- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:108.14-109.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依据事物与名称的差异阐明了亚里士多德论语病与“依表达形式而成的反驳”之相似性(174a5),随后在综述争辩性论证的种类与部分(174a12)之后,转向关于提问排列与拉长论述等智者论战策略的探讨。
" Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός." Τρόπον τινά, φησίν, ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένοις ἐλέγχοις· ὥσπερ γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων τις ἀπατᾶται, οὕτως ἐνταῦθα ἐπὶ τῶν ὀνομάτων συμβαίνει τινὰ σολοικίζειν. ἐκεῖ γὰρ ὁ σοφιστὴς ἐρωτᾷ ‘ἆρα οὐχ ὁμοίως τῷ σχήματι τῆς λέξεως ἐκφέρεται τὸ ὁρᾶν καὶ τὸ ἀκούειν;’· ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα συνάγει ταὐτὰ εἶναι. τοῦτο δὲ ἄτοπον· τὸ μὲν γὰρ ἐνεργείας σημαντικόν, τὸ δὲ πάθους δηλωτικόν. γέγονεν οὖν ἐν τούτοις ἐπὶ τῶν πραγμάτων ὁ ἔλεγχος. ἐνταῦθα δὲ κατὰ τὰ ὀνόματα γίνεται ὁ σολοικισμός· τὸ γὰρ τόδε ἐπ’ εὐθείας δοθὲν ἐπὶ αἰτιατικὴν παρὰ τοῦ σοφιστοῦ μετήχθη, καὶ γέγονεν ὁ σολοικισμὸς ἐκ τοῦ ὀνόματος. ὅτι δὲ ὁ μὲν παρὰ τὸ σχῆμα τῆς λέξεως δοκεῖ ὅμοιος εἶναι κατά τι τῷ σολοικισμῷ, δῆλον ὡς ἐπὶ παραδείγματος· ἄνθρωπος γάρ, φησί, καὶ λευκὸν καὶ πρᾶγμά ἐστι καὶ ὄνομα· εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ ἐξετάσει, ποιήσει καθ’ ὑπόθεσιν τὸν παρὰ τὸ σχῆμα τῆς λέξεως ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν·1 ταῦτα γάρ, τὸν ἄνθρωπον καὶ τὸ λευκόν, χάριν παραδείγματος ἔλαβεν, ὡς εἰ ἔλεγε ‘τόδε καὶ τόδε καὶ πράγματά εἰσι καὶ ὀνόματα’. εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ λαμβάνει, ποιήσει τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. πειρατέον οὖν ἐκ τῶν εἰρημένων πτώσεων, ἤγουν τοῦ τοῦτο, ὅπερ καὶ αἰτιατικὴν καὶ εὐθεῖαν δηλοῖ πτῶσιν καὶ ἀρσενικὴν καὶ θηλυκήν, τὸν σολοικισμὸν συλλογίζεσθαι.
“而且在某种意义上语病是相似的。” 他说,在某种意义上,语病与依表达形式而产生的反驳相似;因为正如在前者中人们在事物上受骗,同样在后者中人们在名称上犯语病。因为在前者中智者提问:“‘看’和‘听’在表达形式上不是同样被说出的吗?”回答者说“是的”;接着他[智者]推论它们是同一回事。但这是荒谬的;因为一个表示能动活动,另一个表示受动。于是,在这些情况中,反驳是关乎事物而产生的。但在后者中,语病则是依据名称产生的:因为在主格中被给予的“这个”,被智者转到了宾格,而语病便由名称产生了。而依表达形式而成的[反驳]在某种程度上显得与语病相似,这一点在实例中是显而易见的:因为他说,“人”与“白”既是事物也是名称;于是,如果有人把它们当作事物来考察,按假设就会制造出依表达形式而成的反驳;如果当作名称,就会制造出语病。但人们并不是在“人”与“白”上同时制造出依形式相似而成的反驳和语病,而是在某些其他事物上;因为他采用这些——“人”与“白”——乃是为了举例,仿佛他是说“这个和这个既是事物也是名称”。于是,如果有人把它们当作事物来接受,就会制造出依形式相似而成的反驳;如果当作名称,就会制造出语病。因此,应当尝试从上述的格中,即从表示宾格与主格、阳性与阴性的“这个”中,推论出语病。
"Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν." Δύο εἴδη τῶν σοφιστικῶν λόγων ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέδωκε. λέγει οὖν καὶ πάλιν τὰ αὐτά, ὅτι εἴδη μέν εἰσι τῶν σοφισμάτων ταῦτα, μέρη δὲ τοῦ μὲν ἑνὸς εἴδους, τοῦ παρὰ τὴν λέξιν, ἕξ, ὁμώνυμον, ἀμφίβολον καὶ τὰ λοιπὰ δʹ, τοῦ δὲ ἑτέρου εἴδους, τοῦ ἐκτὸς τῆς λέξεως, τὰ πολλάκις ἀπηριθμημένα ἑπτὰ σοφίσματα, καὶ τρόποι οἱ δεκατρεῖς. ἔφασαν δέ τινες τρόπους, οὐ κατὰ λόγον ὡς οἶμαι, καὶ τὰ παρὰ τῶν σοφιστῶν σπουδαζόμενα, τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς ψεῦδος ἄγειν καὶ παράδοξον, τὸ εἰς ἀδολεσχίαν καὶ τὰ ἑξῆς. μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν λέγει ὅτι,2 ὥσπερ ἐν τοῖς διαλεγομένοις οὐ μικρὰ συμβάλλεται τὸ προσηκόντως ταχθῆναι τὰ ἐρωτήματα (καὶ τοῦτο ἐδείξαμεν ἐν τῇ διαλεκτικῇ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν), οὕτως ἔχει καὶ ἐν τοῖς ἀγωνιστικοῖς τῶν λόγων. ἐπεὶ γοῦν ὠφελεῖ καὶ τὸν ἀγωνιζόμενον τὸ οὕτως ἢ οὕτως τάττεσθαι τούτου τὰς ἐρωτήσεις, ἄγε δὴ καὶ περὶ τούτου εἴπωμεν. διάφοροι δέ εἰσι τοῦ ἐλέγχειν τρόποι, καὶ εἷς μὲν τὸ μηκύνειν τὸν λόγον· χαλεπὸν γὰρ καὶ δύσκολόν ἐστι τῷ ἀποκρινομένῳ πάντα συνορᾶν ὡς μὴ συγχεθῆναι αὐτοῦ τὸν νοῦν καὶ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν.
“那么,这些就是争辩性论证的种以及种的各部分。” 他在前面从一开始就给出了智者论证的两个种。因此他又重述了同样的话:即这些是谬误的种,而其中一个种——即依言辞的种——的部分有六个(同名异义、含糊其辞及其余四个),另一个种——即言辞之外的种——的部分是多次罗列的七个谬误,总共有十三种方式。但有些人——依我看是不合情理地——也把智者们所致力追求的事物称为“方式”,即表面上的反驳、导致虚假与佯谬、导致胡言乱语等。他正要说明智者如何安排并组织自己的提问,并要对这一问题作更广泛的论述,于是说道:正如在辩证对话中,提问得到妥当安排具有不小的助益(我们在辩证法中已在《论题篇》第八卷指明了这一点),在争辩性论证中也是如此。既然他的提问以此种或彼种方式加以安排对争辩者也大有裨益,那么来吧,我们也来谈谈这一点。反驳的方式有多种,其中之一是把论辩拉长;因为对于回答者来说,要纵观全局以免自己的心智被搅乱并给出提问者所想要的东西,是艰辛且困难的。
- 1.83οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν
由 οὐκ... ἀλλʼ...(不是……而是……)构成的更正与限定句式。否定词 οὐκ 否定主句谓语动词 ποιήσει,借以阐明前文所举的“人”与“白”本身并非同时产生两种谬误,而仅是举例(χάριν παραδείγματος),实际的谬误是发生在其他词句上的。
- 1.84μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν λέγει ὅτι
分词 μέλλων 并列连接两个不定式 εἰπεῖν 与 διαλαβεῖν,整个分词短语修饰主句主语(亚里士多德)。主句的主动词为 λέγει,引出包含 ὥσπερ... οὕτως... 呼应结构的 ὅτι 从句。
