← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§104.5-105.17

迫使废话的诡辩及其产生条件

注解者阐明了亚里士多德在《诡辩篇驳斥》第13章中关于“使人多嘴废话”(即同语反复的累赘言说)的定义,并解释了这种谬误是如何在关系物(如“双倍”与“一半”)以及定义中必然包含其底层实体的自身固有性质(如鼻与塌鼻、数与奇数)中产生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.77

" Περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν." Στοχάζονται οἱ σοφισταί, ὡς εἰρήκαμεν, τοῦ ποιεῖν τὸν προσδιαλεγόμενον ὡς ἀδολεσχοῦντα δοκεῖν. καὶ δι’ ὧν λέγει, αὐτὸ τοῦτο διδάσκει. τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι·1 καὶ ἔφθη περὶ τούτου εἰπὼν ἐν ἀρχαῖς τῆς προκειμένης πραγματείας, ὅτι ἀδολεσχῆσαί ἐστι τὸ πλεονάκις ταὐτὸ λέγειν. τοῦτο εἰπὼν ἐπάγει πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι οἱ μέλλοντες ῥηθῆναι παρ’ ἐμοῦ λόγοι τούτου χάριν λέγονται, παριστῶντες πῶς γίνεται τὸ ἀδολεσχεῖν, καὶ τοῦτο βούλονται ποιεῖν, τὸ ἀδολεσχεῖν. γίνεται δὲ τοῦτο ἐπ’ ἐκείνων, ὅταν ὄνομα ἢ λόγον οὐδὲν διαφέρῃ εἰπεῖν, οἷον διπλάσιον καὶ διπλάσιον ἡμίσεος, ὅ ἐστι λόγος τοῦ διπλασίου· ἐπεὶ γὰρ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ λέγεται (πρός τι γὰρ ὂν αὐτὸ ὅπερ ἐστὶ πρὸς ἄλλο τὴν ἀναφορὰν ἔχει), καὶ μόνον λεγόμενον διπλάσιον ποιεῖ συνεξακούεσθαι πάντως καὶ τὸ ἡμίσεος. εἰ γοῦν ἀντὶ τοῦ εἰπεῖν τὸ ὄνομα, ἤτοι τὸ μέγεθος τόδε διπλάσιον, ἐρεῖς τόδε τὸ μέγεθος διπλάσιον ἡμίσεος, ἠδολέσχησας· ἐν οἷς γὰρ εἶπας διπλάσιον, ἐδήλωσας αὐτό· εἰ γὰρ ἐν τῷ διπλασίῳ τὸ ἥμισυ ἐμφαίνεται, εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος2 δὶς εἴληπται τὸ ἡμίσεος. εἰ τοίνυν οὕτως λέγεις ‘τόδε διπλάσιον ἡμίσεος’, οὐδὲν ἄλλο λέγεις ἀλλ’ ἢ ‘τόδε διπλάσιον ἡμίσεος ἡμίσεος’· ἅπαξ μὲν γὰρ τὸ ἡμίσεος συνεμφαίνεται ἐν τῷ εἰπεῖν σε διπλάσιον, καὶ ἔτι ἐν τῷ προσθεῖναί σε ἐνεργείᾳ τὸ ἡμίσεος. πάλιν ἂν ἀντὶ τοῦ εἰπεῖν διπλάσιον τὸ διπλάσιον ἡμίσεος ληφθῇ, τρὶς ἔσται εἰρημένον τὸ ἡμίσεος.

“关于使人多嘴废话。” 正如我们说过的,智者们力图使与他们交谈的人显得是在多嘴废话。而通过他所说的话,他正在传授的正是这一点。无论如何,他首先说他以前曾谈过什么是多嘴废话;并且他在本论著的开篇就已先行谈及此事,说多嘴废话就是屡次重复说同样的话。说完这话之后,他接着写道:“而所有这类论证都意图做到这一点。”所说的话是这个意思:由我即将陈述的论证正是为了这个缘故而言说的,它们揭示了多嘴废话是如何产生的,并且它们意图做成这事,即造成多嘴废话。而这发生在以下情形中:即当说出名称与说出定义说明毫无分别时,例如“双倍”与“一半的双倍”(这是双倍的定义说明)。因为既然双倍是相对于一半而言说的(因为作为一个关系物,其自身作为其所是就是指向另一物的),哪怕仅仅说出“双倍”,也必然让人连带理解到“一半的”。因此,如果你不说名称即“这个量是双倍”,而是说“这个量是一半的双倍”,你就是在多嘴废话;因为在你说了“双倍”之处,你就已经表明了它。因为如果在“双倍”中显现出“一半”,在现实地取了“一半的”之后,“一半的”就被取了两次。因此,如果你这样说“这是一半的双倍”,你所说的无非就是“这是一半的一半的双倍”;因为在你说“双倍”时,“一半的”被连带显现了一次,而在你现实地添加“一半的”时又显现了一次。若再次用“一半的双倍”来代替说“双倍”,那么“一半的”就被说了三次。

§1.78

"Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι." Ἐκ ποίων ἢ καὶ ἐν τίσιν οἱ ποιοῦντες τὴν ἀδολεσχίαν γίνονται λόγοι, νῦν προστίθησι, καὶ φησὶν ὅτι ἐν ἐκείνοις τῶν πρός τι οἱ τοιοῦτοι τῶν λόγων γίνονται, ἐφ’ ὅσων μὴ μόνον τὰ γένη πρός τι ἀποδίδοται ἄλλο ἀλλὰ καὶ αὐτά.3 οἷον ἡ ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ πρός τι λέγεται· ἀλλὰ καὶ [ἡ] οἷον γένος αὐτῆς ἡ ὄρεξις πρός τι καὶ αὐτὴ λέγεται· ὀρεκτοῦ γάρ τινος ὄρεξίς ἐστιν. ἀλλὰ καὶ ἐν ἐκείνοις, ὅσων μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατὰ οὐσίας τινὸς παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία, καὶ ὅλως ἐν ἐκείνοις ὧν ἕξεις εἰσὶν ἢ πάθη καθ’ αὑτὸ κατηγορούμενα τῶν ὑποκειμένων. οἷον ἡ σιμότης πάθος ἐστὶ καθ’ αὑτὸ κατηγορούμενον τῆς ῥινός, καὶ ἐν τῷ λόγῳ αὐτοῦ παραλαμβάνεται καὶ τὸ ὑποκείμενον καθ’ οὗ κατηγορεῖται, ἡ ῥίς· ὁ γὰρ αὐτὴν τὴν ἐν ῥινὶ σιμότητα ὁριζόμενος οὕτω λέγει· σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί. ἠδολέσχησεν οὖν οὕτως πως ὁρισάμενος· εἰπὼν γὰρ σιμότητα καὶ ῥῖνα συνέλαβε· προσθεὶς δὲ πάλιν ἐνεργείᾳ τὸ ἐν ῥινὶ δὶς τὸ ῥὶς [ῥὶς] ἔλαβε. τοιοῦτόν ἐστι καὶ τὸ ‘ἀριθμός ἐστι μέσον ἔχων τὸ περιττόν’· ἐπειδὴ γὰρ καὶ τοῦτο πάθος ἐστὶ τοῦ ἀριθμοῦ κατηγορούμενον, ὁπηνίκα τὸ περιττὸν ὁριζόμενος τὸ ἀριθμὸς παραλήψομαι, δὶς εἰλήφειν αὐτόν· περιττὸν γὰρ εἰπὼν τρόπον τινὰ καὶ ἀριθμὸν εἰρήκειν· προστέθεικα δὲ καὶ ἐνεργείᾳ τὸ ἀριθμός, ὥστε δὶς ἔφην τὸ αὐτό.

“所有这类论证既出现在关系物中。” 由什么引起或者在什么事物中产生造成多嘴废话的论证,他现在补充说明了,并指出:这类论证发生在那些关系物中,不仅它们的属,而且它们自身也是相对于某种别的事物来表述的。例如,欲望是对快适之物的欲望,被称为关系物;但作为其属的欲求,其自身也被称为关系物,因为它是对某种可欲之物的欲求。但它们也出现在那些本身不是关系物、但在被述说于某种实体时其定义中包含着作为其底层的实体的那些事物中,并且总的来说,出现在那些作为底层事物的自身固有状态或性质被述说的那些事物中。例如,塌鼻是鼻子的自身固有的性质,而在它的定义说明中,作为它所陈述的底层的鼻子也被包含在内;因为给鼻子中的塌鼻本身下定义的人会这样说:“塌鼻是鼻子中的凹曲”。因此,以这种方式下定义的人就是在多嘴废话;因为说了“塌鼻”,他就连带包含了“鼻”,而现实地再次添加“在鼻子中”,他就两次取了“鼻”。“奇数是具有中间部分的数”也是如此;因为既然这也是陈述于数的性质,每当我在定义奇数时包含“数”,我就两次取了它;因为说了“奇数”,我在某种方式上就已经说了“数”,而我又现实地添加了“数”,从而我两次说了同样的东西。

语法注3 条
  1. 1.77τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι

    结构上由 λέγει 统辖间接引语不定式 εἰρηκέναι(“已经说过”),而 εἰρηκέναι 又统辖间接疑问从句 τί ἐστι τὸ ἀδολεσχεῖν(“什么是多嘴废话”)。这与紧随其后的 καὶ ἔφθη εἰπών(“他已先行提及”)相照应,指示读者回想第3章(165b15)中的定义。

  2. 1.77εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος

    属格独立结构,表示伴随情况或前提条件:“在现实地取了‘一半的’之后”。它作为条件句中的副前提,引出主句 δὶς εἴληπται τὸ ἡμίσεος(“‘一半的’就被取了两次”)。

  3. 1.78ἐφ’ ὅσων μὴ μόνον τὰ γένη πρός τι ἀποδίδοται ἄλλο ἀλλὰ καὶ αὐτά

    在由 ἐφ' ὅσων(“在那些……的情形中”)引导的关系从句内,主语构成 τὰ γένη(“属”)与 αὐτά(“自身/种”)的对比,被动动词 ἀποδίδοται 在此意为“被表述为/被归为(与……相对)”,ἄλλο 与 πρός τι 结合表示“相对于某种别的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:104.5-105.17