← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§96.23-98.19

猎户座升降导致的不定天气与季风成因

亚历山大解释了亚里士多德关于猎户座升降带来不定暴风雨天气的论述,通过分析季节转换并引用泰奥弗拉斯托斯的著作消解了与此前无风记载的表观矛盾,接着探讨了季风为何在夏至与犬星升起之后吹拂且在夜间停息的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

" Ἄκριτος δὲ καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ." Προθεὶς δύο, τό τε τὸν ἥλιον παύειν τὰ πνεύματα καὶ πάλιν αὔξειν τε καὶ συνεξορμᾶν, περὶ τοῦ ἑτέρου μόνον εἰπὼν τοῦ πῶς παύει τὸ ἕτερον παραλιπεῖν δοκεῖ1 τὸ πῶς συνεξορμᾷ. οὐ μὴν οὕτως ἔχει, ἀλλὰ δι’ ὧν ἐπιφέρει δῆλον ποιεῖ, πότε καὶ πῶς ὁ ἥλιος συνεξορμᾷ τὰ πνεύματα. λέγει δὲ περὶ τοῦ Ὠρίωνος ὅτι ἄκριτος καὶ χαλεπὸς ὁ Ὠρίων εἶναι δοκεῖ καὶ δύνων καὶ ἐπιτέλλων· ἄκριτα γὰρ τὰ πνεύματα καὶ χειμέρια καὶ ἄλλοτε ἄλλα καὶ δυομένου καὶ ἐπιτέλλοντος αὐτοῦ. ἐπιζητήσαι δ’ ἄν τις, πῶς εἰπὼν πρὸ ὀλίγου περὶ Ὠρίωνος ἀνατολὴν μάλιστα γίνεσθαι νηνεμίαν νῦν λέγει καὶ ἀνατέλλοντος τοῦ Ὠρίωνος καὶ δυομένου ἄκριτα γίνεσθαι καὶ χαλεπὰ τὰ πνεύματα· δόξει γὰρ αὑτῷ μαχόμενα λέγειν. ἢ οὐχ ὁ αὐτὸς δηλοῦται χρόνος ὑπό τε τοῦ ‘περὶ Ὠρίωνος ἀνατολήν’ καὶ ὑπὸ τοῦ ‘ὁ Ὠρίων ἀνατέλλων’· διὸ οὐδὲν κωλύει νηνεμίας γινομένης πρὸ τῆς ἐπιτολῆς αὐτοῦ ἐν τῇ ἐπιτολῇ ἄκριτα γίνεσθαι καὶ χειμέρια τὰ πνεύματα. αἰτία δὲ τοῦ καὶ δυομένου καὶ ἐπιτέλλοντος αὐτοῦ γίνεσθαι ἄκριτα τὰ πνεύματα τὸ ἑκατέραν, καὶ τὴν δύσιν αὐτοῦ καὶ τὴν ἐπιτολήν, ἐν μεταβολαῖς ὡρῶν γίνεσθαι· δύεται μὲν γὰρ ἐν τῇ εἰς χειμῶνα μεταβολῇ, ἐπιτέλλει δὲ ἐν τῇ ἐκ θέρους εἰς μετόπωρον· αἱ δὲ μεταβολαὶ τῶν ὡρῶν ἄστατοι τῷ ἀμφοτέρων πως μετέχειν καὶ τῷ μηδετέραν ἔχειν εἰλικρινῶς. ἐν τούτοις δὴ τοῖς καιροῖς ἐπιτέλλων τε καὶ δυόμενος, οἳ ἐξ αὑτῶν ἔχουσι τὸ εὐκίνητόν τε καὶ εὔτρεπτον, ἐπιδηλότερον τὸν χειμῶνα ποιεῖ. Θεόφραστος δὲ ἐν τῷ Περὶ ἀνέμων περὶ τούτων οὕτως λέγει· “〈αἱ〉 δ’ ἐπ’ Ὠρίωνος ἀνατολῇ καὶ δύσει τῶν πνευμάτων ἀκρισίαι συμβαίνουσιν, ὅτι ἐν ταῖς μεταβολαῖς ἀεὶ πάντα πέφυκεν ἀοριστεῖν, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν 〈ἐν〉 ἀρχῇ ὀπώρας, δύνει δ’ ἐν ἀρχῇ χειμῶνος· ὥστε διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γινομένης, τῆς δὲ παυομένης,2 ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα καὶ ἄκριτα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας, ὅθεν δὴ καὶ χαλεπὸς λέγεται καὶ δύνων καὶ ἀνατέλλων.” ἔτι διὰ τὸ μέγεθος τοῦ ἄστρου· ἐκ πολλῶν γὰρ ἀστέρων, καὶ πολὺ μέρος κατέχει. διὸ οὐ πᾶς ἅμα οὔτε δύεται οὔτε ἀνατέλλει, ἀλλὰ καὶ ἐν πολλαῖς ἡμέραις· διὸ καὶ παρατείνει ὁ χειμών.

“而猎户座似乎是不定且险恶的。” 在提出了两个论点——即太阳既止息风,反过来又增强并助发风——之后,他似乎仅论述了其一,即太阳如何止息风,而遗漏了其二,即太阳如何助发风。然而事实并非如此,而是通过其后补充的内容,他阐明了太阳何时以及如何助发风。关于猎户座,他说猎户座在落下和升起时似乎都是不定且险恶的;因为在它落下和升起时,风都是不定、多暴风雨且多变的。但人们可能会追问,他刚才既然说在猎户座升起的前后尤其会出现无风,为何现在又说猎户座升起和落下时风都变得不定且险恶;因为他似乎在自相矛盾。抑或,“在猎户座升起的前后”与“猎户座升起之时”所指的并不是同一时期?因此,在它升起之前出现无风,丝毫不妨碍在它升起之时风变得不定且多暴风雨。而在它落下和升起时风都变得不定的原因,在于它的落下与升起这两者都发生在季节转换之时;因为它是向冬季转换时落下,而从夏季向秋季转换时升起。季节的转换是不稳定的,因为它们在某种程度上分有两季的特征,而又不纯粹具备其中任何一季。因此,在这些本身就具有易动且易变性质的时期升起和落下,它便使暴风雨天气更加显著。泰奥弗拉斯托斯在《论风》中关于这些问题是这样说的:“猎户座升起和落下时风的不定性的出现,是因为在转变之中一切事物总是天然都倾向于不确定,而猎户座在夏末之初升起,在冬之初落下;因此,由于尚无任何季节确定下来,一季正在到来而另一季正在消退,源于两季的特征处于两可摇摆之中,因而风也必然是不稳定且不定的;正因如此,它在落下和升起时都被称为险恶的。”此外,这也是由于该星座巨大的缘故;因为它是许多恒星构成的,占据了广阔的区域。因此,它既不是整个一下子落下,也不是一下子升起,而是在许多天之中;因此暴风雨的天气也持续很久。

§2.13

"Οἱ δ’ ἐτησίαι πνέουσι μετὰ τροπὰς καὶ κυνὸς ἐπιτολήν." Περὶ τῶν ἐτησίων λέγων προειπὼν πότε πνέουσι καὶ τίνας ὥρας, ἑκατέρου τῶν προειρημένων τὰς αἰτίας ἀποδίδωσι. μετὰ μὲν οὖν τροπὰς θερινὰς καὶ κυνὸς ἀνατολὴν πνέουσιν, ὅτι πλησίον μὲν ὢν ὁ ἥλιος (ἔστι δὲ πλησίον προσιών τε ταῖς θεριναῖς τροπαῖς καὶ κατ’ αὐτὰς ὤν) διὰ τὴν ἐγγύτητα φθάνει ξηραίνων τὴν γῆν, πρὶν γενέσθαι τὴν ἀπ’ αὐτῆς ἀναθυμίασιν, ὀλίγον δὲ ἀπελθόντος σύμμετρος ἤδη γίνεται ἡ ἀπ’ αὐτοῦ θερμότης, ὡς τήκειν τὰ πεπηγότα ὕδατα, ἃ δεχομένη ἡ γῆ κἄπειτα ξηραινομένη ὑπό τε τῆς ἐν αὑτῇ θερμότητος καὶ τῆς ἀπὸ τοῦ ἡλίου οἷον τύφεται καὶ θυμιᾶται καὶ ἀνίησι τὴν τῶν ἀνέμων χορηγίαν. ἀπορήσειε δ’ ἄν τις, εἰ ἐγγὺς ὢν ὁ ἥλιος τῆς γῆς καὶ ὑπ’ αὐτὰς τὰς τροπὰς φθάνει τὴν γῆν ξηραίνων πρὶν ἀτμίδα γενέσθαι, πῶς οὐχὶ καὶ τὰ πεπηγότα ὕδατα καὶ τὰς χιόνας λύει τε καὶ ἀναξηραίνει τότε πάσας, ἀλλ’ ὀλίγον ἀπελθών. ἢ ὡς τὸ εἰκὸς πολλὰ μὲν καὶ τότε λυόμενα παραχρῆμα ἀναξηραίνεται, ὅσα δ’ ὑπολείπεται αὐτῶν, τήκεται μὲν καὶ ταῦτα, οὐ μὴν ἔτι οὕτως, ὥστε καὶ ταχέως πρὸ τοῦ ἰκμάσαι ἀναξηρανθῆναι τὴν δεδεγμένην αὐτὰ γῆν. ἢ τῷ μᾶλλον τότε λύεσθαι αὐτὰ μετὰ τὰς τροπὰς ἢ ὑπ’ αὐτὰς τὰς τροπὰς οἱ ἄνεμοι γίνονται,3 ὡς καὶ αὐτὸς προελθὼν ἐρεῖ. προσιὼν μὲν γὰρ ὁ ἥλιος τῷ προεψυγμένοις προσβάλλειν τοῖς μέρεσι τῆς γῆς οὐδέπω οὕτως αὐτῶν κατακρατεῖ, ὡς λύειν τὰς ἐν αὐτοῖς χιόνας ἐπὶ τοσοῦτον δύνασθαι· διὰ ταὐτὸν δὲ οὐδὲ ὑπ’ αὐτὰς τὰς τροπάς· μετὰ δὲ τὰς τροπὰς τῷ προτεθερμάνθαι καὶ προωδοπεποιῆσθαι αὐτὰ πρὸς τῆξιν ἔτι ἐγγὺς ὢν λύοι ἄν· αὕτη γὰρ αἰτία καὶ τοῦ μετὰ τροπὰς μείζω γίνεσθαι καύματα. τοῦ δέ γε μὴ πνεῖν τῶν νυκτῶν τοὺς ἐτησίας αἰτίαν ἀποδίδωσι, διὰ τὸ μὴ τήκεσθαι τότε τὰ πεπηγότα διὰ τὴν τῶν νυκτῶν ψυχρότητα. οὔτε δὲ τὸ πεπηγὸς θυμιᾶται, (διὸ τῶν νυκτῶν οὐ γίνονται αἱ ἀναθυμιάσεις) οὔτε τὸ μηδὲν ἔχον ξηρόν. εἴη δ’ ἂν τοῦτο προστιθεὶς ὑπὲρ τοῦ καὶ ταύτην αἰτίαν ἀποδοῦναι4 τοῦ τῶν ἡμερῶν ἐκείνων τοὺς ἀνέμους πνεῖν· ὅτι γὰρ καὶ ξηρότης τότε ἐστὶν ἐν τῇ γῇ πολλή, ἅτε προεξηραμμένῃ ἀπὸ τοῦ ἡλίου καὶ προτεθερμασμένῃ.

“而季风则在至点与犬星升起之后吹拂。” 在论及季风时,他在预先说明了它们何时吹拂以及在哪些时辰吹拂之后,给出了上述两者各自的原因。季风在夏至点和犬星升起之后吹拂,是因为太阳在接近时(而在接近夏至点和正处夏至点时,太阳是接近的),由于接近而在蒸发物从大地产生之前就已预先晒干了大地,但在太阳稍稍离开之后,来自太阳的热量此时便变得适度,足以融化冻结的水,而大地接纳了这些水,随后被大地自身内部的热和来自太阳的热烤干,犹如被闷烤并蒸腾,释放出产生风的质料。然而人们可能会产生疑问:如果太阳接近大地且正处至点时在水汽产生之前就预先晒干了大地,为何此时它不同样融化并彻底晒干所有冻结的水和积雪,而是在稍稍离开之后才如此?抑或正如所可能的那样,即使在当时许多融化的东西随即就被彻底晒干,但其中遗留下来的东西虽然也融化,却已不再以如此快的方式、在使接纳它们的大地浸透水分之前就被彻底晒干?抑或正如他自己随后所要说明的那样,风之所以产生,是因为在至点之后比起正处至点之时它们被融化得更多?因为太阳在接近时,由于照射的是大地预先被冷却的部分,因而尚未压倒它们以至于能够融化其中的积雪到如此程度;出于同样的原因,在正处至点时也不是这样。但在至点之后,由于这些部分已经为融化预先被加热并作好了准备,太阳即使尚在近处也能融化它们;因为这正是至点之后酷热更加严重的原因。而关于季风在夜间不吹拂,他给出的原因是,由于夜间的寒冷,当时冻结之物并未融化。冻结之物既不蒸腾(因此在夜间不会产生蒸发物),丝毫不含干燥之物的东西也不会蒸腾。他补充这一点,或许是为了将此也作为风在那些日子里吹拂的原因而给出;因为既然大地预先已被太阳晒干并加热,当时在大地中也存在大量的干燥。

语法注4 条
  1. 2.12Προθεὶς δύο... περὶ τοῦ ἑτέρου μόνον εἰπὼν... παραλιπεῖν δοκεῖ

    分词 Προθεὶς 与 εἰπὼν 置于主要动词 δοκεῖ 之前,其逻辑主语皆为亚里士多德。Προθεὶς δύο(“在提出了两个论点之后”)与 περὶ τοῦ ἑτέρου μόνον εἰπὼν(“仅论述了其一”)形成对比,而 τὸ ἕτερον 则作为不定式 παραλιπεῖν(“遗漏、略去”)的宾语。

  2. 2.12διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γινομένης, τῆς δὲ παυομένης

    泰奥弗拉斯托斯引文中的句式。在介词 διά 引导的带冠词完成时不定式 τὸ ... καθεστάναι(“由于尚无任何季节确定下来”)内部,插入了两个属格绝对结构 τῆς μὲν γινομένης 与 τῆς δὲ παυομένης(“一季正在到来,另一季正在消退”),用以说明季节处于未定状态的具体情形。

  3. 2.13ἢ τῷ μᾶλλον τότε λύεσθαι αὐτὰ μετὰ τὰς τροπὰς ἢ ὑπ’ αὐτὰς τὰς τροπὰς οἱ ἄνεμοι γίνονται

    针对前面疑问 ἀπορήσειε δ’ ἄν τις 的第二种解释方案。连词 ἤ 引出表示原因的与格结构 τῷ ... λύεσθαι(“由于它们……被融化”),用以修饰主句 οἱ ἄνεμοι γίνονται(“风产生”)。比较级 μᾶλλον 与后文的 ἢ ὑπ’ αὐτὰς τὰς τροπάς 呼应,形成“在至点之后比正处至点时[融化得更多]”的对比。

  4. 2.13εἴη δ’ ἂν τοῦτο προστιθεὶς ὑπὲρ τοῦ καὶ ταύτην αἰτίαν ἀποδοῦναι

    由希求法 εἴη 与现在分词 προστιθείς 构成的迂说法加上 ἄν,表推测或潜在语气(“他或许是补充了这一点”)。介词短语 ὑπὲρ τοῦ 加上不定式 ἀποδοῦναι 表示目的(“为了给出……”),其中 καὶ ταύτην 表示在已有原因之外“将这一原因也”给出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:96.23-98.19