← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§93.20-94.32

风的斜向运动与天球旋转之因

亚历山大注释亚里士多德在361a22关于风为何作斜向(侧向)运动的论述,探讨了天球周向旋转与地面蒸发物本性这两重因素。他指出,风的质料始原来自大地,而其侧向流动运动的始原来自上方天球的周向运动,并受到南北两端地理与气候条件的制约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Ἡ δὲ φορὰ λοξὴ αὐτῶν ἐστι." Εἰπὼν ἀπὸ ποίας ἀναθυμιάσεως οἱ ἄνεμοι γίνονται λέγει νῦν τὴν αἰτίαν δι’ ἣν τῆς τοιαύτης ἀναθυμιάσεως εἰς τὸ ἄνω φερομένης1 οἱ ἄνεμοι οὐ κάτωθεν ἄνω πνέουσιν, ἑπόμενοι τῇ ἀναθυμιάσει, ἀλλὰ εἰς τὰ πλάγια· οὐ γὰρ ἀπὸ τῆς γῆς πνέουσιν, ἀλλὰ περὶ τὴν γῆν. λέγει δὴ πάντα τὸν περικείμενον τῇ τε γῇ καὶ τῷ ὕδατι ἀέρα ἕπεσθαι τῇ ἐγκυκλίῳ φορᾷ τῇ τοῦ κυκλοφορητικοῦ σώματος, σὺν τούτῳ δὲ καὶ τοὺς ἀνέμους. ἀπορήσαι δ’ ἄν τις, εἰ διὰ τοῦτο οἱ ἄνεμοι λοξοὶ καὶ εἰς τὰ πλάγια φέρονται, διότι καὶ ὁ ἀήρ, ἐν ᾧ ἡ σύστασις αὐτῶν, κύκλῳ συμπεριάγεται ὑπὸ τοῦ κυκλοφορητικοῦ σώματος, πρῶτον μὲν ὅτι μὴ ἔσται ἡ κατὰ φύσιν κίνησις αὕτη τῶν ἀνέμων· οὐδὲ γὰρ τοῦ ἀέρος ταύτην λέγομεν εἶναι κατὰ φύσιν, ἐπεὶ μὴ ἐξ αὑτοῦ τήνδε κινεῖται· τίς οὖν ἡ κατὰ φύσιν κίνησις αὐτοῖς; δεύτερον δέ, εἰ διὰ τοῦτο εἰς τὰ πλάγια κινοῦνται, διὰ τὴν περιφορὰν τὴν τοῦ παντός, ἔδει καὶ τοὺς ἀνέμους ἀεὶ ἐπὶ ταὐτὰ φέρεσθαι. νῦν δὲ οὐχ οὕτως· εἰσὶ γάρ τινες οἳ καὶ τὴν ἐναντίαν πνέουσι τῇ περιφορᾷ, ὥσπερ οἱ ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὴν πνέοντες. Θεόφραστος δὲ τὴν αἰτίαν τῆς κινήσεως τῆς λοξῆς τοῖς ἀνέμοις φησὶ γίνεσθαι διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς ἐκ ξηρᾶς τε καὶ θερμῆς ἀναθυμιάσεως γίνεσθαι· ἄνω γὰρ ἂν ἐφέροντο. ἀλλ’ εἰ καὶ τοῦτο αἴτιον αὐτοῖς τῆς εἰς τὸ πλάγιον κινήσεως, ἐπιζητήσειέ τις ἄν, τί δήποτε συννεύοντες πρὸς ἡμᾶς φέρονται, ἀλλ’ οὐκ εἰς τὸ ἀντικείμενον. ἡ δὲ αἰτία τούτου τὸ τῶν μὲν νοτίων τὰ κατὰ γῆν ὄντα διακεκαυμένα καὶ ξηρὰ παντάπασιν ἐμποδίζειν αὐτῶν τὴν ἐπέκεινα φορὰν τῇ καύσει μαραίνοντα τὴν ἀναθυμίασιν, τῶν δὲ βορείων πάλιν πνευμάτων τὰ κατόπιν κατεψυγμένα τῇ πήξει κωλύειν τὴν φορὰν αὐτῶν τὴν ἐπέκεινα. διὸ καὶ ἀπορίας ἄξιόν φησιν εἶναι ὁ Ἀριστοτέλης, ὁποτέρωθεν τὴν ἀρχὴν τὰ πνεύματα λαμβάνει, πότερον ἄνωθεν καὶ ἀπὸ τῆς ἐγκυκλίου φορᾶς ἢ κάτωθεν ἀπὸ τῆς γῆς. φαίνεται γὰρ ἡ κίνησις τοῖς πνεύμασιν ἄνωθεν τὴν ἀρχὴν λαμβάνειν· διὸ καὶ πρὶν ἄρξασθαι πνεῖν ὁ ἀὴρ ἐπίδηλος γίνεται ὡς ἐσομένου πνεύματος, ἀλλὰ κἂν νέφος τι ἢ ἀχλὺς ᾖ κινούμενον, τοῦτο ὑποσημαίνει πνεῦμα, ὡς ἤδη μὲν ἐκεῖ τῆς ἀρχῆς οὔσης τοῦ πνεύματος, μηδέπω δὲ ἐληλυθυίας πρὸς ἡμᾶς. διὸ δὴ τῆς μὲν κινήσεως τοῖς πνεύμασιν ἄνωθεν χρὴ ἡγεῖσθαι τὴν ἀρχήν· οὐδέπω γὰρ ἄνεμος, μέχρις ἂν ἄρξηται φέρεσθαι· ἧς φορᾶς ἐκεῖθεν ἡ ἀρχή. ἐπεὶ δὲ ὁ ἄνεμός ἐστιν οὐχ ἁπλῶς κίνησις εἰς τὸ πλάγιον, ἀλλὰ πλῆθός τι τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως περὶ τὴν γῆν κινούμενον, δῆλον ὡς ἐξ ἀμφοτέρων ἡ ἀρχὴ τῶν ἀνέμων. τῆς μὲν γὰρ περὶ τὴν γῆν κινήσεως τῶν ἀνέμων ἄνωθεν ἡ ἀρχή, τῆς δ’ ὕλης τοῦ ἀνέμου καὶ τοῦ τὴν ἀρχὴν ἄνεμον γίνεσθαι2 κάτωθεν, ὅθεν ἡ ἀναθυμίασις. τοῦ μὲν γὰρ ῥεῦσαι τὸ ἀνιὸν καὶ οὕτως κινηθῆναι ἄνωθεν ἡ αἰτία·3 ἡ γὰρ φορὰ τῶν πορρωτέρω, τουτέστι τῶν πολὺ ἀφεστώτων ἀφ’ ἡμῶν καὶ κύκλῳ κινουμένων σωμάτων κυριωτέρα τῆς γῆς αἰτία τοῦ κινεῖν τὴν ἀναθυμίασιν· ἅμα δὲ καὶ κάτωθεν μὲν τῇ ἀναθυμιάσει εἰς ὀρθὸν καὶ ἐπ’ εὐθείας ἡ φορά, ἥτις οὐκ ἔστιν ἀνέμου κίνησις. εἰ γὰρ ἦν ἡ γῆ τῆς εἰς τὸ πλάγιον κινήσεως αἰτία τῇ ἀναθυμιάσει, ἔδει πλησίον αὐτῆς οὖσαν τὴν ἀναθυμίασιν εἰς τὸ πλάγιον φέρεσθαι· πᾶν γὰρ αἴτιον ἰσχύει μᾶλλον ἐγγὺς ὂν τῷ οὗ ἐστιν αἴτιον, ἐγγὺς δὲ ἡ ἀναθυμίασις τῇ γῇ οὐχ ὅταν ἄνω ἀνενεχθῇ, ἀλλ’ ὅταν αὐτῆς πλησίον ᾖ. ἡ μέντοι τῆς γενέσεως ἀρχὴ τοῖς πνεύμασι φανερὸν ὅτι ἐκ τῆς γῆς ἐστιν· ἐκ γὰρ ταύτης ἡ ἀναθυμίασις.

“而它们的运行是倾斜的。” 在说明了风是由何种蒸发物产生之后,他现在说明这一原因:为何在这样一种蒸发物向上运行时,风并不追随蒸发物自下而上吹拂,而是侧向吹拂;因为风不是从大地表面吹出,而是在大地周围吹拂。他明确指出,环绕大地和水的所有空气都跟随作圆周运动的物体的周向运行,而风也与这空气一同跟随。但有人可能会提出疑问:如果风之所以斜向且侧向运行,是因为它们在其中得以构成的空气本身也被作圆周运动的物体带动作圆周运动,那么首先,这便不会是风的本性运动;因为对于空气,我们也不说这种运动是合乎本性的,既然空气并非由于自身而作此运动;那么对它们而言,何为本性运动呢?其次,如果风是因为这个缘故,即由于宇宙的周向旋转而侧向运动,那么风也应该始终朝向同一个方向运行。然而实际情况并非如此;因为有些风甚至逆着旋转方向吹拂,比如从日落方向吹向日出方向的风。但西奥弗拉斯特说,风产生斜向运动的原因在于它们并非仅仅由干燥而炎热的蒸发物生成;否则它们就会向上运行。然而,即使这也是风侧向运动的原因,有人仍会进一步追问:究竟为何它们是朝着我们聚拢运行,而不是朝向相反的方向呢?其原因在于,就南风而言,大地上彻底烤焦且干燥的区域通过灼热使蒸发物枯竭,从而阻碍了它们向更远方的运行;而就北风而言,背后的冰冻区域则通过凝结阻止了它们向更远方的运行。因此亚里士多德说,风从这两者中的哪一方获得其始原,是来自上方且来自周向运行,还是来自下方且来自大地,乃是值得探讨的疑难。因为对风而言,其运动显然是从上方获得始原的;因此在起风之前,空气便已显露出似乎将要起风的征兆,而且即便有某种移动的云或薄雾,这也预示着风,仿佛风的始原已经在那里,却尚未到达我们身边。因此,对于风而言,确实应当认为其运动的始原来自上方;因为在开始运行之前它还不是风,而这种运行的始原来自彼处。但是,既然风并非单纯是侧向的运动,而是在大地周围运动的、一定量的来自大地的干燥蒸发物,显然风的始原乃是来自这两者。因为风在大地周围的运动,其始原来自上方;而风的质料以及风根本上的生成,其始原来自下方,即蒸发物产生的地方。因为上升之物的流动以及如此这般地运动,其原因在于上方;因为更遥远的物体、即远离我们且作圆周运动的物体的运行,在推动蒸发物运动方面是比大地更为根本的原因;与此同时,从下方给予蒸发物的运行则是竖直且笔直的,而这并非风的运动。因为如果大地是蒸发物侧向运动的原因,蒸发物在大地附近时就应当侧向运行;因为任何原因在其接近它所作用的对象时效力更强,而蒸发物接近大地并不是在它被带到上方之时,而是在它靠近大地之时。然而,风的生成始原显然来自大地;因为蒸发物正是来自大地。

语法注3 条
  1. 2.9τῆς τοιαύτης ἀναθυμιάσεως εἰς τὸ ἄνω φερομένης

    属格绝对结构,相对于主句的“风并不自下而上吹拂,而是侧向吹拂”带有让步或对比意味,表示“尽管这类蒸发物本身是向上运行的”。

  2. 2.9τοῦ τὴν ἀρχὴν ἄνεμον γίνεσθαι

    τὴν ἀρχήν 作副词性宾格,意为“根本上”或“起初”。带冠词的不定式属格 τοῦ ... γίνεσθαι 与前面的 τῆς ὕλης 并列,共同修饰与谓语 κάτωθεν 搭配的省略主语 [ἡ ἀρχή]。

  3. 2.9τοῦ μὲν γὰρ ῥεῦσαι τὸ ἀνιὸν καὶ οὕτως κινηθῆναι ἄνωθεν ἡ αἰτία

    位于句首的 τοῦ ... ῥεῦσαι ... καὶ ... κινηθῆναι 为带冠词的不定式属格,通过倒置(hyperbaton)与句末的主语 ἡ αἰτία 隔开,充当修饰后者的宾格性属格。谓语为副词 ἄνωθεν,骨干结构为“上升之物流动并如此运动的原因来自上方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:93.20-94.32