马其顿人。因此,在“阿耳刻拉奥斯在你看来是幸福的吗?”这一命题中,就包含了最初的悖论性论题,亚里士多德将这一论题称为“从一开始就被认为的论点”。而最初的论题包含在这一命题中,这是显而易见的:因为如果幸福是善,而行不义的阿耳刻拉奥斯如珀罗斯所认为的那样是幸福的,那么阿耳刻拉奥斯即不正义之人[便是善的],作恶也就是善了。因此,要求说阿耳刻拉奥斯是幸福的人,就是在要求眼前所提出的论题;因为说不正义的阿耳刻拉奥斯是幸福的,与说作恶是善是同一回事。因此他说,在这些情况下也应当这样提问:“在你看来阿耳刻拉奥斯是幸福的还是悲惨的?”如果主张作恶是恶的应答者承认阿耳刻拉奥斯是幸福的,他就会被驳斥为不正义不是恶而是善。如果他不承认,也不声称他看起来是幸福的,他就会显得在说反常理的悖论;因为几乎绝大多数人都说阿耳刻拉奥斯是幸福的。但如果他不同意这一点,却宣称〔阿耳刻拉奥斯〕看起来是幸福的,这就构成了貌似驳斥的形式。
"Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς." Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγομένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἢ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν·2 οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγαθοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῂς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις.
“此外,正如在修辞学演说中那样。” 他说,正如修辞学家们(他所谓的修辞学家是指为某人辩护并协助他的人)致力于表明,在某事上与他们争辩的人所说的话与法律所规定的或城邦的习俗相反,同样,想要进行反驳的人也必须行动并试图表明,应答者所说的话与他自己设定的论题相反(这正是“或者反对由他自己所说的话”所表明的),或者与他承认其言行正确的人相反;因为如果我们表明他所说的话与他承认言之有理的人相反,我们就能驳倒他。“他承认言之有理的人”可以作如下理解:如果应答者承认芝诺(姑且假定是他)说得对,即不存在运动、人不可能穿越赛场,那么就应当试图表明,从他所说的话中必然推论出运动存在且人可以穿越赛场,而这与他曾承认言之有理的芝诺的论证是相反的。他还说,应当试图表明应答者所说的话与被认为是此类人物的人相反,他所谓的“此类人物”是指在各个领域中优秀的人,例如医生;比如“你说的话与优秀的医生或明智之士所认为的相反,或者与所有的人、多数人、智者所认为的相反”,正如苏格拉底在《高尔吉亚篇》中对卡利克勒所做的那样。而他说“与他相似的人”,意思是指如果他是医生,就应当驳斥他所说的与医生们相反;如果是音乐家,就驳斥其与音乐家们相反;如果是几何学家,就驳斥其与几何学家们相反。
- 1.90κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι
κειμένου παραδόξου 为属格独立结构,意为“当设定了悖论时”。在冠词不定式结构中,τὸ προκείμενον 作不定式 ἀποκρίνεσθαι 的宾语(即“要求回答所提出的主张”)。亚历山大在此解释亚里士多德文本中的 τὸ φαινόμενον 是用来代替 τὸ προκείμενον 的。
- 1.91ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν
οἷς 体现了关系代词的格同化现象:先行词 τούτοις(由 τἀναντία 所支配)被省略,原本作 λέγειν 之宾格主语的关系代词 οὓς 被同化为与先行词一致的与格 οἷς。亚历山大紧接着用“οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν”进行了复述,明确了其底层的宾格结构。
