- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:113.6-114.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《辨谬篇》第15章(174a40–174b8),注疏者解释了通过并置对立项提问以获取所需前提的策略,以及提问者并未完成推导却断言式地得出最终主张作为结论的诡辩伎俩。
" Πρός τε τὸ λαβεῖν τὴν πρότασιν." Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστιθέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρότασιν, ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί (ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν),1 ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγχωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἂν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται’· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων· μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί.
“并且为了获得前提”对于提问者来说,为了获得前提,不仅询问他所想要询问的那一件事本身,而且把它的对立面也一并加上,是有用且有助益的。例如,如果提问者想要获得这样一个前提,即“凡事都必须听从父亲”,就应当这样把两者结合起来提出问题:“是必须在一切事上听从父母,还是必须在一切事上违抗?”又如,如果需要获得“必须常常在许多事上听从父亲”(这里也必须公用地补上“例如,如果需要获得”),就应当询问:“是必须常常在许多事上听从父亲,还是在少数事上?”在某些文本中并未附有“应当承认”一词,所言之事是清楚的;但如果这也包含在内,就必须这样理解:“是应当承认在许多事上听从父亲,还是在少数事上?”因为如果确实必须[承认其一]的话,承认许多事似乎比承认少数事更为合理。说了这话之后,他也补充说明了何以主张在对前提的提问中连同其对立面一并包含的理由:因为他说,当对立面并置时,它们显得更大,也显得大。这等同于“因为并列放置的对立面显得更大”;因为白色显现在黑色旁边时显得更白。因此,正如在这些情形中一样,在前述情形中亦然;因为在提问中并置了“还是必须在一切事上违抗”,比仅仅询问“是否必须在一切事上听从父亲”时,“凡事都必须听从父亲”显得更为可信。
"Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι." Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι·2 σφόδρα δὲ καὶ μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα φαντασίαν ἀποτελεῖ ἐλέγχου, ὅταν μὴ συλλογισαμένου τοῦ ἐρωτῶντος μὴ ἐν ἐρωτήσει τὸ τελευταῖον, ἤγουν τὸ συμπέρασμα, ἐξάγηται ἀλλ’ ἀποφαντικῶς ἐπάγηται· τοῦτο γάρ ἐστι τὸ συμπεραντικῶς. ἀλλὰ διὰ τί οὐκ εἶπε μὴ ἐν ἐρωτήσει τὸ συμπέρασμα ἀλλὰ τὸ τελευταῖον; ἢ ὅτι συμπέρασμα κυρίως λέγεται τὸ συλλογιστικῶς καὶ κατὰ μέθοδον συλλογιστικὴν συναγόμενον. τὸ δὲ μὴ οὕτω πῶς ἂν συμπέρασμα ῥηθείη; τὸ γὰρ λέγον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, τοῦτο τελευταῖον μὲν ῥηθήσεται ὡς ὕστερον ἐπαχθέν, συμπέρασμα δὲ οὔ. δεῖ οὖν, φησί, συμπεραντικῶς ἐπάγειν ‘οὐκ ἄρα πολλὰ τὸ ὄν, οὐκ ἄρα πεπερασμένον τὸ ὄν’· φαίνεται γὰρ ὅτι ὡς ἀποδείξας καὶ θαρρῶν τῇ ἀποδείξει οὕτως ἐπάγεις, ὅτι καὶ ἐν τῇ κυρίως ἀποδείξει οὕτως ἐπήγετο τὸ συμπέρασμα ‘οὐκ ἄρα σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ’. εἰ δὲ ἐν ἐρωτήσει ἐπάξεις ‘πότερον οὐ δοκεῖ σοι ἐκ τούτων ὅτι οὐκ ἔστι πολλὰ τὸ ὄν ἀλλ’ ἕν;’, δοκεῖς ὅτι μὴ ἀποδείξας μηδὲ θαρρῶν τῇ ἀποδείξει ἐρωτᾷς· ὁ γὰρ ἀποδεδειχὼς οὐκ ἐρωτᾷ. ἄλλως τε εἰ κατ’ ἐρώτησιν προαχθείη, ἐνσταίη ἴσως ὁ ἀποκρινόμενος λέγων μὴ καλῶς αὐτὸν συνάξαι τὸν ἐρωτῶντα, καὶ ἀπαιτήσει ὅθεν συνῆκται.
“并且这极大地且频繁地让人觉得已被驳难”原文字句的顺畅语序是这样的:“并且,极大地且最频繁地让人觉得已被驳难的,是提问者们最诡辩性的欺诈手段。”而他所说的意思是这样的:当提问者并未进行推导,而把最后的事情——也就是结论——不是在提问中引出,而是断言式地推论出来时,最能造成驳难的假象;因为这就是“结论式地”的意思。但是,为什么他不说“不是在提问中引出结论”,而说“最后的事情”呢?难道不是因为严格意义上被称为“结论”的,是通过推论并按照推论方法推导出来的东西吗?而并非如此得出的东西,怎能被称为结论呢?因为那声称“存在之外的事物是不存在的,不存在的事物是无,因此存在者是一”的命题,固然会因为是在其后被引出的而被称作“最后的事情”,但绝不是结论。因此,他说,必须以得出结论的姿态推论道:“因此存在者不是多数,因此存在者不是有限的”;因为这样看来,你推论时仿佛已经做出了证明且对证明确信不疑,正如在严格意义的证明中,结论也是这样被引出的:“因此对角线与边不可通约”。但如果你以提问的形式引出:“从这些来看,难道你不认为存在者不是多数而是一吗?”,你就显得仿佛没有证明,也不确信证明而发问;因为做出了证明的人是不会发问的。此外,如果作为提问提出,回答者也许会提出异议,说提问者并没有很好地推导出来,并且会要求说明它是从何推导出来的。
- 1.88ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν
短语 ἀπὸ κοινοῦ 是注疏中表示“从前文公用补出”的惯用表达,指出应当把前文的 οἷον εἰ δέοι λαβεῖν(例如,如果需要获得)共同补充到后句中,作为其省略的从属成分来理解。
- 1.89Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι
术语 κατάλληλον 用以引出对亚里士多德原文(174b8)中倒装或隔置句式的语法规范化重构,明确了主语(τὸ μάλιστα σοφιστικὸν συκοφάντημα...)与谓语动词(ποιεῖ...)的正常骨架。
