- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:105.18-106.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《诡辩篇驳》第13章(173b12–173b17),阐明智者如何通过跳过必要的问题环节制造表面的多嘴废话及其化解方案,继而探讨语病的定义、三种产生方式及其在推论技艺中的运用。
" Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε." Οἱ σοφισταὶ μὴ ἀληθῶς ἐλέγχοντές τινα ἀδολεσχοῦντα φαίνονται πολλάκις ποιοῦντές τινα ἀδολεσχεῖν. πῶς δὲ ποιοῦσιν, αὐτὸς τὴν αἰτίαν τίθησιν. οὐ γὰρ ἐρωτῶσι τὸν ἀποκρινόμενον εἰ οἴεται σημαίνειν τι τὸ διπλάσιον καθ’ αὑτὸ λεχθὲν χωρὶς τοῦ ἡμίσεος ἢ οὐδέν τι σημαίνει· καὶ τυχὸν εἰπόντος σημαίνειν τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον,1 οὐ προσερωτῶσιν αὖθις πότερον τὸ αὐτὸ σημαίνει, ὃ καὶ ἐὰν οὕτως ἐρρέθη διπλάσιον ἡμίσεος, ἢ ἕτερον. φαίνεται γοῦν ὁ σοφιστὴς ποιεῖν τινα ἀδολεσχεῖν, ὅτι οὐδέν τι τούτων ἐρωτᾷ, ἀλλ’ εὐθὺς ἐπάγει τὸ συμπέρασμα τὸ ‘τὸ διπλάσιον ἡμίσεος ἡμίσεος διπλάσιον’. εἰ μὲν οὖν ὁ ἀποκρινόμενος ἠρωτήθη ‘ἆρά γε σημαντική τίς ἐστι φωνὴ τὸ διπλάσιον;’, εἶτα κατέφησε καὶ πάλιν ἠρωτήθη ‘ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον περιλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ἥμισυ;’ καὶ πρὸς τοῦτο πάλιν κατέφησε, τότε κυρίως ἀδολεσχῶν ἐλέγχεται· ὡμολόγησε γὰρ ταῦτα. φαίνεται γοῦν ἐλεγχόμενος διὰ τὸ τὸ ὄνομα ταὐτὸν εἶναι τῷ λόγῳ καὶ σημαίνειν τὸ αὐτό, ὅπερ γίνεται, εἰ μηδὲν διαφέρει, ὡς καὶ μικρὸν ἄνωθεν εἴρηκεν “εἰ μηδὲν διαφέρει τὸ ὄνομα ἢ τὸν λόγον εἰπεῖν”. τὴν γοῦν τοιαύτην ἐρώτησιν οἵαν εἰρήκειμεν, τὴν ‘ἆρά γε χωρὶς τοῦ ἡμίσεος λεγόμενον τὸ διπλάσιον περιλαμβάνει ἐν ἑαυτῷ καὶ τὸ ἥμισυ;’, ἐρωτώμενον οὕτως ἔδει ἀποκριθῆναι,2 ὡς δυνάμει μέν, ὅταν τὸ διπλάσιον χωρὶς λέγηται, περιλαμβάνει καὶ τὸ ἡμίσεος, οὐ μὴν δὲ καὶ ἐνεργείᾳ. καὶ οὕτως ἀποκριθεὶς οὐκ ἂν ἑάλω ὡς πολλάκις λέγων ταὐτά.
“然而他们有时在并未这样做时显得做到了。” 智者们在并未真正驳倒某人在多嘴废话时,常常显得使某人多嘴废话。他们是如何做到的,他[亚里士多德]自己给出了原因。因为他们并不询问应答者:他是否认为脱离了一半而就其自身言说的“双倍”意味着某物,还是什么也不意味;即使[应答者]说了就其自身言说的“双倍”意味着某物,他们也不会进一步再问它所意味的与以“一半的双倍”这样说出时所意味的是相同还是相异。无论如何,智者显得使某人多嘴废话,是因为他没有询问这些问题中的任何一个,而是径直引出结论:“双倍是一半的一半的双倍”。因此,如果应答者被问及“‘双倍’究竟是不是一个有意义的发音?”,随后他予以肯定,并再次被问及“即便脱离了一半而言说,它自身之中是否也包含了‘一半’?”,且对此再次予以肯定,那么这时他才在严格意义上被驳倒为多嘴废话;因为他承认了这些前提。无论如何,他显得被驳倒,是因为名称与定义说明相同并且意味着同一事物——这发生于毫无分别的情形中,正如他在上面不远处也说过的,“如果说出名称或说出定义说明毫无分别”。无论如何,面对被问及的正如我们所说过的这种问题,即“脱离了一半而言说的双倍自身之中是否也包含了‘一半’?”,被问者本应当这样回答:当双倍被单独言说时,它在潜能上包含了“一半的”,但在现实上绝非如此。如果这样回答了,他就不会被抓住屡次说同样的话了。
"Σολοικισμὸς δὲ οἷον μέν ἐστιν, εἴρηται πρότερον." Καὶ περὶ τοῦ παρὰ τοῖς σοφισταῖς σπουδαζομένου σολοικισμοῦ νῦν διδάσκει, καὶ φησὶν ὅτι τί μέν ἐστιν ὁ σολοικισμός, εἰρήκειν καὶ περὶ αὐτοῦ κατ’ ἀρχὰς εἰπὼν “σολοικίζειν ἐστὶ τὸ ποιῆσαι τὸν ἀποκρινόμενον τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου”. γίνεται δὲ κατὰ τρεῖς τρόπους. καὶ πρῶτον μέν, ὅταν ἀληθῶς τις σολοικίζῃ λέγων Λάχης Λάχου. δεύτερον δέ ἐστι μὴ ποιεῖν, φαίνεσθαι δὲ ποιεῖν, ὡς οἱ σοφισταὶ ἐπιχειροῦσι λέγοντες ‘ἆρα ὃ σὺ φῂς εἶναι, ἔστι; φῂς δὲ λίθον εἶναι’, εἶτα ἐπάγουσιν ‘ἔστιν ἄρα λίθον’. τὸ τοιοῦτον σολοικισμὸς μὲν εἶναι δοκεῖ, κυρίως δὲ οὐκ ἔστιν· ἔδει γὰρ οὕτως ἐπαγαγεῖν τοὺς σοφιστὰς ‘ἔστιν ἄρα λίθον3 εἶναι’. ἐνίοτε δὲ ποιῶν τις σολοικισμὸν οὐ δοκεῖ ποιεῖν, ὡς ὁ Πρωταγόρας· οὗτος γὰρ τὸν μῆνιν καὶ τὸν πήληκα ἔλεγε, καὶ ποιῶν σολοικισμὸν οὐκ ἐνόμιζε σολοικίζειν, τοῖς δ’ ἄλλοις ἐφαίνετο. ὥστ’ ἐκείνῳ μὲν ἐφαίνετο σολοικίζειν ὁ λέγων τὴν μῆνιν καὶ τὴν πήληκα, τοῖς δὲ πολλοῖς οὔ· ὁ δὲ λέγων οὐλόμενον μῆνιν φαίνεται μὲν τοῖς ἄλλοις σολοικίζειν, ἀλλὰ τῷ Πρωταγόρᾳ οὐ σολοικίζειν ἐδόκει. τοὺς τρεῖς τοίνυν τούτους τρόπους, καθ’ οὓς σολοικίζει τις, εἰπὼν φησὶ δῆλον ὅτι κἂν τέχνῃ τις δύναται τοῦτο ποιεῖν, τοῦτο διὰ τούτου λέγων, ὅτι καὶ ἐν συλλογισμῷ τις δύναται σολοικίζειν ἢ ἀληθῶς ἢ φαινομένως· τέχνην γὰρ τὸν συλλογισμὸν ὠνόμασεν ὡς ἐν τέχνῃ καὶ μεθόδῳ ἐσκεμμένον καὶ μὴ ὡς ἔτυχε προαγόμενον. ὅτι δὲ καὶ ἐν συλλογισμῷ τις φαινομένως σολοικίζειν τὸν ἀποκρινόμενον δείκνυσιν, ἐφεξῆς διδάσκει· πολλοὶ γάρ, φησί, τῶν λόγων μὴ συλλογιζόμενοι τὸν κυρίως σολοικισμὸν φαίνονται τοῦτον συλλογίζεσθαι.
“语病是何种事物,以前已经说过了。” 关于智者们所热衷追求的语病,他现在进行教授,并指出:至于什么是语病,他在开篇就谈及它而说过“犯语病就是通过论辩使应答者在措辞上说不通顺的蛮俗话”。而它是以三种方式发生的。首先,当有人真正犯语病时,例如说“拉刻斯,拉刻斯的[在格上错乱]”。第二种是并没有犯,但显得犯了,正如智者们在说以下论辩时所企图的那样:“凡是你说是的东西,难道是吗?但你说石头是”,随后他们引出“因此是石头[作宾格]”。这样的东西似乎是语病,但严格来说并不是;因为智者们本应当这样引出结论:“因此是有石头存在”。但有时某人犯了语病却似乎并不被认为犯了,正如普罗泰戈拉那样;因为他把“愤怒”和“头盔”[当作阳性]使用阳性冠词来称呼,虽然犯了语病,他自己却不认为犯了语病,但在其他人看来是犯了。以至于在他看来,用阴性冠词说“愤怒”和“头盔”的人显得是在犯语病,但对大众而言却并非如此;而用阳性形容词说“毁灭性的愤怒”的人,在其他人看来显得是在犯语病,但在普罗泰戈拉看来却不觉得犯了语病。因此,在阐述了人们以此犯语病的这三种方式之后,他说,显而易见有人也能凭借技艺做到这一点;他通过这话所表达的是:在推论中人们也能够真正地或表面上犯语病;因为他把推论称为“技艺”,因为它是按照技艺与方法深思熟虑的,而非随随便便提出的。至于某人在推论中也表明应答者表面上犯了语病,他紧接着进行了教授;他说,因为许多论证虽然没有推论出严格意义上的语病,却显得推论出了语病。
- 1.79καὶ τυχὸν εἰπόντος σημαίνειν τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον
εἰπόντος 是属格绝对结构中的分词,其逻辑主语应答者(ὁ ἀποκρινόμενος)由上下文补出。与副词用法的 τυχόν(意为“即使”、“或许”)连用,引入一种假设性的让步情况。
- 1.79ἐρωτώμενον οὕτως ἔδει ἀποκριθῆναι
无人称动词 ἔδει(“本应当”)支配不定式 ἀποκριθῆναι,分词 ἐρωτώμενον 以宾格形式充当其逻辑主语。前面的短语 τὴν γοῦν τοιαύτην ἐρώτησιν... 作为保留宾格,充当被动态分词 ἐρωτώμενον 的所问内容(“面对被问及的这种问题”)。
- 1.80ἔστιν ἄρα λίθον
智者制造表面语病的推论手法。应答者同意了包含宾格加不定式结构的“你说石头是[存在]”(φῂς δὲ λίθον εἶναι)之后,智者省略了不定式 εἶναι,直接将宾格 λίθον 与动词 ἔστι 结合,制造出破格表达“ἔστιν ἄρα λίθον”(“因此是石头[宾格]”)。正如注解所指出的,正确的结论本应保留不定式,即“ἔστιν ἄρα λίθον εἶναι”(“因此有石头存在这回事”)。
