← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§102.18-104.4

利用自然与法律及智者与大众之对立引发悖论

注视亚里士多德《辨谬篇》第12章173a7–173a19,解释将对话者引向悖论的两个论题:一是利用“自然与法律(约定)的对立”(以柏拉图《高尔吉亚篇》中的卡利克勒斯为例),二是利用“智者观点与大众观点的对立”,通过矛盾两难提问,无论对方如何回答都将其逼入背离常理的境地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75

" Πλεῖστος δέ ἐστι τόπος τοῦ ποιεῖν παράδοξα λέγειν." Ἔτι περὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον λέγει, καὶ φησὶν ὅτι ἰσχυρός ἐστι τόπος εἰς τὸ εἰς παράδοξον ἄγειν τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάντες οἱ ἀρχαῖοι ποιοῦσιν· εἰσάγει γὰρ ὁ Πλάτων ἐν τῷ ἐπιγραφομένῳ Γοργίᾳ αὑτοῦ διαλόγῳ τὸν Καλλικλῆν λέγοντα τὴν δικαιοσύνην μὴ εἶναι καλήν τε καὶ ἀγαθὴν ὡς μὴ κατὰ φύσιν ἀλλὰ κατὰ νόμον μόνον οὖσαν ἀγαθήν, τὴν δὲ πλεονεξίαν μᾶλλον εἶναι καλὴν ὡς κατὰ φύσιν. διὰ τί γάρ, φησί, τῶν θηρίων τὰ μὲν πεποίηκεν ἰσχυρὰ τὰ δ’ ἄτονα;1 φύσει γοῦν ἐν τούτοις τὸ ἁρπάζειν, καὶ ἕκαστον αὐτῶν μὴ νόμῳ χρώμενον ἀλλὰ μόνῃ φύσει ἑπόμενον τὸ ἔλαττον αὑτοῦ ἁρπάζει καὶ ἐσθίει. τοῖς δὲ νομοθέταις καλὸν ἐνομίσθη ἡ δικαιοσύνη διὰ δειλίαν, ὅθεν καὶ τὸν νόμον εὕρημα δειλῶν ἀνθρώπων ἔλεγον· δεδοικότες γάρ, ἵνα μὴ ὑπὸ τῶν ἰσχυρῶν βλάπτωνται, τοὺς νόμους ἔθεντο. ἐπιχείρει οὖν, φησίν, ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον· καὶ εἰ μὲν ὁ ἀποκρινόμενος ἀπὸ τοῦ κατὰ νόμον ἐπιχειρεῖ, σὺ τὸ ἀνάπαλιν ἀπὸ τοῦ κατὰ φύσιν· εἰ δ’ ἐκεῖνος ἀπὸ τοῦ κατὰ φύσιν, σὺ ἀπάντησον ἀπὸ τοῦ κατὰ νόμον. ἦν δὲ ἄρα τοῖς παλαιοῖς, ἤγουν τῷ Καλλικλεῖ καὶ τοῖς ἄλλοις σοφισταῖς, μᾶλλον ἀληθὲς καὶ καλὸν τὸ ἀπὸ τῆς φύσεως γενόμενον, τὸ δὲ ὑπὸ τοῦ νόμου διαταχθὲν τῶν πολλῶν καὶ συγκλύδων ἀνθρώπων θέσις.

“存在着让人们说出悖论的最主要论题。” 他进一步论及将回答者引向悖论,并指出,将人引向悖论的一个强有力论题是依据顺应自然与顺应法律[的对立]来发起攻击,正如《高尔吉亚篇》中的卡利克勒斯以及所有古代人所做的那样;因为柏拉图在题为《高尔吉亚篇》的对话录中,引入了卡利克勒斯,让他主张正义既非善美亦非善好,因为正义并非顺应自然、而仅仅是顺应法律才成为善好的,相反,贪得无厌由于是顺应自然的因而更为善美。他说,究竟因何缘故,[自然]使野兽有的强壮而有的孱弱呢?无论如何,在这类野兽中抢夺是出于本性的,它们之中的每一个都不遵循法律,而仅仅顺从自然,去抢夺并吞食比自己弱小的东西。然而在立法者看来,由于怯懦,正义才被认为是善美的,因此他们也说法律是怯懦之人的发明;因为他们害怕受到强者的伤害,才制定了法律。因此他说,要依据顺应自然与顺应法律[的对立]发起攻击;如果回答者依据顺应法律发起攻击,你则相反地依据顺应自然发起攻击;如果他依据顺应自然发起攻击,你则依据顺应法律予以回应。归根结底,对于古人,即卡利克勒斯和其他智者而言,由自然而生的东西更为真实且善美,而由法律所规定的东西则是混杂大众的设立约定。

§1.76

"Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν." Καὶ ἕτερον τόπον παραδίδωσι δι’ οὗ ἄν τις εἰς παράδοξον ἄγοι τὸν ἀποκρινόμενον. ἔστι δὲ τοιοῦτος· εἰσί τινα τῶν ἐρωτημάτων κατὰ ἀντίφασιν ἐρωτώμενα, ἐφ’ ὧν οἷον ἂν ἀποκριθείη ὁ ἐρωτώμενος, ἄδοξα λέγειν νομίζεται ὡς τοῦ ἑτέρου καταφρονῶν. εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπουδαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον·2 οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι, ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἂν ἀποκρίνηται, ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ‘ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σοφοῖς;’· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;), δεῖ οὖν, ἐὰν ἀποκρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί, ἄγειν ἐπὶ τὰ τῶν σοφῶν. ἔστι δὲ καὶ τοῦτο ὅμοιον τῷ κατὰ νόμον καὶ κατὰ φύσιν· ὃ μὲν γὰρ ὁ πολὺς λεὼς δοξάζει, τοῦτο τῷ νόμῳ ἔοικεν, ἐπεὶ καὶ ὁ νόμος δόξα 〈τῶν〉 πολλῶν ἐστιν· ὃ δὲ οἱ σοφοὶ πρεσβεύουσι, τοῦτο καὶ ἡ φύσις αὐτὴ λέγει καὶ ἡ ἀλήθεια.

“有些提问具有无论怎样回答都属于悖谬的特征。” 他还传授了另一个可以借以将回答者引向悖论的论题。它是这样的:在所提的问题中,有些是按照矛盾对立来提问的,在这些问题上,无论被问者给出怎样的回答,都会因轻视另一方而被认为说出了悖论。在这样被提问的事情中,一部分被大众认为是这样且受到他们的重视,另一部分则受到智者们的赞赏和许可。例如我说的是什么呢?广大大众认为应当顺从父亲,但智者认为应当顺从智者们,并且智者认为遭受不正义胜过伤害他人。因此他说,既然在某些提问中,回答者无法回答矛盾的一方(因为无论他给出怎样的回答,都会被发现说出了悖论;正如‘究竟是应当顺从父亲,还是顺从智者们?’这样的问题;因为如果他说顺从智者们,不顺从父亲就是悖谬的;而如果说顺从父亲,又为何不顺从智者们呢?),所以,如果他按照智者所言来回答并声称遭受不正义更好,就必须把论题引向大众;因为大众持有相反的意见;而如果他回答大众所主张的,就必须引向智者们的见解。这一点也类似于顺应法律与顺应自然[的对立];因为广大大众所持有的意见类似于法律,毕竟法律也是大众的意见;而智者们所尊奉的,则是自然本身与真理所言说的。

语法注2 条
  1. 1.75διὰ τί γάρ, φησί, τῶν θηρίων τὰ μὲν πεποίηκεν ἰσχυρὰ τὰ δ’ ἄτονα;

    第三人称单数完成时动词 πεποίηκεν 的主语未明确给出。结合前后文关于自然与法律对立的语境,此处承前省略了作为主语的“自然”(ἡ φύσις)或造物力量。

  2. 1.76εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπουδαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον

    此处采用部分属格句式:表示整体的部分属格短语 τῶν οὕτως ἐρωτωμένων 置于句首,其后由复数动词 εἰσί 引出作为并列肢的两个中性单数分词短语 τὸ μέν ... 与 τὸ δέ ... 作为分项主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:102.18-104.4