← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§109.23-111.20

使应答者困惑并受骗的反驳技巧

注释者结合《论题篇》等著作的平行论述,解释了亚里士多德所讨论的反驳技巧(加长论辩、加速提问、激怒应答者、交替提问以及通过否定或均等析取提问)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.85

" Εἰς δὲ τὸ μῆκος στοιχείοις χρηστέον τοῖς προειρημένοις." Καὶ ὅτι μὲν στοιχεῖον καὶ ἀρχὰς προειρημένας τὰ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν εἰρημένα λέγει, δῆλον. ταῦτα δὲ ἦσαν τὸ παρεμβάλλειν καὶ ἐρωτᾶν μὴ μόνον τὰ αἴτια τοῦ συμπεράσματος ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα, παραβολαῖς τε καὶ παραδείγμασι καταποικίλλειν τὸν λόγον. ἔτι γε μὴν δῆλον τοῦτο πεποίηκε διὰ τοῦ μετ’ ὀλίγον ῥηθησομένου τοῦ “ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους”. δεύτερος τρόπος τοῦ ἐλέγχου, φησί, τὸ ἐπισπεύδειν ταχείας καὶ συντόμους ποιεῖσθαι τὰς ἐρωτήσεις· οἱ γὰρ ἀποκρινόμενοι ὑστερίζοντες καὶ μὴ δυνάμενοι ἀκριβῶς σκοπεῖν ἀπατηθήσονται· εἰ δὲ μέλλοιεν ἐφίστασθαι καὶ προσέχειν, ἀνόητοι νομίζονται. τρίτος τρόπος ἐλέγχου τὸ ποιεῖν τὸν ἀποκρινόμενον ὀργίζεσθαι καὶ θυμοῦσθαι· ταραττόμενοι γάρ, φησίν, οἱ ἀποκρινόμενοι πάντες ἧττον δύνανται φυλάττεσθαι. ἔν τισι δὲ πάντα γράφεται· καὶ εἰ οὕτως ἔχει, δηλοῦται ὅτι οὐ δύνανται θυμούμενοι πάντα ὁρᾶν καὶ φυλάττεσθαι τὰ ἐρωτώμενα κἀντεῦθεν πρὸς ἀπάτην ἀπάγονται. τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς ὀργὴν ἐρωτᾷ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα,1 καὶ τίνα ταῦτα, σαφῶς λέγει· ὥστε εἰ ταῦτα ποιεῖ, πρὸς ὀργὴν διαλέγεται.

“至于长度,则必须使用先前所述的要素。” 而显然,他所说的先前所述的要素与始基,是指在《论题篇》第八卷中所说的事物。这些就是:不仅插入并询问结论的原因,而且也插入并询问并非如此的事物,以及用比喻和实例使论辩丰富多彩。此外,他通过稍后将要说的“一般而言,先前为隐藏而说的一切,对于争辩性论证也是有用的”这一句话,使这一点变得清楚了。他说,反驳的第二种方式是促迫,使提问迅速而简捷;因为回答者落于后尘,不能精确地考察,就会受骗;而如果他们停下来仔细留意,就会被认为是愚蠢的。反驳的第三种方式是使回答者发怒并激愤;因为他说,被搅乱的回答者全都较难防备。在某些[抄本]中写着“一切”;如果情况如此,所表明的就是:发怒的人不能看到一切并防备所问的问题,因而被引向受骗。他说,为了让你得知他在为了激怒而提问,你要掌握要素和征象,而这些是什么,他已说得清清楚楚;所以如果他做这些事,他就是在为了激怒而对话。

§1.86

"Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι." Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν’. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω φυλαττόμενος ταράττεται. ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται.2 καὶ ὅλως τὰ λεχθέντα ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν, ὡς εἴρηται, χάριν κρύψεως χρήσιμά εἰσι καὶ τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα, φησίν, εἰσὶ χρήσιμα ἐνταῦθα· ἐπεὶ γὰρ ὁ ἀγωνιζόμενος ἀπατᾶν σπεύδει, ἡ δὲ κρύψις τὴν λήθην προσποιεῖ, ἐξ ἧς ἡ ἀπάτη, εὔδηλον ὡς μάλιστα χρήσιμά εἰσι τὰ περὶ κρύψεως ἐκεῖσε ἡμῖν παραδιδόμενα. Ἐπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδάσκει καὶ περὶ τούτου, πῶς χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’· καὶ ἐπεὶ ἀνανεύει, δῆλον ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ‘εἰ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν’. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀποκρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν.

“此外,交替提出问题。” 他说,此外,交替提出问题也有助于能够进行反驳。关于这一点,在《前分析篇》第二卷和《论题篇》第八卷中也都谈到过。他说,对于同一事物拥有多个论证即推论,也是有助于反驳的;因为人们将表明快乐是善,有时是通过其顺应自然,有时是通过万物都追求它。不仅这有助于反驳,而且拥有表明既如此又非如此的论证也是如此;例如,快乐是善,通过顺应自然和万物追求它[来表明],而快乐不是善,通过其为“向着自然的有感觉的生成且阻碍思考”[来表明]。因此,如果你对于同一事物拥有多个论证,表明例如快乐是善和快乐不是善,就会发生回答者对更多的事物进行防备;而对更多事物进行防备的人就会被搅乱。同样,针对相反事物进行[防备]的人(因为这个人也是针对更多事物[进行防备]),被搅乱之后也会受骗。一般而言,如前所述,在《论题篇》第八卷中为了隐藏而说的事物,对争辩者也是有用的;而且他说,在这里尤其有用;因为既然争辩者急于欺骗,而隐藏带来遗忘,欺骗便由此产生,显然那里向我们传授的关于隐藏的内容是尤其有用的。既然回答者在被询问某些问题时,常常察觉到这些有助于提问者确立提问者自己所欲确立的主张,因而不承认这些而是表示拒绝,所以他也关于这一点教导人们应当如何提出问题。他说,那时应当通过否定来提问;例如,如果提问者想要获得“快乐顺应自然”,就不要这样问:“快乐是顺应自然的吗?”,而要这样问:“难道你不认为快乐不是顺应自然的吗?”;既然他表示拒绝,显然在这里他拒绝后也会说“不”,于是应当说:“如果不顺应自然不是真的,那么顺应自然就是真的了”。或者也可以以均等的方式提问,例如:“快乐是顺应自然,还是不顺应自然呢?”;因为在不清楚我们想要获得其中哪一个时,常常会发生[回答者]承认我们所想要的主张,而且由于提问者所要的主张不明确,回答者对于回答的抵触情绪也会较少。

语法注2 条
  1. 1.85τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς ὀργὴν ἐρωτᾷ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα

    带冠词不定式短语 τοῦ γινώσκειν 作为属格修饰后文的名词短语 στοιχεῖα ... καὶ σημεῖα(“得知……的要素和征象”),在句法上充当名词的名词性补足语(宾格性属格或说明性属格)。在语境中亦传达目的(“为了得知”)。

  2. 1.86ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται

    在实体化主语短语 ὁ πρὸς τἀναντία 以及括号内的插入句 οὗτος πρὸς πλείω 中,承接紧挨的前句(ὁ δὲ πρὸς πλείω φυλαττόμενος)省略了分词 φυλαττόμενος,理解时须补足为“针对相反事物[进行防备]的人”和“这个人也是针对更多事物[进行防备]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:109.23-111.20