← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§95.1-96.22

蒸发物汇合生成风的过程与无风的起因

亚历山大阐明了亚里士多德如何借由河流与降雨的比喻将风的生成解释为众多微小蒸发物的汇合(361b1),继而详细注解了关于风的本性的总结、雨水与太阳止息或激发起风的机制,以及导致无风状态的各种原因(361b8)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

" Ὅτι δὲ ἐκ πολλῶν ἀναθυμιάσεων συνιουσῶν." Δείκνυσιν ὅτι ὡς αἱ τῶν ποταμῶν ἀρχαὶ γίνονται οὐκ ἀθρόου ἐκχεομένου ὕδατος προϋπάρχοντος ἤδη, ἀλλὰ κατ’ ὀλίγον νοτιζούσης τῆς γῆς (οὕτως δὲ εἶπε γίνεσθαι καὶ τὸν ὑετὸν κατὰ βραχείας ψεκάδας γινομένης τοῖς νέφεσι τῆς μεταβολῆς, ἔπειτα τούτων συνιουσῶν ἀλλήλαις καὶ καταφερομένων), οὕτως δή φησι καὶ τοὺς ἀνέμους τὴν γένεσιν καὶ τὴν ἀρχὴν λαμβάνειν· ἐκ πολλῶν γὰρ ἀναθυμιάσεων καὶ κατὰ μικρὸν συνιουσῶν εἰς τὸ φανερὸν μέγεθος προϊέναι τοὺς ἀνέμους. τοῦτο δῆλόν φησιν εἶναι ἀπὸ τῶν ἔργων· ὅθεν γὰρ ἄρχονται πνεῖν οἱ ἄνεμοι, ἐνταῦθά εἰσιν ἐλάχιστοι, προϊόντες δὲ αὔξονταί τε καὶ γίνονται λαμπροί, ὡς ἀεὶ προσγινομένων αὐτοῖς κατὰ τὴν εἰς τὸ πρόσθεν πρόοδον ὥσπερ πηγῶν τῶν ἀναθυμιάσεων καὶ συναυξουσῶν αὐτούς.1 ἀλλὰ καὶ περὶ τὴν ἄρκτον αὐτὴν ἐν τῷ χειμῶνι κατ’ αὐτὸν ἐκεῖνον τὸν τόπον νηνεμία τε καὶ ἄπνοια εἶναι φαίνεται, διὰ τὸ ὑπερβάλλον κρύος ἐμποδιζομένης τῆς ἀναθυμιάσεως· ἀλλὰ τὸ κατ’ ὀλίγον ἀπορρέον ἀπὸ τῶν τόπων καὶ δι’ ὀλιγότητα λανθάνον προϊὸν ἤδη πνεῦμα λαμπρὸν γίνεται. εἰ δὲ δι’ ὑπερβολὴν κρύους ἐν τῷ χειμῶνι περὶ τὴν ἄρκτον νηνεμία καὶ ἄπνοιά ἐστιν, εὐλόγως οὐκ ἐπέκεινα ἡ ἀναθυμίασις ἡ τῶν ἀνέμων ἀρχὴ κλᾶταί τε καὶ ῥεῖ, ἀλλὰ συννεύει πρὸς ἡμᾶς.

“而[风产生]于许多蒸发物汇聚。” 他指出,正如河流的源头不是由于已有预先存在的水大量倾泻而出,而是由于大地逐渐变得湿润而产生(正如他所说,雨也是如此产生的,即在云层中变化以细微的水滴形式发生,随后这些水滴彼此汇合并降落),他明确指出风也是以这种方式获得其生成与始原的;因为由许多蒸发物逐渐汇合,风才发展到显著的规模。他说这一点从实际现象中是显而易见的;因为风开始吹拂的地方是最微弱的,但在前行中它们既增强又变得强劲,仿佛随着向前推进,蒸发物如同泉源一般不断补充进来并使它们一同增大。而且,在冬季正值北极附近的那个地方,似乎存在着无风与平静,这是由于极度的严寒阻碍了蒸发物的缘故;然而,从那些地方逐渐流出且由于微小而未被察觉的东西,在前行中便已成为强劲的风。如果说由于冬季北极附近的严寒而出现无风与平静,那么作为风之始原的蒸发物不折向更远方流动,而是朝向我们聚拢流动,乃是合情理的。

§2.11

"Τίς μὲν οὖν ἐστιν ἡ τοῦ ἀνέμου φύσις." Ἀνακεφαλαιοῦται διὰ τούτων περὶ τῶν εἰρημένων τε καὶ δεδειγμένων. αὐχμῶν δὲ καὶ ἐπομβριῶν τὴν αἰτίαν ἀπέδωκεν ἐν τοῖς προειρημένοις οὕτω· διὰ τὸ ἐνίοτε μὲν τὴν ἀτμιδώδη γίνεσθαι πολλαπλασίαν, ὁτὲ δὲ τὴν ξηρὰν καὶ καπνώδη, ὁτὲ μὲν ἔπομβρα τὰ ἔτη γίνεται καὶ ὑγρά, ὁτὲ δὲ ἀνεμώδη καὶ αὐχμώδη. εἴρηκε δὲ καὶ διὰ τί παύονται οἱ ἄνεμοι ὑπὸ τῶν ὄμβρων καὶ γίνονται μετὰ τοὺς ὄμβρους· παύονται μὲν γὰρ τῷ ἐλαττουμένης τε τῆς θερμῆς ἀναθυμιάσεως διὰ τὰς ἀποκρίσεις τὰς εἰς τοὺς ἀνέμους τὰς εἰς τὸν ἄνω γινομένας τόπον τὰ νέφη μᾶλλον συνίστασθαι καὶ μεταβάλλειν θᾶττον εἰς ὕδωρ,2 πρὸς δὲ καὶ ἀπωθούμενα τὰ νέφη ὑπὸ τῶν ἀνέμων εἰς τὸ αὐτὸ καὶ ἀθροιζόμενα ψύχεσθαί τε θᾶττον καὶ μεταβάλλειν εἰς ὕδωρ, ὃ κατισχύει ἀθρόον γινόμενον τῆς τῶν ἀνέμων ἀρχῆς. γίνονται δὲ μετὰ τοὺς ὄμβρους, διότι τὸ κατενεχθὲν εἰς τὴν γῆν ὕδωρ θερμαινόμενον ὑπὸ τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑπὸ τοῦ ἡλίου ἀναθυμιάσεις ποιεῖ ξηράς τε καὶ καπνώδεις, ὧν εἰς ἀνέμους μεταβολὴ γίνεται. Τὸν δὲ ἥλιόν φησι καὶ παύειν τὰ πνεύματα καὶ αὔξειν τε καὶ συνεξορμᾶν. ἂν μὲν γὰρ ἀσθενεῖς ὦσι καὶ ὀλίγαι αἱ ἀναθυμιάσεις, μαραίνονται ὑπὸ τοῦ ἀπὸ τοῦ ἡλίου θερμοῦ ὄντος πλείονος καὶ διακρίνονται. ἀλλὰ καὶ τὴν γῆν αὐτήν, ὅθεν αἱ ἀναθυμιάσεις, φθάνει ξηραίνων πολλάκις, πρὶν ἀπ’ αὐτῆς ἔκκρισιν ἀθρόαν γενέσθαι·3 δεῖ γάρ, ὡς προεῖπε, καὶ ὑγρᾶς ἀναθυμιάσεως· ἅμα γὰρ ἀμφότεραι γίνονται. καὶ γίνεσθαί φησι τὴν ἀπὸ τοῦ ἡλίου γινομένην θερμότητα ἐν τῇ γῇ ἐνίοτε ὁμοίαν, ὡς ὅταν εἰς πολὺ πῦρ ὀλίγον ὑπέκκαυμα ἐμπέσῃ, οἷον ἄχυρον ἤ τι τοιοῦτον· φθάνει γὰρ κατακαυθέν, πρὶν ποιῆσαι καπνόν· οὕτω δὲ καὶ ἡ γῆ πολλάκις ὑπὸ τοῦ ἡλίου φθάνει ξηρανθεῖσα πρὸ τοῦ ἀνεῖναί τινα θερμαινομένην ἀναθυμίασιν. καὶ διὰ μὲν ταύτας τὰς αἰτίας ὁ ἥλιος παύει τὰ πνεύματα, ποτὲ μὲν τῷ μαραίνειν τὸ ἐν τοῖς ἀναφερομένοις θερμὸν ὀλίγον ὂν καταπαύων αὐτὰ καὶ διακρίνων, ποτὲ δὲ τῷ θερμαίνειν τὴν γῆν τὴν ἀρχὴν γίνεσθαι κωλύων. διὰ τοῦτο γάρ φησι καὶ περὶ τὴν τοῦ Ὠρίωνος ἀνατολὴν καὶ ἕως τῶν προδρόμων προσιόντος τοῦ ἡλίου ταῖς θεριναῖς τροπαῖς μάλιστα νηνεμίας γίνεσθαι. καθόλου δὲ νηνεμίας γίνεσθαι λέγει ἢ διὰ ψῦχος ὑπερβάλλον ἀποσβεννυμένης τῆς ἐν τῇ ἀναθυμιάσει θερμότητος, ὡς ἐν τοῖς ἰσχυροῖς πάγοις, ἢ ὑπὸ τοῦ πνίγους καὶ τῆς θερμότητος πλείονος οὔσης καταμαραινομένης τῆς ἐν τῇ ἀναθυμιάσει οὔσης ἐλάττονος. ἐν δὲ ταῖς μεταξὺ ὥραις τοῦ τε χειμῶνος τοῦ σφοδροῦ καὶ τοῦ ὁμοίου καύματος νηνεμίαι γίνονται ἢ τῷ μήπω ἀνενεχθῆναι τὴν τοιαύτην ἀναθυμίασιν ἢ τῷ τὴν μὲν προτέραν ἀνηλῶσθαι γεγονότων πνευμάτων, ἄλλην δὲ μηδέπω ἐπερρυηκέναι.

“那么,风的本性是什么。” 他通过这些话对已阐述和证明的内容进行了概括。关于干旱与多雨的原因,他在前面的论述中已作如下解释:有时由于潮湿的蒸发物成倍增加,有时由于干燥且如烟的蒸发物成倍增加,因此有些年份多雨而潮湿,有些年份则多风而干旱。他还说明了为何风会被雨水止息,而在雨水之后又会产生。风之所以止息,是因为随着向上方区域进入风的分离作用使热的蒸发物减少,云层便更加凝结且更快转变成水,此外还因为云层被风推挤到同一处并聚集起来,从而更快冷却并转变成水,这种大量形成的水压倒了风的始原。而在雨后风之所以产生,是因为降落到大地的水在受到大地内部的热以及太阳的加热时,产生了干燥且如烟的蒸发物,而这些蒸发物转变成了风。他说,太阳既能止息风,也能增强风并助其发作。因为如果蒸发物微弱且稀少,它们就会被太阳更强的热量所枯竭并消散。不仅如此,太阳还常常在大地本身尚未形成大量分离物之前,就提前将其晒干,而大地正是蒸发物的来源;因为正如他前面所说,潮湿的蒸发物也是必需的,因为两者是同时生成的。他说,太阳在大地中产生的热有时类似于当少量的引火物(如麦秸或类似之物)落入大火中时的情形;因为引火物在冒烟之前就已被提前烧尽;同样,大地在释放出受热的蒸发物之前,也往往已被太阳提前晒干。由于这些原因,太阳止息了风,有时通过使上升之物中微少的热枯竭而平息并消散风,有时则通过加热大地而阻止始原的生成。他说,正因如此,在猎户座升起的前后以及直到先驱风为止,当太阳接近夏至点时,尤其会出现无风状态。他说,普遍而言,无风状态的产生,要么是由于极度严寒扑灭了蒸发物中的热(如在严寒冰冻时),要么是由于闷热与更强的热量使蒸发物中较少的热枯竭。而在严冬与同样酷热之间的过渡季节,无风状态的产生,要么是因为此类蒸发物尚未升起,要么是因为在起风之后,前期的蒸发物已被耗尽,而新的蒸发物尚未涌入。

语法注3 条
  1. 2.10ὡς ἀεὶ προσγινομένων αὐτοῖς κατὰ τὴν εἰς τὸ πρόσθεν πρόοδον ὥσπερ πηγῶν τῶν ἀναθυμιάσεων καὶ συναυξουσῶν αὐτούς

    在由 ὡς 引导的属格绝对结构中,逻辑主语是后置的名词 τῶν ἀναθυμιάσεων,与分词 προσγινομένων 和 συναυξουσῶν 一致。ὥσπερ πηγῶν 相对于主语起表语性比喻作用(“蒸发物如同泉源一般”)。

  2. 2.11παύονται μὲν γὰρ τῷ ἐλαττουμένης τε τῆς θερμῆς ἀναθυμιάσεως διὰ τὰς ἀποκρίσεις τὰς εἰς τοὺς ἀνέμους τὰς εἰς τὸν ἄνω γινομένας τόπον τὰ νέφη μᾶλλον συνίστασθαι καὶ μεταβάλλειν θᾶττον εἰς ὕδωρ

    表示原因的与格冠词 τῷ 统辖宾格带不定式结构(τὰ νέφη ... συνίστασθαι καὶ μεταβάλλειν),其内部嵌套了表示原因或伴随情况的属格绝对结构(ἐλαττουμένης τε τῆς θερμῆς ἀναθυμιάσεως...)。

  3. 2.11φθάνει ξηραίνων πολλάκις, πρὶν ἀπ’ αὐτῆς ἔκκρισιν ἀθρόαν γενέσθαι

    动词 φθάνει 与分词 ξηραίνων(与作为主语的太阳一致)构成表示抢先或提前行动的惯用句式(“提前晒干”)。这与紧随其后的 πρίν 从句(“在大量分离物产生之前”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:95.1-96.22