← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§111.21-113.5

从个别事例归纳普遍命题的方法

注解者探讨了亚里士多德在《诡辩篇驳斥》第15章(174a33)中关于归纳的论述,说明在个别事例获得承认后,应当直接假定而非询问普遍命题,并阐释了如何根据自身利益利用或反驳基于无名称相似性的归纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.87

" Ὅταν τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα." Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοῦ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκράτης οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; ὁ Πλάτων καὶ ὁ Ἀλκιβιάδης; ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα ὡς ὡμολογημένον ἐπακτέον χωρὶς ἐρωτήσεως ὅτι πᾶς ἄρα ἄνθρωπος λογικός ἐστιν· οὐ γὰρ ἂν πρὸς τοῦτο δυσανασχετήσῃ ὁ ἀποκρινόμενος δεδωκὼς τὰ καθ’ ἕκαστα. ἐπεὶ δὲ ἐπί τινων ἐπαγωγὴν ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι1 καὶ τὸ καθόλου διὰ τὸ μὴ εἶναι ὠνομασμένον, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου, καὶ φησίν· ἐν οἷς μή ἐστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν, ὡς ἐπὶ τῶν ἀμφοδόντων ζῴων (τούτοις γὰρ οὐκ ἔστιν ἓν ὄνομα), χρηστέον πρὸς τὸ συμφέρον οὕτω λέγοντας· ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἀμφόδουν ἐστὶ καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, καὶ πᾶν ἄρα τοιοῦτον· διὰ γὰρ τὴν ὁμοιότητα λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπιφοράν. ἔφησε δέ τις καὶ οὕτως τὸ ῥητὸν ἑρμηνεύεσθαι καὶ μάλιστα τῆς τοῦ Ἀριστοτέλους δεινότητος καθαπτόμενος. ἐπὶ τινῶν μὲν ἐπαγαγεῖν δυνατὸν καὶ δηλῶσαι τὸ καθόλου δι’ ὀνόματος, ἐπὶ δὲ τινῶν οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι τὸ καθόλου ἀλλὰ λόγῳ. τὸ γοῦν τοιοῦτον, φησί, καθόλου τὸ μὴ δι’ ὀνόματος ἀλλὰ διὰ λόγου ἐπαγόμενον ἐνίοτε πῖπτον ὑπὸ ἔνστασιν, ὡς χρησιμεύει σοι τῷ ἐρωτῶντι, ἔπαγε. εἰ μὲν γὰρ αὐτὸς ἐπάγεις, λέγε τοῦτο ὡς ἀληθὲς καὶ οὕτως ἔχον· εἰ δὲ ἕτερος λέγει τοῦτο, ἔπαγε αὐτὸς τὴν κειμένην πρὸς τοῦτο ἔνστασιν. ἀλλὰ σαφηνισθήτω καὶ διὰ παραδείγμάτων τὸ λεγόμενον. δι’ ὀνόματος μὲν ἐπάγεται καὶ δηλοῦται τὸ καθόλου ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης δίπουν πλατυώνυχον ὢν γελαστικόν ἐστιν· ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα· πᾶς ἄρα ἄνθρωπος δίπους πλατυώνυχος ὢν γελαστικός ἐστιν· ἰδοὺ δι’ ὀνόματος τοῦ ἀνθρώπου ἐπῆκταί μοι τὸ καθόλου. ἐπὶ δὲ τοῦδε οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι· τὸ πρόβατον πεζὸν τετράπουν ὂν οὐκ ἀμφόδουν ἐστίν· ὁμοίως καὶ ἡ ἔλαφος καὶ ἡ αἴξ· πᾶν ἄρα κερασφόρον οὐκ ἀμφόδουν· τὸ γὰρ κερασφόρον οὐκ ὄνομα ἀλλὰ λόγος. ἐνταῦθα οὖν ἐξ ὁμοιότητος εἴληπται τὸ καθόλου· ἐπειδὴ γὰρ τόδε καὶ τόδε ὅμοιά εἰσι κερασφόρα ὄντα, λοιπὸν συνῆκται καὶ πᾶν κερασφόρον. ἔστιν οὖν πρὸς τοῦτο ἔνστασιν ἐπαγαγεῖν τὸν ἄγριον ὄνον, ὃς ἐν Ἰνδίᾳ λέγεται γίνεσθαι καὶ κερασφόρος εἶναι καὶ ἀμφόδους. χρηστέον οὖν τούτῳ πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ αὐτὸς ποιῇ τὴν ἐπαγωγήν, λέγε ὡς ἀληθὲς καὶ συμφέρον· εἰ δὲ ἕτερος, ἔπαγε τὸν ἄγριον τοῦτον ὄνον κερασφόρον ὄντα καὶ ἀμφόδοντα. τὸ δὲ λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις τοιοῦτόν ἐστιν· ὁ λόγος καὶ ἡ ὁμοιότης ἡ λέγουσα ‘πᾶν κερασφόρον οὐκ ἀμφόδουν’ λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη·2 οὐ γὰρ πᾶν κερασφόρον οὐκ ἀμφόδουν.

“并且当在部分的情形下有人承认个别事物时,归纳着”他说,当提问者对个别事物进行归纳,且回答者也承认具体情况时,在将要询问普遍事物之际,不应当把它作为问题提出,而应当断言式地、且作为已被回答者自己所承认的事物提出。因为有时他们甚至仅凭归纳本身,在普遍事物未被提及的情况下就承认了普遍事物本身,而且由于归纳并非徒劳且毫无理由地进行,在听众看来他们也是已经承认了。例如,如果假设设定的论题是“每个人都是理性的”,就应当这样说:“苏格拉底作为人,难道不是理性的吗?柏拉图和阿尔喀比亚德呢?”回答者说:“是的。”然后无需提问,应当作为已商定之事推论出:“因此每个人都是理性的”;因为既然承认了个别事物,回答者对于这一点就不会感到不满。但是,既然在某些情形下,对于进行归纳的人来说,由于普遍事物没有固定的名称,要询问普遍事物并不容易,他就说明了那时我们又该如何推论普遍事物,并且说:在那些没有一个包含它们相似性的统称的事物中,如同在上下两颌都有牙齿的动物的情形中(因为对于这些动物没有一个单一的名称),必须为了自己的利益这样使用,并说:“既然山羊有角因而在两颌没有牙齿,鹿和牛也是如此,因此凡是此类事物都如此”;因为由于相似性,做出此类推论的人往往不为人察觉。然而有人尤其切中了亚里士多德的精妙之处,说这段话也可以这样解释:在某些情形下,可以通过名称来推论并表明普遍事物;但在另一些情形下,不可能通过名称,而只能通过说明来表明普遍事物。他说,对于这种不是通过名称而是通过说明推论出来、有时会遭受异议的普遍事物,你要按照对作为提问者的你有利的方式去推论。因为如果你自己进行推论,就要把它作为真实的和如此这般的事情来说;但如果其他人说了这个,你自己就要提出针对它的现成异议。不过,让我们也通过实例来澄清所说的内容。通过名称推论并表明普遍事物,就像在以下情形中:“苏格拉底作为两足有平指甲的生物,是能笑的;某某和某某也是如此;因此每个人作为两足有平指甲者,都是能笑的。”看,通过“人”这个名称,普遍事物已经被我推论出来了。但在以下情形中,不可能用名称来表明:“绵羊作为陆生四足动物,不是两颌都有牙齿;同样鹿和山羊也是如此;因此凡是有角的动物,都不是两颌都有牙齿”;因为“有角的”不是名称,而是说明。因此在这里,普遍事物是从相似性中获得的;因为既然这个和这个作为有角的事物是相似的,结果也就推论出“凡是有角的亦然”。所以针对这一点,可以提出在印度据说存在的野驴作为异议,据说它既有角而且两颌都有牙齿。因此必须为了自己的利益来使用这一条:如果你自己进行归纳,就要把它作为真实的和有利的来说;但如果是别人,你就要提出这种既有角又在两颌有牙齿的野驴〔作为异议〕。而“因为相似性往往不为人察觉”这句话是这样的意思:声称“凡是有角之物都不是两颌有牙”的这一说明与相似性,在并不普遍的情况下,却被当作普遍的而未被察觉;因为并非凡是有角之物都不是两颌有牙。

语法注2 条
  1. 1.87ἐπαγωγὴν ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι

    ποιουμένους 是宾格,在非人称句式 οὐκ ἔστιν εὐχερές(并不容易)中充当不定式 ἐρωτῆσαι 的逻辑主语。此处未用与格 ποιουμένοις 而用宾格,符合非人称动词带不定式时的经典语法习惯。

  2. 1.87λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη

    动词 λανθάνει 通常带补足分词,此处却带不定式 εἶναι,表示“尽管本身并非如此(μὴ οὖσα τοιαύτη),却作为普遍的而未被察觉”。紧随其后的分词 μὴ οὖσα 带有让步意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:111.21-113.5