← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§107.1-108.13

中性代词引发的虚假语病及其消除方法

基于亚里士多德173b26–173b36,注解者解释了表面上的语病之所以产生,是因为中性指示代词“这个”(τόδε / τοῦτο)兼代阳性、阴性以及主格与宾格,并阐明了通过分别搭配直陈式“是”与不定式“存在”来消除格歧义的解决方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81

" Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε." Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ παρὰ τὸ τόδε τίθησιν,1 ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ πτῶσις μήτε ἄρρεν σημαίνει μήτε θῆλυ ἀλλὰ τὸ οὐδέτερον’. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπασαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι μὲν πτώσεις διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦτον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι· καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μεταφέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωκράτης’ καὶ τὸ ‘τόδε τὸν Σωκράτην’.

“几乎所有表面上的语病都源于‘这个’。” 在阐述了人们如何犯语病之后,他现在也说明了语病由何种原因产生,这就是“这个”。而他将“以及当格……”这句话作为对“源于‘这个’”的解释性说明,仿佛他是说“即当格既不表示阳性也不表示阴性,而是表示中性的时候”。因为“这一个[阳性]”表示阳性,“这一个[阴性]”表示阴性;而“这个[中性]”虽旨在表示中性,却常常也指明阳性和阴性。阳性和阴性的全部格不仅彼此相异,而且在其自身内部也互不相同,没有人会被这类格中的任何一个所欺骗,以至于认为宾格是与格,或者阳性格是阴性格。但就中性而言,某些格既与其自身相异,也与阳性格和阴性格相异,另一些格则不然;因此文法学家们也说,中性词的主格、宾格和呼格是相同的。“这个”就是这种情形;因为正如我们所说,它既用于阳性和阴性,也用于宾格和主格;因此人们受骗,并显得犯了语病。因为当“这个”常常作为中性被给予时,智者们就把它推论为阳性的“这一个[宾格]”;同样,当它在主格中被给予时,他们又将其转为宾格;与这些相似,在另一种格中被给予时,他们又将其移转到另一种格。而他说这从何而来,是因为“这个”通用于许多格;因为它既意味着“这个[是]苏格拉底”,也意味着“这个[指]苏格拉底[宾格]”。

§1.82

"Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὗτος, μετὰ δὲ τοῦ εἶναι τὸ τοῦτον." Ἐπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύνθεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι·2 καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο’· ὅτε δὲ ὡς ἐπὶ αἰτιατικῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο’. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ, εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην’, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκος’. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ō καὶ ν̄ τελευτᾷ· ὅμως καί τινα τῶν ἀρρενικῶν ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμπολυ διαφέρειν.

“然而应当交替地表示,与‘是’连用时表示‘这一个[主格]’,与‘存在’连用时表示‘这一个[宾格]’。” 由于他曾说,“这个”作为中性词,往往既表示阳性又表示阴性,并且还表示不同的格,并因此具有欺骗性,常常使某些人显得在犯语病,所以现在他传授了一种人们可以借以逃避这种欺骗的方法,指出:既然“这个”既表示“这一个[主格]”又表示“这一个[宾格]”,你就必须针对“这个”的这两个所指中的每一个交替地进行结合;因为请为我同时取“是”与“存在”;如果你想在主格中说“这个”,就加上“是”,说“这个是”;而当你作为宾格说出“这个”时,再补上“存在”,说“这个存在[作不定式]”。在阳性和阴性名词上也要同样这样做:因为如果你想通过“这个”来指明阳性或阴性的格,且它们是宾格,就说“这个存在科里斯科[宾格],这个存在卡利俄佩[宾格]”;如果是主格,就说“这个是科里斯科”。对于所谓的“器具”,即中性事物(他之所以称这些为器具,是因为它们无生命),也要同样做;因为即使对于这些具有阴性或阳性名称的事物(因为严格意义上的中性词是所有以ō和ν结尾的词;然而我们也会将一些阳性名称赋予无生命之物,例如皮囊、锯子以及诸如此类的事物),因此在这些事物上,当我们加上“是”或“存在”时,主格和宾格就会被表明;因为说出这些将造成极大的差别。

语法注2 条
  1. 1.81τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ παρὰ τὸ τόδε τίθησιν

    主语为省略的亚里士多德,带冠词的引用短语τὸ ... καὶ ὅταν ἡ πτῶσις(指亚里士多德173b26的文本)作宾语,ἑρμηνευτικόν作宾语补足语(即“将……作为对……的解释性说明而提出”)。

  2. 1.82ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι

    代词μοι在此用作表关涉的情态与格(伦理与格),修饰祈使动词ἔχε(“请为我握有/持有”)。τὸ ἔστι与τὸ εἶναι为冠词实质化的限定动词与不定式,作ἔχε的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:107.1-108.13