← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§100.1-101.3

从夏至线吹来之南风的解释与天球几何

针对亚里士多德《气象论》362a31,亚历山大根据人类可居地在地球上的位置以及天球回归线和恒显圈的几何关系,对“南风从夏至线吹来,而非从另一个大熊座吹来”这一晦涩语句进行了解释与剖析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#1

" Ὁ δὲ νότος ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖ, καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου." Εἰπὼν ἐλάττους καὶ ὀψιαίτερον πνεῖν τῶν ἐτησίων τοὺς νότους διὰ τὸ πόρρω ὄντα τὸν ἥλιον τῶν τόπων τούτων μετὰ τὰς χειμερινὰς τροπὰς ἐνισχύειν ἧττον, νῦν δείκνυσι, πῶς ὁ ἥλιος μετὰ τὰς χειμερινὰς τροπὰς πορρωτέρω ἐστὶ τῶν τόπων, ἀφ’ ὧν ὁ νότος πνεῖ, πόθεν τε ὁ νότος πνεῖ δεικνὺς καὶ ποῦ εἰσιν αἱ χειμεριναὶ τροπαί. λέγει δὴ τὸν νότον ἀπὸ τῆς θερινῆς τροπῆς πνεῖν, καὶ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου. ὅ ἐστιν ἀσαφῶς εἰρημένον διὰ τὸ προειρημένον ὑπ’ αὐτοῦ τὸ “ἐπὶ τροπαῖς πάλιν ταῖς θεριναῖς πνέουσιν οἱ ἐτησίαι·” δοκεῖ γὰρ διὰ τούτων λέγειν τοὺς ἐτησίας ἀπὸ τῶν θερινῶν πνεῖν τροπῶν. ἢ οὐ ταὐτόν ἐστι τὸ ἐπὶ θεριναῖς πνεῖν τοὺς ἐτησίας τῷ ἀπὸ θερινῶν τροπῶν πνεῖν. εἴρηκε δὲ διὰ τῆς λέξεως ὁμοίως πνεῖν τοὺς νότους ἐκ διαλειμμάτων διὰ τὸ πόρρω τὸν ἥλιον εἶναι τότε, ὡς ἂν εἰ καὶ οἱ ἐτησίαι ἔπνεον πάλιν τὰς θερινὰς τροπὰς διαστήσαντες, πλεῖον ἀφεστῶτος ἤδη τῶν τόπων τοῦ ἡλίου, ἀφ’ ὧν οὗτοι φέρονται. κεῖται γὰρ τὸν βορέαν πνεῖν ἀπὸ τῆς θερινῆς τροπῆς. ἔτι καὶ τὸ ἀλλ’ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου ἀσαφὲς καὶ αὐτό. ἔοικε δὲ νῦν ἀκριβολογούμενος δεικνύναι ὅτι πνεῖ μὲν ὁ νότος πρὸς ἡμᾶς ἀπὸ τῆς θερινῆς τροπῆς (ἐπὶ τούτου γάρ ἐστιν ἡ καθ’ ἡμᾶς μεσημβρία, πνέοντος δὲ ἐντεῦθεν ἐπὶ τάδε ἡ οἴκησίς ἐστιν ἡ ἡμετέρα· πρὸς γὰρ τῇ ἄρκτῳ μᾶλλον· μεταξὺ γὰρ τοῦ τε ἀεὶ φανεροῦ κύκλου, ὃς ἀεὶ φανερός ἐστι διὰ τὸ ἔξαρμα τοῦ βορείου πόλου, καὶ τοῦ θερινοῦ τροπικοῦ ἡ καθ’ ἡμᾶς οἰκουμένη)· πνέων δὴ ἀπὸ τῆς θερινῆς τροπῆς, τῷ ἀπὸ τῶν μερῶν, καθ’ ἃ ἐστιν ἡ χειμερινὴ τροπή, φέρεσθαι πρὸς ἡμᾶς1 ἀπ’ ἐκείνης φαίνεται πνέων, [ὥσπερ καὶ βορρᾶς πνέων ἀπὸ τῶν τόπων τῶν περὶ τὴν ἄρκτον καὶ τὸν ἀεὶ φανερὸν πόλον, ἃ μετὰ τὸν θερινὸν τροπικόν ἐστι κείμενα, δοκεῖ ἀπὸ τῶν θερινῶν πνεῖν διὰ τὸ ἀπὸ τῶν πλαγίων τούτων πρὸς ἡμᾶς φέρεσθαι, ἀφ’ ὧν μερῶν ὡς πρὸς τὸν ὅλον κόσμον ὁ χειμερινὸς τροπικός.] εἰ δὲ ἀπὸ τῆς θερινῆς τροπῆς, καθ’ ἣν ἐστι πρὸς ἡμᾶς μεσημβρία, ὁ νότος πνεῖ, δῆλον ὡς πόρρω ὁ ἥλιος τούτων τῶν μερῶν ἐστι μετὰ τὰς χειμερινὰς τροπάς. διὸ μετὰ ἑβδομήκοντα ἡμέρας ἄρχονται πνεῖν οἱ νότοι, δοκοῦντες μὲν πρὸς ἡμᾶς φέρεσθαι ἀπὸ τῶν χειμερινῶν τροπῶν, ὅτι ἀπὸ τούτων τῶν μερῶν καὶ ἀπὸ ταύτης τῆς πλευρᾶς πνέουσι πρὸς ἡμᾶς, ἣ ἀνάλογόν ἐστιν ὡς πρὸς ἡμᾶς τῇ θέσει τῷ χειμερινῷ τροπικῷ καὶ τῷ νότῳ, φερόμενοι δὲ ἀπὸ τῆς ὡς πρὸς ἡμᾶς μεσημβρίας καὶ τῆς θερινῆς τροπῆς, ᾧ ὁ ἥλιος τόπῳ ἐγγύτερος γίνεται2 πλεῖον ἀφιστάμενος τῶν χειμερινῶν τροπῶν.

“然而南风从夏至线吹来,而不是从另一个大熊座吹来。” 在说明了南风比季风吹得更弱、更迟,是因为冬至之后太阳远离这些地方而力量较弱之后,他现在通过指明南风从何处吹来以及冬至线在何处,来证明在冬至之后太阳是如何距离南风所由吹来的地方更为遥远的。他确实说南风是从夏至线吹来,而不是从另一个大熊座吹来。这一点由于他此前所说的“季风在夏至时再度吹拂”而显得表述不明;因为通过这些话,他似乎在说季风是从夏至线吹来的。抑或,季风在夏至之时吹拂与从夏至线吹拂并非同一回事?他通过这些文句表明,南风由于当时太阳遥远而同样断续地吹拂,犹如季风在夏至之后相隔一段距离,在太阳已经远离这些风所由吹来的地方时再度吹拂一样。因为北风从夏至线吹来乃是既定的前提。此外,“而不是从另一个大熊座吹来”这一表述本身也是晦涩的。但他现在似乎是在严密论证,表明南风确实是朝向我们从夏至线吹来的(因为我们这一方的正午就在此线上,而当风从那里吹来时,我们的居所是在这一边;因为我们的居所更偏向大熊座;因为我们的可居之地位于由于北极高出地平而始终可见的恒显圈与夏至回归线之间);因此,南风虽从夏至线吹来,却由于从冬至线所在的区域朝我们吹送,而显得仿佛是从冬至线吹来[正如北风从大熊座和恒显极周围的地方吹来——这些地方位于夏至回归线之外——由于从这些倾斜的方位朝我们吹送,而似乎是从夏至线吹来一样,而就整个宇宙而言,冬至回归线正是位于这些方位]。如果南风是从对应于我们正午的夏至线吹来,那么显然在冬至之后太阳距离这些区域是遥远的。因此南风在七十天之后才开始吹拂,它们虽由于从这些区域以及从在位置上对于我们而言对应于冬至回归线和南风的这一侧朝我们吹拂,因而看似是从冬至线朝我们吹送,但实际上却是从我们这一方的正午和夏至线吹送而来的,随着太阳从冬至线退得更远,它对于这个地方反倒变得更加接近了。

语法注2 条
  1. 2.15τῷ ἀπὸ τῶν μερῶν, καθ’ ἃ ἐστιν ἡ χειμερινὴ τροπή, φέρεσθαι πρὸς ἡμᾶς

    带定冠词的不定词与格 τῷ ... φέρεσθαι 作为原因/方式与格修饰主句动词 φαίνεται,意为“由于从冬至线所在的区域朝我们吹送”。

  2. 2.15ᾧ ὁ ἥλιος τόπῳ ἐγγύτερος γίνεται

    先行词名词 τόπῳ 连同其格被吸收到关系从句中(先行词的并入/吸引)。该先行词在意义上指代前文的 τῆς θερινῆς τροπῆς,其与格作比较级形容词 ἐγγύτερος 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:100.1-101.3