- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:98.20-99.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德所提出的“为何没有像北风那样连续的南方季风”这一疑问,亚历山大指出了微弱且迟来的白南风(信鸟风)的存在,并根据南北大地积雪量与太阳热力作用的差异解释了其不连续性。
" Ἀποροῦσι δέ τινες διὰ τί βορέαι μὲν γίνονται συνεχεῖς." Ἡ ἀπορία φανερὰ ἣν ἀπορεῖσθαί φησι· διὰ τί γὰρ μετὰ μὲν τὰς θερινὰς τροπὰς ἄνεμοι συνεχεῖς πνέουσι βορέαι, οἱ καλούμενοι ἐτησίαι, ἀπὸ τῶν πρὸς ἄρκτον μερῶν, οὐκέτι δὲ μετὰ χειμερινὰς τροπὰς ἀπὸ τῶν μεσημβρινῶν τόπων νότοι συνεχεῖς πνέουσιν, ὡς εἶναι καὶ νότους ἐτησίας, καίτοι ὁμοίαν σχέσιν τοῦ ἡλίου μετὰ χειμερινὰς τροπὰς πρὸς τοὺς μεσημβρινοὺς τόπους ἔχειν δοκοῦντος,1 ὁποίαν πρὸς τὰ ἀρκτῷα μετὰ τὰς θερινὰς τροπάς. τοῦτο δέ φησιν οὐκ ἄλογον οὕτως ἔχειν· γίνονται μὲν γὰρ καὶ νότοι τὴν ἀντικειμένην ὥραν, τουτέστι μετὰ χειμερινὰς τροπὰς ἔαρος ἀρχομένου, οἱ καλούμενοι λευκόνοτοι διὰ τὸ αἰθρίας πνεῖν, ὥσπερ οἱ βορέαι μετὰ τὰς θερινὰς τροπάς, οὐχ οὕτω δὲ γίνονται συνεχεῖς· διὸ λανθάνοντες τὴν ἀπορίαν ποιοῦσι τὴν προειρημένην. αἴτιον δὲ τοῦ μὴ συνεχεῖς αὐτοὺς ὁμοίως τοῖς βορέαις γίνεσθαί φησιν εἶναι ὅτι ὁ μὲν βορέας ἀπὸ τῶν ὑπὸ τὴν ἄρκτον πνεῖ τόπων, οἳ πλήρεις ὕδατός τε καὶ χιόνος εἰσὶ πολλῆς, ὧν μετὰ τὰς θερινὰς τροπὰς τηκομένων ὑπὸ τοῦ ἡλίου ἡ γῆ δεχομένη τὸ ἀπὸ τῆς τήξεως αὐτῶν ὕδωρ συνεχῶς ἀτμίζει ὑπὸ τῆς θερμότητος καὶ ὥσπερ θυμιᾶται. διὰ τοῦτο γὰρ μᾶλλον μετὰ τὰς θερινὰς τροπὰς ἢ ἐπ’ αὐταῖς πνέουσιν οἱ ἐτησίαι· τότε γὰρ καὶ λύεται τὰ πεπηγότα μάλιστα· τότε γὰρ καὶ τὰ πνίγη γίνεται, οὐχ ὅταν μάλιστα πλησίον ὁ ἥλιος ᾖ τοῖς πρὸς ἄρκτον τόποις, ἀλλὰ μετὰ τὰς τροπάς· τότε γὰρ ἔτι τε ἐγγύς ἐστι τῶν τόπων τούτων καὶ πλείω χρόνον αὐτὰ προτεθέρμαγκεν. ὁμοίως δέ φησιν ὡς οἱ βορέαι μετὰ θερινὰς τροπὰς πνέουσιν, οὕτω πνεῖν καὶ τοὺς ὀρνιθίας μετὰ τὰς χειμερινὰς τροπάς· καὶ γὰρ οὗτοι ἐτησίαι εἰσίν· οὓς δὲ εἶπε λευκονότους, νῦν ὀρνιθίας καλεῖ. εἰπὼν δὲ αὐτοὺς ἐτησίας εἶναι ἀσθενεῖς, διὰ τί ἀσθενεῖς προσέθηκεν· ὅτι γὰρ ἐλάττους καὶ βραδύτερον τῶν ἐτησίων πνέουσι. πῶς δὲ βραδύτερον, λέγει· ὅτι γὰρ μὴ μετὰ ἴσας ἡμέρας τῶν τροπῶν οὗτοι τῶν χειμερινῶν ἄρχονται, μεθ’ ὅσας οἱ βορέαι τῶν θερινῶν τροπῶν. οἱ μὲν γὰρ βορέαι οὐ μετὰ πολὺ πλείους εἴκοσιν ἡμερῶν τῶν θερινῶν τροπῶν ἄρχονται πνεῖν, οἱ δὲ ὀρνιθίαι μετὰ ἑβδομήκοντα ἡμέρας ἄρχονται πνεῖν τῶν χειμερινῶν τροπῶν. αἴτιον δέ φησι τούτου, ὅτι πόρρω ὢν ὁ ἥλιος τῶν τόπων, ἀφ’ ὧν ὁ νότος πνεῖ, ἧττον ἐνισχύει κινεῖν τὰς ἐκεῖθεν ἀναθυμιάσεις μετὰ τὰς χειμερινὰς τροπάς. οὐ συνεχεῖς δὲ οἱ ἄνεμοι οὗτοι πνέουσι, διότι τὰ μὲν ἀσθενῆ καὶ ἐπιπολῆς τότε ἀποκρίνεται περὶ τὴν ἑβδομηκοστὴν μετὰ χειμερινὰς τροπάς, ὡς εἴρηκεν, ἡμέραν, τὰ δὲ μᾶλλον πεπηγότα καὶ πλείονος δεόμενα θερμότητος πρὸς τὸ λυθῆναι μετὰ πλείονα χρόνον λύεται προσιόντος τοῦ ἡλίου τοῖς τόποις, ἀφ’ ὧν ὁ νότος πνεῖ. καὶ διὰ τοῦτο διαλείποντες καὶ οὐ συνεχεῖς οὗτοι πνέουσιν οἱ ἄνεμοι καὶ οὕτως, ὡς ἄν εἰ καὶ πάλιν μετὰ τὰς θερινὰς τροπὰς ἔπνεον2 οἱ ἐτησίαι πλεῖον ἀπελθόντος τοῦ ἡλίου· τούτου γὰρ δηλωτικὸν τὸ πάλιν. ἧττον γὰρ ἂν συνεχεῖς ἔπνεον πορρωτέρω ἀφισταμένου τοῦ ἡλίου, ἐπεὶ ὅσον γε ἐπὶ τοῖς μέρεσι τοῖς κατὰ τὴν μεσημβρίαν ἀεὶ ἀπ’ αὐτῶν ἄνεμος πνεῖ· θερμότεροι γὰρ οἱ τόποι ὄντες οὗτοι πλείω τῆς ὑγρᾶς τὴν ξηρὰν ἔχουσιν ἀναθυμίασιν, ἥ ἐστιν ἄνεμος.
“有些人存疑,为何北风会连续产生。” 他说有人存疑的那个疑问是显而易见的:即为什么在夏至之后被称为季风的连续北风从偏北的区域吹拂,而在冬至之后却不再有连续的南风从南方吹拂,以至于同样存在南方的季风,尽管太阳在冬至之后对南方地方的关系,似乎正如它在夏至之后对北方区域的关系一样。但他指出,情况如此并非不合道理;因为在相反的时节,即冬至之后初春之时,也会产生被称为白南风的南风,因为它们是在晴朗天气中吹拂,就像夏至之后的北风一样,但它们并不像北风那样连续产生;因此,由于未被觉察,它们便引起了前述的疑问。他说它们不像北风那样连续产生的原因在于:北风是从大熊座之下的地方吹来的,那些地方充满了水和大量的积雪,当夏至之后它们被太阳融化时,大地接纳了融化所产生的水,在热力作用下持续蒸发,犹如被烘烤一般。正是因为这个缘故,季风宁可在夏至之后吹拂,而非正处夏至之时;因为在那个时候冻结之物融化得最盛,酷热的产生也是在至点之后,而非太阳最接近北方地方之时;因为在那个时候,太阳既仍靠近这些地方,又在更长时间里预先加热了它们。他说,正如北风在夏至之后吹拂一样,信鸟风也在冬至之后吹拂;因为这些也是季风;而他刚才称为白南风的,现在称之为信鸟风。在说明它们是微弱的季风之后,他补充了它们为何微弱:因为它们比[北方的]季风更弱,且吹得更迟。他说明了如何叫更迟:因为它们从冬至之后开始吹拂的天数,并不等于北风从夏至之后开始吹拂的天数。因为北风在夏至之后二十余日便开始吹拂,而信鸟风则在冬至之后七十天才开始吹拂。他说其原因在于,太阳距离南风所由吹拂的地方遥远,在冬至之后较无力量激荡来自那里的蒸发物。而这些风之所以不连续吹拂,是因为如他所说,在冬至之后约第七十天,微弱和表层的部分被分离出来,而更坚冻、需要更多热量才能溶解的部分,则随着太阳接近南风所由吹拂的地方,在更长的时间之后才融化。由于这个原因,这些风断续而不连贯地吹拂,犹如夏至之后在太阳离得更远时季风再度吹拂一样;因为“再度”一词正表明了这一点。因为如果太阳退到更远的地方,风就会吹得更不连续,然而就南方各部而言,总有风从那里吹来;因为这些地方更为温暖,干燥的蒸发物多于湿润的蒸发物,而干燥的蒸发物正是风。
- 2.14καίτοι ὁμοίαν σχέσιν τοῦ ἡλίου μετὰ χειμερινὰς τροπὰς πρὸς τοὺς μεσημβρινοὺς τόπους ἔχειν δοκοῦντος
由 καίτοι 引导的属格独立结构(逻辑主语 τοῦ ἡλίου,分词 δοκοῦντος)。分词 δοκοῦντος 支配补足不定式短语(ὁμοίαν σχέσιν ... ἔχειν),表让步(“尽管太阳似乎具有……”)。
- 2.14ὡς ἄν εἰ καὶ πάλιν μετὰ τὰς θερινὰς τροπὰς ἔπνεον
由 ὡς ἄν εἰ 引导并接过去直陈式(ἔπνεον)的假定性比较从句,意为“犹如……吹拂一样”。注疏者将亚里士多德原文中的副词 πάλιν(“再度”)解读为指太阳进一步远离时的假设情况。
